Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](396)

Διονύσιον Σικελίας τύραννον ὥρμησαν οἱ μι- [*](Cap. 1 § 3. Cf Front. strat. 3. 4, 6.) [*](Cap. 2. De fontibus cf. J. p. 496—504.) [*](Cap. 2. § 1. Cf. Diod. 14, 78. — Holm II, p. 436, not. ad p. 122.) [*](2 ἑλεῖν Hertlein; ἀνελεῖν F; ἂν ἑλεῖν Patakis 6 Σικανοὶ nulg.; Σικυώνιοι F 7 ἔπεισεν RK;  ἐποίησεν F 8 οἰκημάτων F] οἰκοδομημάτων vulg. σῖτος ὑόμενος Cas. ex Frontin.; σιτού- μενος F 9 κατὰ τὰς συνθήκας Μ W 13 Ἰωέσσης coni. Ortelius;  Σινουέσσης C L. Roth coll. Steph Byz Σινόεσσα πόλις Σικελίας· 15 μνηστευσομένους K; μνηστευομένους F 20 οὔεσαν F.)

225
σθοφόροι κτεῖναι ἀθρόοι τὴν οἰκίαν αὐτοῦ περιστάν- τες ἀπὸ συνθήματος. ὁ δὲ προῆλθεν ἐσθῆτα ἐλεεινὴν λαβών καὶ τῆς κόμης κόνιν καταχεάμενος, παρέχων ἑαυτὸν ἔκδοτον ὡς βούλοιντο χρῆσθαι. οἱ μισθοφόροι τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶοον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεον- τίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν.

Διονύσιος Ερμοκράτους, Συρακουσίοις ὑπηρετῶν [*](405) καὶ γραμματεύων τοῖς στρατηγοῖς, ἐν τῷ πολέμῳ [τῷ] πρὸς Καρχηδονίους ἡττωμένων πολλάκις Συρακουσίων καὶ τοὺς στρατηγοὺς αἰτιωμένων ἐτόλμησε προδοσίας αὐτοὺς γράψασθαι. οἱ μὲν αὐτῶν ἑάλωσαν ἀποθανεῖν, οἱ δὲ φυγεῖν. ὁ δὲ ὡς ἐπιβουλευόμενος ὑπὸ τῶν διὰ τοὺς ἁλόντας ἐχθρῶν γενομένων καὶ τοῦ πολέμου τοῦ πρὸς Καρχηδονίους ἀκμάζοντος, φυλακὴν τοῦ σώματος αἰτήσας, παρὰ τοῦ δήμου λαβών τύραννος ἐγένετο Συρακουσίων μέγιστος· καὶ μέχρι γήρως τὴν ἀρχὴν κατασχὼν, προσέτι καὶ τῷ υἱῷ κατέλιπεν.

Διονύσιος τοὺς ἐπιβουλεύοντας φωρᾶν μάλιστα πάντων ἐσπούδαζε. τῶν ξένων τις περιῄει τὴν 'όλιν φάσκων μόνος δύνασθαι διδάξαι προγιγνώσκειν τοὺς ἐπιβουλεύοντας. κληθεὶς εἰς τὴν ἀκρόπολιν ἔφη πρὸς [*](Cap. 2. § 2. Cf. Diod. 13. 94 sq. — J. p 497.) [*](Cap. 2. § 3. Cf Plut. apophth reg. et imp Dionys. 8; Stob. 3, 42.) [*](3 τῆς κόμης Cas.; τὴν κόμην F || καταχεάμενος K ex V respersit; καταχεόμενος 4 χρῆσθαι F || vulg.]  χρήσασθαι M || 9 ὗπηρετοῦντος καὶ γραμματεύοντος Cas. 10 γραμματέων F || [τῷ] K || 13 αὐτῶν W ; ἑαυτῶν F; οὖν αὐτῶν vulg || 17 καὶ παρὰ vulg.)

226
τὸν Διονύσιον, μόνον αὐτὸν διδάξειν, ἴνα μὴ φανερὰ γένοιτο πᾶσιν ἡ τέχνη. Μεταστάντων ὅσοι παρῆσαν, ἰδίᾳ πρὸς αὐτὸν ἔφη· ὁμολόγησον, ὅτι μεμάθηκας τὴν τέχνην τοῦ προγιγνώσκειν, καὶ οὐδεὶς ἐπιβουλεύειν ἔτι τολμήσει.᾿  ὁ δὲ ἡσθεὶς τῷ σοφίσματι τὸν μὲν ἄνθρω- πον δώροις λαμπροῖς ἐτίμησε, πρὸς δὲ τοὺς σωματο- φύλακας καὶ τοὺς στρατιώτας ἀπήγγειλεν, ὡς θαυμα- στὸν εἴη γνώρισμα τῶν ἐπιβουλευόντων δεδιδαγμένος. οἱ δὲ ἐπίστευσαν καὶ ἐπιβουλεύειν ἐτόλμων οὐκέτι.

