Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](364)

Ἐν Ἀττικῷ στρατοπέδῳ σπάνις ἦν νομίσματος. Τιμόθεος ἔπεισε τοὺς ἐμπόρους χρῆσθαι νομίσματι τῇ ἑαυτοῦ σφραγίδι, ἀπαλλασσομένους δὲ [ἀποδιδόναι] τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ- σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ- σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ- νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην.

[*](Cap. 10. Cf. Rehdantz, vitae Iphicratis, Chabriae, Timothei Atheniensium, Berol. 1844; J. p. 573—576.)[*](Cap. 10. § 1. Cf. Aristot. oecon. 2, 24. - Boeckh, Staats- hausb. d. Ath. I2, p. 365 et 692.)[*](1 ἕκαστος F αὐτοῦ F 2 αὐτὸν et αὐτοῦ F καθεῖναι K || 5 τριακοντα τόροι F1 8 Ἰφικράτιοι F: cf. ad 2, 2, 9 13 Τιμό- θεος ἐν etc. F V 15 ἀπαλλασσομένους F, quod defendunt Rehdantz et Blume. Cum vero ex usu Polyaeni nihil signi- icet nisi discedere, id quod et sequentia declarant, R, Patakis, Hertlein rectius inserunt [ ἀποδιδόιαι |; ἀλλασσοαένους K 16 καὶ del. K 20 ὡμολογημένην F]  ὁμολογουμένην vulg.)
141

Τιμόθεος ἀνήγετο τῷ στόλῳ παντί. πταρμὸς ἐγέ- [*](375) νετο· ὁ κυβερνήτης ἐπισχεῖν ἐκέλευσεν· οἱ ναῦται τῶν τριήρων ἐπιβαίνειν οὐκ ἐθάρρουν. Tιμόθεος μειδιάσας ποῖον γὰρ᾿, ἔφη, γέγονεν οἰῶώνισμα, εἰ τοσούτων περιεστηκότων εἷς ἔπταρεν; οἱ ναῦται γελάσαντες ἀνήχθησαν.

[*](e.13,5)

Τιμόθεος παράγγελμα ἔδωκεν ἐκβοηθῆσαι τὴν ταχίστην· ὀλίγοι στρατιῶται προῆλθον· ὁ λοχαγὸς ἠγόρευε, χρῆναι καὶ τοὺς λοιποὺς ἀναμεῖναι. ὁ Τι. μόθεος οὐκ ἀνέμενεν ὡς τοὺς μέλλοντας προθύμως μαχεῖσθαι τοῖς πολεμίοις ἔχων ἅπαντας, τοὺς δὲ βρα- δέως ἐξιόντας ἀχρήστους ἂν γενέσθαι καὶ παρόντας.

[*](e.14,14)

Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι περὶ Λευκάδα ἐναυ- [*](375) μάχουν Τιμοθέου στρατηγοῦντος Ἀθηναίων, Νικολό- χου ναυαρχοῦντος Λακεδαιμονίων. ἦν ἑορτὴ Σκίρα. Τιμόθεος κατὰ ταύτην τὴν ἡμέραν μυρσίνῃ στεφα- νώσας τὰς τριήρεις ἦρε τὸ σημεῖον· ἀναχθεὶς, ναυμα- χήσας ἐνίκησεν· οἱ δὲ στρατιῶται μετὰ ἐλπίδος ἀγαθῆς ἠγωνίσαντο [τὸ] θεῖον ἔχειν οἰόμενοι σύμμαχον.

[*](Cap. 10. § 2. Cf. Froni. strat. 1, 12, 11.)[*](9 ήγόρευσε K 10 ἀνέμεινεν C 14 Νικολόχου Blume coll. 3, 10, 12 et Xenoph. Hellen. 5, 1, 6 et 5, 4, 65; Νικομάχου F 15 ναυαρχοῦντος Κ et Schneider ad Xenoph. Hellen. 5, 4, 65; ναυμαχοῦντος P ἑορτὴ σκίρρα M ; ἑορτῆς κεῖρα F; ἑορτῆς κειρὸς D; ceterum cf. Schaefer, Demosth. I1, p 43, not. 5, qui cum Sievers et Rehdantz hunc festum eundem fuisse putat rqui Σκιροφόρια dici solebat coll. schol. Aristoph. eccles. 18 et Harpocr. s. v. σκίρον 16 μυρρίνῃ H; μυθρίνην F; μυρσίνην D 17 ἀναχθεὶς M; ἀχθεὶς F 18 οἱ γὰρ 19 (τὸ] Hertiein. cf. H ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι συμμαχον; τὴν θεὸν R.)
142
[*](365)

