Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

219

Ἄτταλος, Γαλάταις μεγάλην δύναμιν ἔχουσι [*](239—236) τάττεσθαι μέλλων, ὁρῶν τοὺς στρατιώτας καταπεπλη- γότας, εὐθύμους ποιῆσαι βουλόμενος πρὸς τὸν κίνδυνον τῆς μάχης, ἱερεῖα παρεσκεύασε, Σουδίνου Χαλδαίου μάντεως θυσίαν βραβεύοντος. ὁ μὲν εὐξάμενος καὶ σπείσας ἀνέτεμε τὸ ἱερεῖον· ὁ δὲ βασιλεὺς κηκίδα τρίψας ἐπέγραψεν ἐπὶ τὴν χεῖρα τὴν δεξιὰν ῾ βασιλέως νίκηʼ ποιησάμενος τὴν ἐπιγραφὴν οὐκ ἀπὸ τῶν ἀρι- στερῶν ἐπὶ δεξιὰ, ἀλλʼ ἔμπαλιν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ τῶν σπλάγχνων ἐξαιρουμένων ὑπέσχε τὴν χεῖρα, τῆς κηκίδος εἰς θερμὸν καὶ ἀραιὸν λοβὸν ἀπομαξάμενος τὴν ἐπιγραφήν. ὁ μάντις ἐπεξιών τοὺς λοβοὺς καὶ τὴν χολὴν, πύλας τε δὴ καὶ τράπεζαν καὶ ὅσα ἄλλα σημεῖα κατανοῶν ἀνέστρεψε τὸν λοβὸν τὸν ἔχοντα τὴν ἐπιγραφὴν, διʼ ἦς ἐδηλοῦτο βασιλέως νίκη. αὐτός τε οὖν ὑπερχαρὴς ἐγένετο καὶ τῷ πλήθει τῶν στρατιωτῶν ἔδειξε τὸ σημεῖον· οἴ δὲ ἐλθόντες καὶ ἀναγνόντες θάρσους ἐνεπλήσθησαν καὶ πάντες ἀνε- βόησαν κελεύοντες ἄγειν ἐπὶ τοὺς βαρβάρους καὶ προ- θύμως ἀγωνισάμενοι τοὺς Γαλάτας ἐνίκησαν.

[*](Cap. 20. Cf. Front. strat. 1, 11, 15. — J, p. 641.)[*](4 πρὸς τὸν κίνδυνον W coll. 1, 32, 2. 3, 9, 4. 21. 4, 10, 1. 5, 12, 1. 8, 23, 22; πρὸ τοῦ κινδύνου F 5 ἱερεῖα F ; uictimam V: cf. infra v. 7 || 6 ματαίως F [τὴν] θυσίαν K || βραβεύοντος Gronovius;  βραδεύοντος F; πράττοντος vulg. 7 κικίδα (et v. 12 κικίδος) F 11 ὑπέσχε K ex V surrosuit;  ὑπέσχετο F; manum suppositurus Front. 12 [μετά] τῆς κηκίδος R λοβὸν W; τόπον F; τὸ ἧπαρ Κ 13 ἀπομαξάμενον R Patakis ἐπεξιὼν F] ἐπι- διεξιῶών vulg. 14 λωβοὺς (et λωβὸν v. 15 F 18 εἰσελθόντες M 21 Γαλάτας Heringa 128; πολίτας Γαλάτας dittogr. F; πλείστους Γαλάτας vulg (Gallorum multitudinem V); πολλοὺς Γαλάτας R.)