Διονύσιος ἀπέπλει καταστήσας Ἄνδρωνα φύλακα τῆς ἀκροπόλεως καὶ τῶν χρημάτων· Ἑρμοκράτης παρε- κάλει συλλαβεῖν αὐτῷ πρὸς τὸ κατασχεῖν [τῆς] ἀκρο- πόλεως καὶ τῶν χρημάτων. ἐπεὶ δὲ σῶος κατέπλευσεν ὁ Διονύσιος μετʼ ὀλίγας ἡμέρας, οὐδὲν πυθόμενος τοῦ Ἄνδρωνος ἔφη πάντα μὲν πεπύσθαι παρʼ ἄλλων· ὅμως δὲ καὶ παρʼ αὐτοῦ βούλεσθαι μαθεῖν, τίς ἦν ὁ μάλιστα σπουδάσας ἐπιπηδῆσαι τῷ καιρῷ. ὁ δὲ ἐξα- πατηθεὶς ὡμολόγησε τὸν Ἑρμοκράτην. Διονύσιος τὸν μὲν Ἄυδρωνα προσέταξεν ἀναιρεθῆναι, ὅτι εὐθὺς αὐτῷ καταπλεύσαντι μὴ τοῦτο ἐμήνυσε, τὸν δὲ Ἑρμοχράτην καθεῖρξεν ἄνδρα ὄντα τῆς ἀδελφῆς, διʼ ἥν ὕστερον καὶ λύσας αὐτὸν ἐς Πελοπόννησον ἀπεπέμψατο.

[*](403)

Διονύσιος συνθέμενος πρὸς τοὺς ἐνδιδόντας Νάξον [*](Cap. 2. § 4. Haec ad Dionysium minorem referenda sunt, ut §§ 7,8.) [*](Cap. 2. § 5. Cf. Diod. 14, 15, 2. — J. p. 498.) [*](1 διδάξειν Κ coll. Plut. ξένου δέ τινος ἰδίᾳ φράσειν φά- σκοντος αὐτῷ καὶ διδάξειν etc.; διδάσκειν F || 10 ἀπέπλει Κ;  ἐκδημεῖ R; exreditionemι suscipiens V; ἀνήχθη Maasv.; ἠγγέλη F || καταστήσας vulg.; κατὰ F: cf. 2, 2, 7 7, 31 || ἀνδρῶνα (et sic semper) F || 11 ρμοκρτάτης] erat Dionysii primi pater: recte Τιμοκράτης Plut. Dio 21 26 || 12 [τῆς] K; ἀκρόπολιν vulg.: cf. 1, 21, 1 || 14 πυνθόμενος F || 17 ἐπιπηδήσας F.)

227
αὐτὸς μὲν ὀψὲ τῆς ὥρας προσῆλθε τοῖς τείχεσιν ἑπτα- κισχιλίους στρατιώτας ἔχων· οἱ δὲ Νάξιοι τῆς προδο- σίας αἰσθόμενοι ὥρμησαν ἐπὶ τοὺς πύργους. οἱ δὲ προδιδόντες ἀπὸ τῶν πύργων ἐκάλουν τὸν Διονύσιον μετὰ τῆς δυνάμεως ἀπάσης· ὁ δὲ ἠπείλει τοῖς ἐπὶ τοῦ τείχους, εἰ μὴ παραδοῖεν τὴν πόλιν ἑκόντες, ἀποσφά- ξειν αὐτοὺς ἅπαντας. ὑπὸ δὲ τὴν αὐτὴν ὥραν Διο- νυσίου προστάξαντος εἰς τὸν λιμένα τῶν Ναξίων κατέ- πλει πεντηκόντορος Διονυσιακὴ αὐλητὰς αὐλοῦντας ἄγουσα καὶ κελευστὰς κελεύοντας, ὧς (ἄν) ἕκαστος ἀνεκάλει τριήρη μίαν. οἱ δὲ Νάξιοι νομίσαντες ἐπι- πλεῖν τοσαύτας τριήρεις, ὅσους (ἑώρων) κελευστὰς, φοβηθέντες παρέδωκαν ἑκόντες Διονυσίῳ τὴν πόλιν.

[*](e.57,16)