ὁ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώριζε τὸν [*](e.4,3) τόπον τοῖς στρατι;ώταις, ὅθεν δὴ προνομεύσουσι· τὸ δὲ λοιπὸν μέρος τῆς χώρας καὶ ὅσον ἦν ὄφελος αὐτῆς ἀπεδίδοτο. οὐκ ἐπέτρεπε δὲ οὔτε οἰκίαν οὔτε ἔπαυλιν καθαιρεῖν, οὐ μὴν οὐδὲ ἥμερον δένδρον ἐκκόπτειν, ἀλλʼ αὐτοὺς τοὺς καρποὺς λαμβάνειν. καὶ τάδε οι στρατηγοῦντι περιῆν· εἰ μὲν κρατοίη, πλείους φόρους ἐκλέγειν, εἰ δὲ ὁ πόλεμος μηκύνοιτο, τροφὰς ἀφθόνους καὶ καταγωγὰς ἔχειν. τὸ δὲ τούτων μεῖζον, πολλὴν τὴν εὔνοιαν παρὰ τῶν πολεμίων ἐθήρευεν.

[*](375)

Τιμόθεος ναυμαχεῖν Λακεδαιμονίοις μέλλων αὐτὸς [*](e.57,5) μὲν εἴκοσι τριήρων τὰ πληρώματα παρὰ πρύμναν ἔχων ἀνέπαυσε, τὰς δὲ ταχυναυτούσας εἴκοσι προσέταξε τοῖς τριηράρχοις ἀντιπαρεξάγειν ταῖς πολεμίαις ναυσὶ καὶ πυκνὰς ποιεῖσθαι [τὰς] κινήσεις καὶ τροπάς. οἱ. μὲν δὴ πολέμιοι πονέσαντες εἰρεσίᾳ ἀσθενῶς τὰς κώπας ἀνέφερον· Τιμόθεος δὲ ἀκμαίοις πληρώμασιν ἐπαν- αχθεὶς ναυμαχῶν ἐνίκησεν.

[*](364)

Τιμόθεος τὴν Ὀλυνθίαν βουλόμενος παρελθεῖν δεδοικὼς τὸ ἱππικὸν τῶν Ὀλυνθίων ἔταξε τὸ στρατό- πεδον εἰς ἑτερόμηκες πλινθίον τὰ μὲν σκευοφόρα καὶ [*](Cap. 10 § 5. Cf. Aristot. oecon. 2, 24. U+00AF Schaefer, Demosth. I, p. 87 et Boeckh, Staatsn. d. Athen. I2, p. 365.) [*](Cap. 10. § 6. Cf. Front. strat. 2, 5, 47. U+00AF De pugna na- vali ad Alyziam facta, ad quam pertinent huius captis §§ 2, 4, 6, 12, 13, 16, 17 cf. Schaefer, Demostn. I, p. 43 et p. 44, not. 1.) [*](1 τὸν τόπον F| τόπον H 7 εἰ μὲν κρατοίη m; οἱ μὲν κρατοῦντες F; εἰ μὲν περιγένηται H 12 κʼ τριήρων F, unde ἐκ τρ. vulg. 15 (τὰς| coll 1, 42, 2. 2, 2, 6. 2, 3, 14 || 17 ἀκμαίοις Κ ; ἀκμαῖος F; ἀκμαίοις |τοῖς] R 19 Ὀλυνθίαν M p, Darm. merg.; Ὀλυμπίαν F 21 εἰς om. F.)

143
τὴν ἵππον εἰς τὸ μέσον λαβὼν, τὰς δὲ ἀμάξας πυκνὰς ἄγων καὶ συνηρτημένας, τοὺς δὲ ὁπλίτας τούτων ἔξω- θεν περιβαλών, ὥστε τοῖς Ὀλυνθίοις ἱππεῦσιν ἀδύ- νατος ἦν ἡ ἱππασία.

Τιμόθεος περὶ Ἀμφίπολιν ἐστρατοπέδευεν. ἢγ- [*](364) γειλέ τις ἑσπέρας ἀθροίζεσθαι τοὺς πολεμίους ἐπʼ αὐτόν, καὶ ὡς πολλαπλάσιοι τὸ πλῆθος ὄντες τῆς ὑστεραίας ἐπιθήσοιντο. ὁ δὲ τοῖς μὲν στρατιώταις οὐ προεῖπε τῶν πολεμίων τὸ πλῆθος, ἴνα μὴ καταπλαγεῖεν· αὐτὸς δὲ ὼς ἐπιθησόμενος αὐτοῖς ὀλίγοις οὖσί καὶ ἀτάκτοις τὸ μὲν ἀχρεῖον τοῦ πλήθους προέπεμπε διὰ τῶν δυσπόρων, ᾗπερ ἥκιστα οἱ πολέμιοι παραφυλάξειν ἔμελλον. αὐτὸς δὲ τὴν φάλαγγα ἐκίνησε τοὺς ψιλοὺς τελευταίους ἐπιτάξας, τὰς δὲ τριήρεις ἐν τῷ Στρυμόνι ποταμῷ πληρῶσαι οὐ δυνηθεὶς ἐνέπρησεν· καὶ ταῦτα πάντα μιᾷ νυκτὶ πράξας ἀσφαλῶς ἀνεχώρησεν.

