Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Μνασιππίδας ὀλίγον πλῆθος ἦγεν. ἐπεὶ δὲ νυκτὸς ἐπέθεντο πολέμιοι, τοὺς ψιλοὺς καὶ τοὺς σαλπιγκτὰς ἐκέλευσεν ἐν τῷ σκότῳ περιελθόντας ὄπισθεν τῶν ἐπιτιθεμένων σημαίνειν τὸ πολεμικὸν καὶ ἀκροβολίζε- σθαι. οἱ δὲ ὡς ὑπὸ πλήθους πολλοῦ κυκλούμενοι διά τάχους ἀνεχῶώρησαν.
Ἀνταλκίδας ἐν Ἀβύδῳ μετὰ ναυτικοῦ πλείονος διατρίβων Ἀττικὰς τριήρεις ὁρμούσας ἐν Τενέδῳ μόθων φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς φικράτην, ἀγγείλαντος τινὸς, ὡς φικράτης πολιορκοίη Χαλκηδο- νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη- [*](Cap. 24. Cf. enoph. Hellen. 5, 1, 25 sq. — Cf. Rehdantz, vitae Iphicratis etc. p. 25, not. 9.) [*](1 αὐτοῦ F 7 φυλάκων] πολιτῶν Hertlein 8 ἑκάστῃ τῶν φυλακῶν Hertlein 10 τῆς προδοσίας τὸν κίνδυνον vulg. 13 οἱ πολέμιοι Κ τοὺς ante σαλπ. om. M 22 Καλχηδονίους et 23 αλχηδόνα F.)
Ἀγησίπολις Μαντίνειαν ἐπολιόρκει μετὰ τῶν συμ- [*](385) μάχων, οἵ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι νυκτὸς σὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρῶώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, [τοὺς] πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι.
Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν Ἐφόρων προσποιητῶς, αὐτομολῆσαι πρὸς τοὺς Τεγε- ἄτας ὑποκρινάμενος, δεξαμένων αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας ἔχοντα, τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστοκλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.
[*](1 ἐνίδρευσεν F 2 ἀναγωγὴν vulg.; ἀγωγὴν F 10 τους om. M 12 μαντιεῦσι F 14 [τούς] πλείονας R; πλείονας F 18 χρήματα H 20 ὑποκρινάμενος Κ; ὑποκρινόμενος F; ὑπεκρί- νατο· οἱ καὶ προσεδέξαντο H.)Καλλικρατίδας Κυρηναῖος τὸν τὴν ἄκραν Μαγνη- [*](e.54,5) σίας φυλάσσοντα [ἥτησε τραυματίας] αὐτοῦ δέξασθαι τέσσαρας. τοῦ δὲ ἐπιτρέψαντος ἕκαστον θωρακίσας κατέκλινε σπάθας αὐτοῖς παραθεὶς, χλανίδα ἐπιβαλῶών ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον.
[*](258—248)Καλλικρατίδας ἐν Μαγνησίᾳ πολιορκούμενος τῶν [*](e.56,3) πολεμίων κριοὺς προσαγόντων τοῖς τείχεσιν αὐτὸς κατὰ τὸ ἀπρόσμαχον τοῦ τείχους παραρρήξας τοῦ πύργου μέρος, παραφυλάξας τὸν καιρὸν τῆς τῶν προσβαλλόντων διαδοχῆς περιῆλθε τὸ τεῖχος καὶ κατὰ νῶώτου προσπεσών πολλοὺς μὲν αὐτῶν διέφθειρεν, οὐκ ὀλίγους δὲ ἐζώγρησε· μετὰ δὲ τὴν νίκην τὸ τεῖχος ἀνῳκοδόμησεν.
Μάγας ἀπὸ Κυρήνης ἐκστρατεύων κατέλειπε μὲν καὶ τῶν φίλων τοὺς φρουρήσοντας τὴν πόλιν, ὄργανα [*](Cap 27. § 1. De tempore cf. Drοysen, Gesch. d. Hellenis- mus III, 1, p. 320, not. 3.) [*](Cap. 28. Ie Maga cf. Drοysen III, 1, p. 270, 274 cum notis et appendicis tab. IX.) [*](3 [ἥτησε τραυματίας] suppl. VW ex H: ὅτι ἐάν τις τραυμα- τίας τινάς τῶν οἰκείων πείσῃ δέξασθαι, δύναται κατασχεῖν πόλεως; cf. 1, 5. 7, 11, 4 8, 70. V ut quattour ex suis aegro tantes reciperet, unde [ ῇτησεν ἀρρώστους] 4 επιστρέψαντος F | 6 ἐπὶ F 10 προσαγόιτων F ] προσαγαγόντων vulg. 11 παρ- ρῆξας F 13 προσβαλόντων vulg. 18 κατέλειπε k, Patakis; κατέλιπε F.)