Διονύσιος, Ἱμίλκωνος ἐπιπλεύσαντος καὶ τὸ στόμα [*](397) τοῦ λιμένος τοῦ Μοτυαίων ἀποφράξαντος, αὐτός τε ἀπὸ τῆς Μοτύης τό πεζὸν ἀναστήσας ἐστρατοπέδευσε κατʼ ἀντικρὺ καὶ παρεκάλεσε τοὺς ναύτας καὶ στρα- τιώτας θαρρεῖν καὶ παρασκευάζεσθαι τὴν διαγωγήν τῶν τριήρων [διὰ] τῆς περιεχούσης ἄκρας τὸν λιμένα. τόπος ἦν ὁμαλὸς καὶ πηλώδης, εὖρος εἴκοσι στάδια· τοῦτον οἱ στρατιῶται ξύλοις φαλαγγώσαντες ὑπερή- [*](Cap. 2. § 6. Cf. Diod. 14, 49—51. — Schubring, Philol. 24, p. 49 sqq.; Holm II, p. 430, not. ad p. 111; Meltzer, Iahnii annal., 1875, p 747 sqq.; Th. Fischer, Beitrag z. physisch. Geogr. d. Mittelmeerländer, p 18 sq. et tabul. II; Meltzer, Gesch. d. Karth. p. 512.) [*](1 ὥρας M; χώρας F || ἑπτακισχιλίους (i. e. ζ) Cas.; ἑπτὰ (i.e.ζʹ) F || 4 προδιδόντες vulg.; προϊωτες F; προδόντες M || 5 ἠπήλει F || 6 παραδοῖεν Hertlein; προδοῖεν F vulg. || ἀποσφάξεν vulg.; ἀποσφάζειν F 10 (ἄν) inclusit Κ; ὡς ἂν Cas. || 12 (ἑώρων) seclusit Hertlein 15 μολυαίων F || 19 [διὰ] inserui coll Diod. 14, 50 διελκύσας τὰ σκάφη διὰ τῆς γῆς; [ὑπὸ] vulg,, sed plura excidisse putat W ; ὑπὸ τῇ etc. Hertlein 21 φαλαγγώσαντες HM; φαραγγώσαντεςς F.)

228
νεγκαν ὀγδοήκοντα τριήρεις ἡμέρᾳ μιᾷ. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλών ὑπὲρ τὴν ἄκραν ἐπιπλεύσας τοὺς Καρχηδονίους ἐπὶ τῷ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, βορέου πνεύσαντος οὐρίου ἀπόπλουν ἐποιήσατο. Διονύσιος δὲ καὶ τὸν λιμένα καὶ τὴν Μοτύην καὶ τὸ ναυτικὸν διεσώσατο.

[*](357)

Διονύσιος ὑπὸ Δίωνος [πολιορκούμενος] τὴν ἀκρό- πολιν κατέχων ἐπρεσβεύσατο πρὸς Συρακουσίους ὑπὲρ διαλλαγῶν. οἱ δὲ ἀπεκρίναντο εἰ μὲν ἀφίησι τὴν ἀρχὴν, δεχόμεθα πρεσβείαν, εἰ δὲ μὴ, ἄσπονδος ὁ πόλεμος ἔστωʼ. Διονύσιος πάλιν κήρυκα πέμψας ἐκέ- λευσε πέμψαι πρεσβευτὰς ὡς ἀφήσων τὴν ἀρχὴν καὶ σπονδὰς πρὸς αὐτοὺς ποιησόμενος. οἱ μὲν ἔπεμψαν καὶ ὑπὸ χαρᾶς ἐξέλυσαν τὰς φυλακὰς, ὡς ἤδη τοῦ τυράννου τὴν ἀρχὴν ἀφιέντος· ὁ δὲ τοὺς μὲν πρέσβεις κατασχὼν, τοὺς δὲ στρατιώτας ἐξαγαγών μετὰ πολλῆς ὁρμῆς καὶ βοῆς ἐλθὼν πρὸς τὰ διατειχίσματα, καρτερᾷ προσβολῇ χρησάμενος, ἐμπεσὼν ταῖς Συρακούσαις, τήν τε ἀκρόπολιν οὐκ ἀπέδωκε καὶ τὴν πόλιν ἀπέλαβεν.

[*](357)

Διονύσιος τοὺς πρεσβευτὰς τῶν Συρακουσίων, [*](Cap. 2. § 7. Cf. Diod. 16, 11, 3; Iust. 21, 2, Plut. Dion. 30. — J. p 499—501.) [*](Cap. 2 § 8. Cf. Plut. Dion. 31.) [*](2 ὑπερβαλὼν H; ἀποβαλῶν F; ἀπολαβὼν W: cf. Hertlein, Iahnii annal. 1861, p. 254 || 4 βορρέου F 5 οὐρίου Cas. K Hertlein; οὔριον F || 6 ὁμοτύλην F, corr vulg || 7 διεσώσατο Η, quod recepi coll. Diodor. 14, 50; ἀνεσώσατο F || 8 [πολιορκού- μενος] vel [πιεζόμενος] suppl. W coll. § 8 et 7, 26; [ἐκπεσὼν] vel ['εξελασθεὶς] Cas || 9 κατασχών vulg. || 13 πέμψας πρεσβευτὴς F 14 πρὸς αὑτούς σπονδὰς vulg. ποιησάμενος F 15 ἐξέλθσαν M; ἐξέχυσαν F 16 ἀφέντος Cas.)