Τιμόθεος ἐπολιόρκει Σάμον ξενολογήσας στρα- [*](365) τιώτας ἑπτακισχιλίους· οἷς οὐκ ἔχων δοῦναι μισθὸν, ἔγκαρπον ὁρῶν τὴν νῆσον, ἐξελῶν χωρίον ἐς προνο- μὴν, τῶν ἄλλων καρποὺς ἀποδόμενος, ἀσφάλειαν τοῖς καρπολόγοις παρασχὼν, εὐπορήσας χρημάτων ἀπὸ τούτων, μέρος τῶν μισθῶν διανείμας, προθυμοτέροις χρησάμενος τοῖς στρατιώταις κατὰ κράτος εἷλε τὴν Σαμίων πόλιν.

Τιμόθεος πολιορκῶν Σάμον, ἐπεὶ πολλοὶ ξένοι [*](365) [*](Cap. 10 § 8. Tempus concluditur ex schol. Aeschin. 2, 31.) [*](Cap. 10 § 9 Cf. Aristot. oecon. 2, 24) [*](Cap 10. § 10. Cf. Aristot. oecon. 2, 24.) [*](5 ἐστρατοπέδευσε M: cf. 2, 2, 2 11 προύπεμψε Κ 14 Στρύ- μωνι F 20 καρπῶν F ἀποδιδόμενος vulg. 21 εὐπόρησε χρη- μάτων. ἀπὸ τούτων R.)

144
εἰσπλέοντες συχνὰ τῶν ἐπιτηδείων ἀνήλισκον καὶ διὰ τοῦτο σπάνις ἦν, παρήγγειλε μὴ πωλεῖν ἄλευρον μηδὲ κοτύλην ἐλαίου ἢ οἴνου, ἀλλὰ σίτου [μὲν] μεδίμνου μὴ ἔλαττον, τῶν δὲ ὑγρῶν μετρητήν τοὐλάχιστον, τὰς δὲ σιτουργοὺς μύλας μηδένα ἔχειν, ἢ τοὺς ἐν τοῖς λόχοις. οὕτω δὴ συνέβη, τοὺς μὲν ξένους οὐκ ἔχοντας τὴν ἀγορὰν τῶν ἐφʼ ἡμέραν ἀναγκαίων, αὐτοῖς κομίζειν, τὴν δὲ παρασκευὴν τῶν σιτίων μόνους ἀναλίσκεσθαι τοὺς στρατιώτας.

Τιμόθεος ναῦς ἔχων τεσσαράκοντα βουλόμενος ἀπὸ τούτων πέντε προπέμψαι πλειόνων ἡμερῶν ἐχού- σας ἐφόδια, μισθὸν οὐκ ἔχων δοῦναι, παράγγελμα ἔδωκεν, ἀνάγεσθαι τὰς ναῦς ἁπάσας τριῶν σιτία ἐχού- σας· ἐπεὶ δὲ νήσῳ τινὶ προσωρμίσαντο, τοὶς τριηράρ- χοις ἐκέλευσεν ἐξ ἑκάστου πληρώματος αὐτῷ κομίσαι δύο σιτία. ταῦτα ταῖς πέντε ναυσὶ διαδοὺς, τὰς μὲν ἐξέπεμψεν πλεόνων ἡμερῶν ἐπισίτισμα ἐχούσας, αὐτὸς δὲ μετὰ τῶν τριάκοντα καὶ πέντε νεῶν εἰς τὸν ἴδιον ὅρμον ἐπανῆλθεν.

