Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀριστομένης Λακεδαιμόνιος, Διονυσίῳ συμμαχῶν, τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε- μιγμένας παρήγγειλε τοῖς αὐτοῦ στρατιώταις βοᾶν [*](7 κατέλεξε Cas. ex V delegit; κατέλιπε F 8 ἑξήκοντα (i. e. ξ΄) Heringe R; ξʹ F 9 Ἀστακὸν F] Ἀστακον Κ; Ἀστακίων (rectius Ἀστακηνῶν) W coll. 2, 1, 5. 10. 2, 36. 3, 10, 9. 4, 11, 3 || 10 Ἀστάκου contra F, Strab. 10, 459, Paus. 5, 12, 7 17 αὐτοῦ νulg 19 ἐπειδὴ δὲ M 24 ῥοπῆς Κ; inclinatione V cf.3, 9, 27 || 25 αὐτοῦ F.)

104
έα φεύγεινʹ. οἱ πολέμιοι τῆς βοῆς ταύτης ἀκούσαντες ἐς φυγὴν ἐτράποντο δόξαντες κατὰ κράτος ἡττᾶσθαι.

[*](654—628)[APIΣOMΕENΕΣ MΕΣHNIOΣ.]

Ἀριστομένης, εσηνίων ἡγεμών, τρὶς ἑκατομφόνια θύσας κατὰ Λακεδαιμονίων ἰσχυροῖς ποτὲ τραύμασι περιπεσῶῶν ἑάλω σὺν ἄλλοις πλείοσιν. ἔδοξε τοῖς Λάκωσιν ἅπαντας κατακρημνίσαι, τοὺς μὲν ἄλλους γυμνοὺς, τὸν δὲ Ἀριστομένην διὰ τὴν δόξαν τῆς ἀρετῆς ἐν τοῖς ὅπλοις. οἱ μὲν δὴ ἄλλοι κατενεχθέντες παραχρῆμα ἐτελεύτησαν· τοῦ δὲ Ἀριστομένους ἡ ἀσπὶς ἐφελκομένη τὸν ἀέρα ἐλαφρῶς αὐτον ἐπὶ τὴν γῆν κατήνεγκεν. ὁ δὲ ἐς τὸ ὕψος ἀναβλέπων καὶ τοὺς κρημνοὺς ἐν κύκλῳ περιέχοντας οὐκ ἀνῆκε τῆς ἐλπίδος, ἀλλὰ τὸ σύμπαν ὄρος ἀνασκοπούμενος, κατανοήσας εἴσδυσιν στενωτάτην καὶ διʼ αὐτῆς ἀλῶώπεκας εἰσιούσας, ἀπὸ τῶν κειμένων νεκρῶν ὀστοῦν κλάσας, μιᾶς τῶν ἀλωπέκων λαβόμενος τῆς οὐρᾶς, δακνόμενος ὑπʼ αὐτῆς συνεξεδύετο τὰ στενόπορα τοῦ ὅρους τῷ ὀστῷ παραι- ρῶν καὶ παρακόπτων, καὶ τὸ * * συνεξέθει. καὶ δὴ διεξελθὼν ἧκεν ἐς τοὺς Μεσηνίους προϊέναι μέλλοντας ἐς μάχην καὶ αὐτίκα ὁπλισάμενος αὐτὸς ἡγεῖτο τῆς φάλαγγος. οἱ δὲ άκωνες Αριστομένην πάλιν ἰδόντες ἐν τοῖς ὅπλοις, πάλιν ἀριστεύοντα, πάλιν διῶώκοντα, [*](Cap. 31. § 2 (1). Cf. Paus. 4, 18, 4 sqq.) [*](4 ἑκατὸν φόνια F | 13 κρημνοὺς τούς coni. 16 κειμένων om. M V 17 δακνόμενος F] ἑλκόμενος M Paus 4, 18, 6 ἐφείλ- κετο ὑπʼ αὐτῆς 18 παραιρῶν ; παραιρῶν F 19 καὶ τὸ *  * συνεξέθεεν (συνεξέθει scripsi) W coll Paus 4, 18, 6 τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει; καὶ τὸ συνεξέθον F; om. vulg.; τὸ λοιπὸν vel tale quid supplendum censet W 21 αὐτοῖς Κ 23 πάλιν ante ἀριστ. om M cf. 6, 16, 2.)

105
τὸν βεβλημένον κατὰ τῶν κρημνῶν, ἀφʼ ὧν οὐδεὶς ἐσῶώθη πῶώποτε, πάντες ἐνέκλιναν εἰς φυγὴν θνητῆς φύσεως μείζονα εἶναι τὸν ἄνδρα ἡγούμενοι.

[*](e. 52,1)

Αριστομένης Μεσήνιος αἰχμάλωτος ὑπὸ Ἀακεδαι μονίων καὶ φρουρούμενος [τούτων κοιμωμένων| τῷ παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε- σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ ἐς τὴν Σπάρτην παρελθῶών καὶ τὰς ἀσπίδας αὐτῶν προσηλῶώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν· Αριστομένης ἀπὸ Λακεδαιμονίων ἀβλαβὴς ἀνεσαώθη. τοῦτο ποιήσας ἐς Μεσήνην ἐπανῆλθε.

Ἀριστομένης ὁ Μεσήνιος Ἀακεδαιμονίων πάνδη- μον θυσίαν τοῖς ιοσκούροις ἐπιτελούντων μετὰ ἑνὸς φίλου λευκῶν ἵππων ἐπέβησαν ἄμφω καὶ ταῖς κεφαλαῖς [πίλους] περιεθηκάτην[καὶ] χρυσοῦς ἀστέρας· καὶ νυκτὸς ἥδη προιούσης ἐπεφάνησαν κατὰ σύμμετρον διάστημα τοῖς ακεδαιμονίοις ἔξω πόλεως μετὰ γυναικῶν καὶ παι- δίων πανηγυρίζουσιν. οἱ μὲν δὴ Διοσκούρων ἐπιφάνειαν οἰηθέντες γεγονέναι προήεσαν ἐς μέθην καὶ ἡδονὴν πλείονα· οἱ δὲ ἀπὸ τῶν ἵππων καταβάντες, τὰ ξίφη σπασάμενοι, πλείστους καταφονεύσαντες αὐτῶν καὶ δὴ ἀφιππεύσαντες χοντο.