229
οὓς κατέσχε, τῆς ὑστεραίας ἀνέπεμψε τοῖς πολίταις· συνηκολούθησαν δὲ αὐτοῖς καὶ γυναῖκες ἐπιστολὰς φέρουσαι πρὸς Δίωνα καὶ Μεγακλέα παρὰ τῆς ἀδελ- φῆς καὶ τῆς γυναικὸς καὶ πρὸς τοὺς ἄλλους Συρα- κουσίους, ὧν ἡσαν αἱ γυναῖκες πολιορκούμεναι. ταύτας τὰς ἐπιστολὰς εὑρόντες [συναγαγόντες] ἐκκλησίαν φανε- ρῶς ἀναγιγνώσκειν ἠξίουν. αἱ μὲν ἄλλαιγυναικῶν ἦσαν ἱκετεῖαι καὶ δεήσεις μὴ περιιδεῖν σφᾶς ἀπολλυμένας, [ἀλλὰ] διαλλαγῆναι πρὸς Διονύσιον· μιᾶς δὲ ἐπιστολῆς ἔξωθεν ἐγέγραπτο παρὰ Ιππαρίωνος τῷ πάτρι’ τοῦτο δὲ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. τοῦ δὲ γραμματέως τὴν ἐπιγραφὴν ἀναγνόντος καὶ τὴν ἐπιστολὴν ἀνοί- ξαντος ὁ μὲν υἱὸς οὐδὲν ἦν γεγραφὼς, Διονύσιος δὲ Δίωνι φιλικῶς καὶ συγγενικῶς ἐπιστέλλων καὶ μεγάλα ὑπισχνούμενος. τούτων ἀναγνωσθέντων διεβλήθη πρὸς τοὺς Συρακουσίους ὁ Δίων καὶ οὐκέθʼ ὁμοίως πιστὸς ἦν, ὅ γε δὴ μάλιστα Διονύσιος ἐσπουδάκει.

Διονύσιος Καρχηδονίων ἐπιόντων χειρὶ μυριάδων [*](396) τριάκοντα πολλὰ κατὰ τὴν χώραν ἐρύματα καὶ φρούρια κατεσκεύασε συντάξας διαλύεσθαι πρὸς Καρχηδονίους καὶ τὰς φρουρὰς αὐτῶν δέχεσθαι. οἱ Καρχηδόνιοι πάνυ ἀσμένως τὰ χωρία παρελάμβανον ἄνευ μάχης καὶ πολλοὺς τῶν στρατιωτῶν φρουροὺς καὶ φύλακας [*](Cap. 2. § 9. Cf. Front. strat. 1, 8, 11. — Bachof, Iahnii annal., 1879, p. 161 sq.) [*](1 ἀνέπεμψε Κ ex V remisit; ἀντέπεμψε F; ἀπέπεμψε Pa- takis || 3 Μεγακλέαν F 5 αἱ M; om. F || 6 [συναγαγόντες|] suppl. Bursian; λαβόντες ἐν ἐκκλησίᾳ Κ || 7 ἠξίουν vulςg.; ἠξίου M; ἠξίω F || γυναικῶν Cas ; γυναῖκες ὧν F || 9 [ἁλλὰ] vulg || 10 Ἱπ- παρίνου Maasv. coll 5, 4 et sic Plut, Theopomp. ap. Athen. || 13 μὲν Patakis; δὲ F 23 φρουρὰς καὶ φυλακὰς Cas.)

230
ἐν ἑκάστῳ κατέλειπον. ὁπηνίκα τὸ πλεῖστον τῆς δυ- νάμεως διεσπάρη μεριζόμενον φρουραῖς καὶ φυλακαῖς, τηνικάδε τοῖς ὑπολοίποις Διονύσιος ἐπιθέμενος ἐνί- κησεν.

Διονύσιος χειρώσασθαι βουλόμενος Ἱμέραν πρὸς μὲν τοὺς Ἱμεραίους φιλίαν συνέθετο, πρὸς δὲ τὰ πλη- σίον αὐτῶν πολίσματα πόλεμον ἐξήνεγκεν· καὶ δὴ στρατοπεδεύσας οὐ μακρὰν τῆς Ἱμέρας ἐπεκηρυκεύετο πρὸς τοὺς ἐν τοῖς πολίσμασιν. Ἱμεραῖοι δὲ μέχρι πολλοῦ μὲν τοῖς στρατιώταις αὐτοῦ τὴν ἀγορὰν ἔπεμπον ἐπειδὴ δὲ χρόνου προϊόντος δῆλος ἦν οὐδὲν πράττων, ὑπιδόμενοι δύναμιν τηλικαύτην παραστρατοπεδεύουσαν πέμποντες τὴν ἀγορὰν ἐπαύσαντο. Διονύσιος ἔχθρας ἀρχὴν ποιησάμενος τὴν ἔνδειαν τῶν ἀναγκαίων ἧκεν ἐπὶ τὴν μέραν αὐτὴν καὶ βίᾳ προσβαλῶν ἐξεῖλε τὴν πόλιν.