[*](375)

Τιμόθεος ναυμαχεῖν μέλλων περὶ Λευκάδα Νι- [*](Cap 10. §. 12. Cf. Froni. strat. 2, 5, 47.) [*](1 ἐπιτηδείων R 1 cf. Aristot. τῶν ἐπιτηδείων ἐπεὶ σπάνις ἦν; πολιορκιῶν F, quod ex praecedente πολιορκῶν corruptum esse appare; πολιορκητῶν Ahlwardt ap. Blumium, παρασκευῶν Cas ; πωλουμένων Biume (cf. Thucyd. 7, 39) 2 ἀλεύρων [χοί- νικα| R 3 ἔλαιον ἢ οἶνον F |μὲν| add Cas. 5 τοὺς ἐν λόχοις m; τοὺς (τοῖς suprascr.) ἐν τοῖς λόφοις F; τοὺς ἐν λόφοις M; ἢ κατὰ μίαν ἐν τοῖς λόχοις R, sed cf. Aristot. οἳ μὲν οὖν ταξίαρ- χοι καὶ λοχαγοὶ ἀγοράζοντες ἄθροα διεδίδοσαν τοῖς στρατιώ- ταις 7 σὺν αὐτοῖς ex V sercum ipsi apportarent 8 μόνοις ἀναλίσκεσθαι τοῖς στρατιαώταις coni K 13 τριῶν [ἡμερῶν | et 16 δύο [ἡμερῶν| Κ 14 ἐπεὶ] ἐπὶ F προσωρμήσαντο F 20 Νικο- μάχῳ K. cf. ad 3, 10, 4.)

145
κολόχῳ τῷ Σπαρτιάτῃ τῶν μὲν πλειόνων νεῶν τὰ πληρώματα παρήγγειλεν ἐπὶ γῆς ἀναπαύεσθαι παρʼ αὐτῇ τῇ θαλάσσῃ. ταῖς δὲ ἄριστα πλεούσαις εἴκοσιν ἀναχθεὶς προσέταξε τοῖς τριηράρχοις μὴ συνάπτειν ταῖς πολεμίαις τριήρεσιν ἐντὸς βέλους, ἐκκλίνειν δὲ καὶ φυγομαχεῖν ἑκουσίως, ἴνα κατακόπους ποιήσωσι τοὺς ἐναντίους ἐρέτας. ἐπεὶ δὲ οἱ μὲν ἐφυγομάχουν, οἱ δὲ ἐλέλυντο καύματι καὶ πόνῳ, Τιμόθεος τὸ ἀνα- κλητικὸν ἐσήμηνεν καὶ κατασχῶν ἐπὶ τὴν γῆν ἀνα- παυσαμένους ἐρέτας ἐμβιβάσας, διὰ τάχους τοὺς πο- λεμίους πεπονηκότας διώξας πολλὰς αὐτῶν τριήρεις τὰς μὲν κατέδυσε, τὰς δὲ ἄπίους ἐποίησεν.

[*](e.57,6)

Τιμόθεος Λακεδαιμονίους καταναυμαχήσας φοβη- [*](375) θεὶχ δέκα ναῦς Λακωνικὰς, ἃς προέπεμψεν ὁ ναύαρχος ἐπὶ καταγωγῇ πλοίων σιταγωγῶν, μή ποτε ἀναχωροῦσι τοῖς Ἀθηναίοις ἐπίθειντο, παρήγγειλε τοῖς τριηράρχοις τὴν ἀρχαίαν τάξιν μὴ ζητεῖν, ἀλλὰ ἥν ἕκαστος ἐπὶ τοῦ παρόντος χώραν ἔχοι, ταύτην φυλάσσειν, ἴνα μὴ μεταγομένων τῶν σκαφῶν ἐπὶ τὰς ἑαυτῶν τάξεις ἐπι- πλεύσαντες οἱ πολέμιοι προσβάλλωσι τῷ ναυτικῷ λελυ- μένῳ. τάξας δὲ τὰς ναῦς ἐν μηνοειδεῖ σχήματι τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπέστρεψεν, τὰ ναυάγια δὲ καὶ τὰς αἰχμαλώτους τῶν νεῶν ἐς τὸ κοίλωμα τοῦ μηνί- σκου συναγαγὼν ἀνέπλει κατὰ πρύμναν.

[*](9 ἐσήμηνεν scripsi;  ἐσήμαινεν F; ἐσήμανεν vulg. 16 ἐπί- θειντο Μ ; ἐπίθοιντο vulg.; ἐπείθοντο PD; ἐπείθηντο F 18 ἔχοι F] ἔχει M 20 προσβάλωσι Κ λελυμένων F 23 ἐπέτρεψεν F 24 τὰς Κ ; τοὺς F: cf. ad 40, 19 μηνίσκου R, Blume; μηδικοῦ F; μηνοειδοῦς mp et Cas addita tamen voce σχῆμα 25 ἀπέ- πλει ve el ἀνέπλει Hertlein; ἔπλει F.)
146
[*](364)