Διονύσιος τοὺς πρεσβυτέρους τῶν στρατιωτῶν ἀπομίσθους ἐβούλετο ποιῆσαι· οἱ δὲ ἠγανάκτουν πρὸς αὐτὸν καὶ οἱ νέοι ὡς ἄδικον, εἰ γηρῶντες ἐκβάλλοιντο. ὁ δὲ, τὸν θόρυβον μαθὼνν συναγαγὼν ἐκκλησίαν ἀνα- γορεύει τάδε· τοὺς μὲν νεωτέρους ἐς τὸν κίνδυνον τῆς μάχης τάττω, τοὺς δὲ πρεσβυτέρους ἐς τὰς φυλακὰς τῶν χωρίων ἴσην σύνταξιν λαμβάνοντας· πεῖραν γὰρ [*](Cap. 2. 10. Cf. Pront. strat. 3, 4, 3 et 4; Diod. 14, 108.) [*](1 κατέλειπον K cum V relinquebant; κατέλιπον F 2 διε- σπάσθη Patakis 5 Ἱμέραν] cum eadem a Diod. et Front. 3, 4, 3 de Rheginorum urbe tradantur, Holm II, p. 439, not. ad p. 131 Polyaenum in nomine urbis errasse censet, sed cf. Front. 3, 4, 4 || 6 συνέθετο M; οὐ συνέθετο F || 10 ἐπόριζον Cas. ex D ἐμπό- διζον || 15 ἡμέραν F || 19 ἐκβάλοιντο F || 20 ἀναγορεύει Hert- lein; ἀπαγορεύει F vulg ; ἀγορεύει K.)

231
πίστεως δεδωκότες ἐπιμελῶς τὰ χωρία φυλάξουσι καὶ πονήσουσιν ἔλαττον. ἥσθησαν οἱ στρατιῶται πάντες καὶ διῃρέθησαν ἀπʼ ἀλλήλων ἄσμενοι. ἐπειδὴ δὲ διελύθη τὸ πλῆθος καὶ κατʼ ὀλίγους εἰς πολλὰς φυλα- κἀς ἐμερίσθη, καὶ δὴ τότε ἑκάστους τῶν πρεσβυτέρων ἀπομίσθους ἐποίησεν οὐκέτι τὴν παρὰ τοῦ πλήθους ἐπικουρίαν ἔχοντας.

[*](e.6,2)

Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλει κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηράρχων, ἀλλὰ μὴν οὐδὲ προειδέναι τινὰ, ποῖ μέλλει πλεῖν. βιβλίον ἄγραφον ἐσφραγισμένον ἔδωκεν ἑκάστῳ τριηράρχῳ προστάξας, ἐπειδὰν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μαθόντας ἐκεῖσε πλεῖν, οἷ κελεύει τὰ γεγραμμένα. οἱ μὲν δὴ ἀνήχθησαν· ὁ δὲ, πρὶν ἆραι τὸ σημεῖον, ἐπιβὰς ὑπηρετικοῦ περιέπλει καὶ παρʼ ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτησεν. ὅσους μὲν εὗρε τὴν σφραγίδα λελυκότας, ὡς προδότας ἐκέλευσεν ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ· τοῖς δὲ ἄλλοις ἔδωκεν ἕτερα βιβλία, ἐν οἷς ἀληθῶς ἐγέγραπτο ποίᾳ πόλει βούλοιτο ἐπιπλεῦσαι. καὶ δὴ τὸ ἀπόρρητον οὕτω φυλαχθὲν παρέσχεν αὐτῷ τὴν πόλιν ἀφύλακτον λαβεῖν. Διονύσιος βουλόμενος μαθεῖν, οἷα περὶ αὐτοῦ φρονοῖεν καὶ λέγοιεν οἱ ἀρχόμενοι, τὰς μουσουργοὺς καὶ τὰς ἑταίρας ἐκέλευσεν ἀπογράψασθαι. αἱ μὲν δὴ πολλοῦ τέλους ἐπιβολὴν ἐνόμισαν γενήσεσθαι, ὁ δὲ [*](Cap. 2. § 12. Cf. 7. p. 502.) [*](2 πονήσουσιν vulg.; ποιήσουσιν F || 3 διελύθησαν Κ coll. v. 3 ἐπειδὴ δὲ διελύθη 3 ἐπεὶ δὲ CΚ: cf. 5, 2, 10 || 9 τριηραρ- χῶν F || 10 ποῖ Hertlein; ποῦ F vulg || 15 ὑπηρετικοῦ W; ὑπη- ρετικῶ F || 21 πόλιν serpsi cum Hertleinio (Iahnii annal. 1867 P 607); Ἀμφίπολιν F vulg. 24 ἑτέρας F1 αἱ μὲν V quae; οἱ μὲν F.)

232
τέλος μὲν οὐκ ἐπέβαλεν, ἑκάστην δὲ τῶν ἑταιρῶν ἀνέ- κρινε βασανίζων, τίνα παρὰ τῶν ἐραστῶν συνόντων ἀκούσειαν περὶ τῆς τυραννίδος. οὕτω τοὺς βλασφη- μοῦντας μαθὼν οὕς μὲν ἀπέκτεινεν, οὕς δὲ ἐδίωξεν.

Διονύσιος τὰ ὅπλα τῶν πολιτῶν παρελόμενος, ἡνίκα πρὸς τοὺς πολεμίους κινδύνου καιρὸς ἦν, προάγειν αὐτοὺς ἀπό τῆς πόλεως ἑκατὸν στάδια κελεύσας, τότε ἀπεδίδου τὰ ὅπλα· μετὰ δὲ τὴν μάχην, πρὶν ἐπανελ- θεῖν εἰς τὴν πόλιν καὶ τὰς πύλας ἀνοῖξαι, πάλιν αὐτοὺς ἐκέλευεν ἀποτίθεσθαι τὰς πανοπλίας.

Διονύσιος βουλόμενος εἰδέναι, τίνες εἶεν οἱ πρὸς τὴν τυραννίδα ἀλλοτρίως ἔχοντες, κατέπλευσεν ἐκ τῆς Ἰταλίας ἐς τὸ κρυπτὸν νεώριον ὡς ἀπολωλὼς [ὑπὸ] τῶν ἰδίων στρατιωτῶν. οἱ δὲ δυσμενῶς ἔχοντες συν- θέοντες μετὰ χαρᾶς ἀλλήλοις τὸ πταῖσμα διηγοῦντο· [Διονύσιος] συναρπάσας τοὺς ἐφηδομένους ἀπέκτεινεν.

Διονύσιος ἀρρωστεῖν προσποιησάμενος λόγον διέ- δωκεν, ὡς ἐσχάτως εἴη διακείμενος. ἐπεὶ δὲ πολλοὶ πρὸς τὴν φήμην ὑπερήσθησαν, αὐτὸς μετὰ τῶν δορυ- φόρων ἐπεξελθών ἅπασιν ἐφάνη καὶ τοὺς ἐφηδομένους ἀπαχθῆναι προσέταξεν.

Διονύσιος Καρχηδονίους ἐπὶ μεγάλοις λύτροις ἀπεδίδου, τοὺς δὲ Ἕλληνας ἄνευ λύτρων. Καρχηδο- [*](1 ἐπέβαλεν vulg.; ἐπέλαβεν F || 2 [τῶν] συνόντων K || 6 προάγειν vulg.; προάγων F || 7 τότε scripsi cum K (qui [τότε] τούτοις); οὕτως Roth; τούτοις F vulg. 9 || ἀνοῖξαι vulg.; ἀνοί- ξας F || 10 ἐκέλευεν Κ; ἐκέλευσεν F vulg. || 13 τό F] τὶ C L. Roth: sub arce Syracusarum erat illud νεώριον: cf. Holm ll, p. 434, not. ad p. 108 || λέκως F; ἀπολωλὼς [ὑπὸ] W ; λειφθεὶς τῶν vel προδοθεὶς [ὑπὸ] τῶν Rud. Schoell.; ἀπολωλέκως Maasv.; ἀπο- θανὼν vulg.; ex V famamque sparsit D. α propriis militibus interfectum esse [καὶ φήμην (vel λόγον) διέδωκεν, ὡς ἀποθάνοι ὑπὸ] suppl. R, Patakis 16 [Διονύσιος] W; [ὁ δὲ] vulg.)

233
νιοι τὴν τυράννου φιλανθρωπίαν ὑποπτεύσαντες, οὕς εἶχον μισθοφόρους Ἕλληνας ἀπέπεμψαν· τῷ Διονυσίῳ δὲ ἄριστα εἶχε πολεμίων Ἑλλήνων ἀπηλλάχθαι.

Διονύσιος πολεμῶν Μεσηνίοις, παρʼ οἷς ἦσαν ὕποπτοί τινες ὡς προδιδόντες, βουλόμενος αὐτοὺς ταράττειν, τὴν τῶν ἄλλων χώραν λυμαινόμενος τῆς τῶν διαβαλλομένων ἐκέλευσεν ἀπέχεσθαι. τοῦτο μὲν δὴ καὶ ἄλλοις οἶδα στρατηγοῖς πεπραγμένον. Διονύ- σιος δὲ πρὸς τούτοις καὶ στρατιώτην εἰσέπεμψε τάλαν- τον χρυσίου κομίζοντα τοῖς ὑποπτευομένοις. τοῦτον οἱ Μεσήνιοι μετὰ [τοῦ] χρυσίου λαβόντες, ἀνακρίναν- τες, μαθόντες οἷς ἐκόμιζε, τοὺς μὲν ὡμολογημένους προδότας ὥρμησαν κολάζειν. οἱ δὲ ἦσαν ἐν δυνάμει καὶ αὐτοῖς σφοδρῶς ἀντέστησαν. ἐγένετο στάσις, ἣ παρέσχε Διονυσίῳ Μεσήνης κρατῆσαι.