Τιμόθεος Χαλκιδεῦσι πολεμῶν μετὰ Περδίκκου Κύπριον χαλκὸν Μακεδονικῷ νομίσματι μίξας ἐπίση- μον ἔκοψεν, ὥστε τὰς παλαιὰς πεντεδραχμίας ἔχειν ἀργυρίου τετάρτην μοίραν, τὸ δὲ λοιπὸν χαλκοῦ φαύ- λου. πλείστης εὐπορήσας μισθοδοσίας τούς ἐμπόρους καὶ τοὺς ἀπὸ τῆς χώρας ἔπεισε, πρὸς χαλκὸν πιπρά- σκειν· ἀντιφορτιζόμενοι δὲ τὰ παρʼ ἀλλήλων οὐδὲν τοῦ νομίσματος ἐφύλαττον, ἀλλὰ τοῦτο περιῄει πάλιν εἰς τὴν μισθοφορὰν τὴν στρατιωτικήν.

[*](364)

Τιμόθεος ἐπολιόρκει Tρώνην. οἱ μὲν Τορωναῖοι μεγάλα ὕψη ἀντανέστησαν φορμῶν ψάμμου πληρου- μένων. ὁ δὲ Τιμόθεος μηχανήμασι μακροτέροις ἐξ ἱστοῦ ἀκίδας περιθεὶς καὶ δρέπανα ἐπὶ τὰ ἄκρα τοῦ ἱστοῦ ἐμβαλών ταῖς ἀκίσι διερρήγνυε, τοῖς δὲ δρεπά- νοις ἀνέτεμνε τοὺς φορμοὺς, ὥστε ῥεῖν τὴν ἄμμον. τοῦτο δρώμενον ἰδόντες Τορωναῖοι πρὸς ὁμολογίαν ἐτράποντο.

[*](375)

Τιμόθεος μετὰ Κερκυραίων καὶ τῶν ἄλλων συμ [*](e.57,7) μάχων πρὸς Λακεδαιμονίους ναυμαχῶν τὰς ἄριστα πλεούσας τῶν νεῶν προέταξε κελεύσας |τὰς ἄλλας] ἐν τῷ σχήματι τῆς παρατάξεως ἡσυχίαν ἔχειν. ἐπεὶ δὲ οἱ προτεταγμένοι διεναυμάχησαν, ἐπὶ πολὺ κεκμηκότων ἤδη τῶν πολεμίων, σημεῖον ἦρε τοῖς ἡσυχάζουσιν· οἱ δὲ ἀκμῆτες ἐμβαλόντες ἐτρέψαντο τοὺς κεκμηκότας.

[*](Cap. 10. § 14. Cf. Aristot. oecon 2, 24.)[*](Cap. 10. § 16. Cf. Front. strat. 2, 5, 47.)[*](1 περδικκου F; Περδίκου vulg. 3 πεντεδραχμίας Blume; πέντε δραχμὰς F 4 τετάρτην μοίραν C; τετάρτη μοίρα F 5 εὐπορῆσαι F 7 ἀντιφροντιζόμενοι omisso δὲ F 11 ἀντανί- στασαν πληρούμενα R 13 ἱστοῦ Cas.; ἱστῶν F; ἴσου M 14 διερρήγνυε F; τὰς διφθέρας ῥηγνύων D m; τὰς διφθέρας διερρήγνυε vulg. 19 ναυμαχῶν Κ; συμμαχῶν F 20 προσέταξεν F [τὰς ἄλλας] Blume ex V iubens ut reliquae.)
147
[*](e.57,8)

Τιμόθεος περὶ Λευκάδα Λακεδαιμονίοις ναυμα- [*](375) χήσας ἐνίκησε. πολλῶν συντριβέντων σκαφῶν περι- ῆσαν δέκα νῆες τῶν πολεμίων ἀναυμάχητοι, ἃς ἐδεδοί- κει. Τιμόθεος ἐπανιὼν ἐπὶ τὸν ναύσταθμον καὶ δὴ τὸ ναυτικὸν ἔταξεν ἐν μηνοειδεῖ σχήματι πρὸς τοὺς πολε- μίους τὸ κυρτὸν, ἐντὸς τὰ ναυάγια συναγαγών· τὸν δὲ ἀπόπλουν ἐποιεῖτο προς τὴν γῆν κελεύσας ἐλαύνειν ἐπὶ πρύμναν, ὅπως ἀντίπρωροι τὰς πολεμίας δέκα ναῦς ῥᾳδίως ἀμύνοιντο. τοῦτο τὸ σχῆμα τῆς τάξεως οἱ ἀπὸ τῶν δέκα νεῶν φοβηθέντες οὐκ ἐπέθεντο.