Διονύσιος ἐν σπάνει χρημάτων παρὰ τῶν πολι- τῶν εἰσφορὰς ᾔτει. τῶν δὲ πολλάκις δεδωκέναι φα- σκόντων βιάζεσθαι μὲν οὐκ ἔγνω, διαλιπὼν δὲ ὀλίγον ἐκέλευσε τοὺς ἄρχοντας, ὅσα ἦν ἀναθήματα ἐν Ἀσκλη- πίου — πολλὰ δὲ ἦν ἀργύρου καὶ χρυσοῦ — ταῦτα ἔξω τοῦ ἱεροῦ κομίσαντας ὡς βέβηλα προκηρύττειν ἐπὶ τῆς ἀγορᾶς. οἱ Συρακούσιοι μετὰ πολλῆς σπου- δῆς ἐπρίαντο, ὥστε ἠθροίσθη χρημάτων πλῆθος· ὧν κρατήσας Διονύσιος προσέταξε κηρῦξαι, εἴ τίς [τι] [*](Cap. 2. 18. De tempore cf. Holm II, p. 437, not. ad p. 123; Base, Wiener Studien 2, p. 148.) [*](Cap. 2. § 19. Cf. Aristot. oecon. 2, 21; Plut. apophth. reg. et inp Dionys. 5.) [*](6 λυμαινόμενος Vulg., quod probat Hertlein; λυμαινομένους F || τῆς]  τὴν F || 7 ἐκέλευεν F 9 τούτοις V praeter haec ut 4, 19 τούτῳ K; τοῦτο F || 11 [τοῦ] K, Hercher, Hermes 9, p. 112 || 14 αὐτοῖς K, αὐτοὶ F 20 ἀργυρίου vulg. χρυσοῦ K; χρυσίου F 24 κηρῦξαι F] κηρύττειν vulg.; κηρύξας [τι] add. vulg.)

234
τῶν τοῦ Ἀσκληπιοῦ ἀναθημάτων ἠγόρασεν, αὐτίκα εἰς τὸ ἱερὸν ἀνακομίζειν, ἀποδιδόναι τῷ θεῷ, ἢ θάνατον εἶναι τὴν ζημίαν. οἱ μὲν ἀπέδωκαν τῷ θεῷ, Διονύ- σιος δὲ εἶχε τὰ χρήματα.

Διονύσιος πόλιν ἑλῶν, ἧς τῶν πολιτῶν οἱ μὲν τεθνηκότες, οἱ δὲ πεφευγότες ἦσαν — ἦν δὲ μείζων ἢ ὥστε ὑπὸ ὀλίγων φυλάττεσθαι — φρουροὺς μὲν ὀλίγους αὐτόθι καταλείπει· τοῖς δὲ ἀλοῦσιν οἰκέταις τῶν δεσποτῶν θυγατέρας συνῴκισεν, ἵνα πολεμιώτατοι φανέντες [τοῖς δεσπόταις] αὐτῷ πιστοὶ φύλακες τῆς πόλεως γένοιντο.

[*](384)

Διονύσιος ἐς Τυρρηνίαν πλεύσας ἑκατὸν τριήρεσι καὶ ἱππαγωγοῖς, παρελθὼν ἐς τὸ τῆς Λευκοθέας ἱερὸν, λαβὼν νομίσματος τάλαντα πεντακόσια παραχρῆμα ἀπέ- πλευσεν. μαθὼν δὲ ἐν ἀπορρήτῳ χρυσίου τάλαντα χίλια, ἀργυρίου πολλῷ πλείονα ὑπὸ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν διηρπάσθαι, πρὶν ἐπιβῆναι τῆς γῆς ἐκήρυξε τοῖς ἔχουσι τὰ χρῆματα προστάσσων τὰ μὲν ἡμίσεα ἀναφέρειν, τὰ δὲ ἡμίση συγχωρῶν· ἢ θανάτῳ ζημιώσειν τοὺς μὴ πεισθέντας. οἱ μὲν τὰ ἡμίση προσ- εκόμισαν· ὁ δὲ ἀπὸ τούτων καὶ τὰ λοιπὰ εἰσπράξας δωρεὰν ἔδωκεν αὐτοῖς μηνὸς σιταρκίαν.

[*](Cap. 2. § 20. Cf. Aristot. oecon. 2, 21; Diod. 15, 14. — Holm lI, p. 441, not. ad. p. 135.)[*](2 ἀνακομίζειν Patakis ex V reportare: cf. Aristot. ἀνα- φέρειν; κομίζειν F || καὶ ἀποδιδόναι vulg. || 6 ἦν δὲ μείζων ἢ Maasv.; ἔν δὲ μεῖζον ἢ F; ἐπεὶ μείζων ἡ πόλις ἦν ἢ vulςg. cum V || 10 φανέντες [τοῖς δεσπόταις] vel [ἐκείνοις] W ; [;  αὐτοῖς] Cas. Κ || αὐτῷ scripsi; αὐτῷ Cas.; αὐτῶν F 12 τυρηνίαν F || 14 ἀπέπλευσεν Cas; ἔπλευσεν F 16 ἀργυρίου K; ἀργύρου F || 19 ἀναφέρειν Aristot.; ἀναφέρων F; ἀφαιρῶν Cas συγχωρῶν F1, συγχωρεῖν F2, || 22 σιταρκίαν Cas; σιταρχίαν F.)
235

Πάριοι, ζηλωταὶ Πυθαγορείων λόγων, διῆγον ἐν τοῖς περὶ Ἰταλίαν χωρίοις. Διονύσιος ὁ Σικελίας τύ- ραννος ἐπεκηρυκεύετο πρὸς Μεταποντίνους καὶ τοὺς ἄλλους Ἰταλιῶώτας περὶ φιλίας. Εὐήφενος τοῖς φοι- τῶσι νέοις καὶ τοῖς πατράσιν αὐτῶν γνώμην ἠγόρευε, μηδαμῶς τυράννῳ πιστεύειν. Διονύσιος ἐπὶ τούτῳ μάλα ὠργίξετο, ὥστε καὶ λαβεῖν αὐτὸν ὑποχείριον ἐσπούδασεν ἐκ Μεταποντίου διακομιζόμενον ἐς Ῥήγιον. ἐπεὶ δὲ ἔλαβεν, ἐπὶ τοῦ συνεδρίου κατηγορήσας ἔδειξεν, ἡλίκων διʼ αὐτὸν εἴη πραγμάτων ἀφῃρημένος. ὁ δὲ ὁμολογῶν δικαίως ἔφη ταῦτα ποιῆσαι· τοὺς μὲν γὰρ εἶναι φίλους αὐτῷ καὶ μαθητὰς, τύραννον δʼ οὐδὲ ὄψει γνώριμον. [ὁ δὲ] αὐτοῦ θάνατον κατέγνω. Εὐή- φενος οὐδὲν ταραχθεὶς πρὸς Διονύσιον ἔφη· τοῖς μὲν δεδογμένοις πείθομαι· ἐπεὶ δὲ ἀνέκδοτος ἀδελφὴ ἐστί μοι ἐν Παρίῳ, ταύτην ἐκδοῦναι πρότερον βούλομαι διαπλεύσας εἰς τὴν πατρίδα καὶ συντόμως ἐπανελθὼν τεθνήξομαι. πάντων γελασάντων ἐπὶ τῷ λόγῳ Διονύ- σιος ἐθαύμασε καὶ ἤρετο τίς ἂν οὖν πίστις γένοιτο;᾿  ὁ δὲ ἐγγυητὴν᾿, ἔφη, τοῦ θανάτου καταστήσωʼ, καὶ μεταπεμψάμενος τὸν Εὔκριτιον ἠξίωσεν ἐγγυήσασθαι. ὁ δὲ μάλα ἀσμένως ἐπένευσε τοῦ θανάτου τὴν ἐγγύην [*](Cap. 2 § 22. Cf. Holm II, p. 448, not. ad p. 148.) [*](1 Πτάριοι] num Παριανοὶ? Cf. 6, 24 || λὸγων Πυθαγ. vulg. || 2 Σικελλίας F || 4 Εὐηνὸς Patakis; Εὔφημος et Εὐρύφημος Metapontini inter Pythagorae discipulos commemorantur a Iambl. de vita Pyth. c. 267 || τοῖς φοιτῶσι F] προσφοιτῶσι D; τοῖς προσφοιτῶσι K || 7 μάλα Herile; μᾶλλον F 8 Ῥίγιον F 12 αὐτῷ F || δʼ M; om 13 [ὁ δὲ] supplevi; [αὐτῷ. ὁ δὲ] suppl. vulα. || 14 πρὸς τὸν CM || 16 Παρίῳ F] Πάρῳ W, sed est Πάριον oppidum in Mysia situm, non Πάρος insula; cf 6, 24 18 τεθνήξομαι Hertlein coll. 5, 15; θνήξομαι F || 19 πίστις Cas.; πιστὸς F 21 καταπεμψάμενος F 22 ἐπέπνευσεν F.)

236
συντάξας τὸν μὲν ἐξιέναι ὡς ἐν μησὶν ἓξ ἐπανήξοντα, αὐτὸν δὲ φυλάττειν αὐτόθι μένοντα καὶ φρουρούμενον. ἦν τὸ χρῆμα ἤδη [θαυμαστόν]· θαυμαστότερον δὲ ἐγένετο. καὶ γὰρ μετὰ τοὺς ἓξ μῆνας ὁ τὸν ἐγγυητὴν παρασχὼν τὴν ἀδελφὴν ἐκδοὺς, ἐπανελθὼν ἐς Σικε- λίαν, παραδοὺς ἑαυτὸν ἠξίωσε τὸν ἐγγυησάμενον ἀφεῖ- ναι. Διονύσιος ὑπεραγασθεὶς ἀμφοτέρων τὴν ἀρετὴν ἀμφοτέρους ἀφῆκεν καὶ τὰς δεξιὰς λαβὼν ἠξίου τρί- τον αὐτὸν εἰς τὴν ἑαυτῶν φιλίαν συγκατατάττειν καὶ μένειν παρʼ αὐτῷ κοινωνοῦντας τῶν παρόντων ἀγα- θῶν. οἱ δὲ τὴν μὲν προαίρεσιν ἀπεδέξαντο τοῦ τυ- ράννου, ᾐτήσαντο δὲ, εἰ τὸ ζῆν αὐτοῖς βούλοιτο παρα- σχεῖν, συγχωρῆσαι ἀναστρέφειν ἐπὶ τὰς συνήθεις διατριβὰς μετὰ τῶν νέων. συνεχώρησε Διονύσιος. τοῦτο τὸ ἔργον ἔπεισε πολλοὺς Ἰαλιωτῶν Διονυσίῳ πιστεύειν.