Μάγας Παραιτῶώνιον κατασχών συνέταξε τοῖς [*](266—263) φρυκτωροῖς πυρσὸν φίλιον αἴρειν ἔσπέρας καὶ πάλιν βαθέος ὄρθρου τὸν αὐτόν. τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χῶώρας ἄχρι τοῖ Χῖ καλουμένου.
Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα [*](277/76) πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερῶώσωνʹ. ἔχων δὲ καὶ Τροιζη- νίους αίχμαλῶώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο- στὴν μετὰ φρουρᾶς ἐπέστησεν.
Κλεώνυμος Ἔδεσσαν πολιορκῶν, τοῦ τείχους πε- [*](273) σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων - [*](Cap. 29. § 1. Cf. Front.3, 6, 7. — Droysen III2, 1, p.1 199 sq.) [*](Cap. 29. § 2. Cf. Droysen, III2, 1, p. 199 sq.) [*](2 εἴ τινες Maasv ; ἐστὶν ἐς F ; εἰ vulg. 3 νεωτερήσειαν F || 5 προσέταξεν H 8 Xῑ F] Χειμώ Cas ; Δέλτα Blume, sed cf Droysen III2, 1, p. 274, not 2 16 Κρατεροῦ F; κράτερος vulg.; Κρατέρου W φυλάττων vulg.; φρίττων F; φρουρῶν W || 21 Ἔδεσσαν sic nummi, Polyb., Strabo, Prolem.; αἴδεσαν F|| Ἔδεσαν vulg. τοῦ τείχοντος F1 , corr. F2, 22 σαρησοφόρων F.)
Κλέαρχος ρακλεώτης ἀκρόπολιν ἀναστῆσαι βου- λόμενος μισθοφόρους συνέταξε λεληθότως ἐξιέναι νυκτὸς, λωποδυτεῖν, ἁρπάζειν, ὑβρίζειν, τιτρῶώσκειν. ἀγανακτοῦντες οἱ πολῖται παρεκάλεσαν Κλέαρχον βοη- θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡακλεωτῶν τόπον τῆς πόλεως περι- τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκῶώ- λυσεν, ἀλλʼ αὐτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν.
[*](363—352)Κλέαρχος ρακλείας τύραννος ἐλογοποίησεν, ὡς ἀπαλλαγῆναι βουλόμενος μετὰ τῶν δορυφόρων καὶ τῇ βουλῇ τῶν τριακοσίων παραδοῦναι τὰ πράγματα. οἱ [*](Cap. 30 De Clearchi tyrannide eiusque tempore cf. Schaefer, Demosth. I, p. 106 sq.) [*](1 ἑκάστη δὲ vulg. σάρεισα et σαρεισοφόροι constanter 2 αὐτοῦ F 5 τὰς σαρίσσας K; τῶν σαρισσῶν S. Acerius ad Aeliani Tactica 6 ἐνεργεῖν (i. e. ἐνεργῆ ποιεῖν) τὴν μάχαιραν R 7 (οἱ δέ) del Rud Schoell 8 ἀνθέλκοντες] ἔστησαν add. Rota, ἦσαν vulg.; ἀνθεῖλκον αὐτὰς Κ περιελθόντες 20 αὐτῷ F.)
Κλέαρχος βουλόμενος πολλοὺς τῶν πολιτῶν ἀπο- [*](363—352) κτεῖναι πρόφασιν οὐκ ἔχων κατέλεξε τοὺς ἀπὸ ἑκκαί- δεκα ἐτῶν μέχρι πέντε καὶ ἑξήκοντα ἐπὶ στρατείαν ἐν τοῖς κυνικοῖς καύμασιν ὡς πόλιν Ἀστακὸν πολιορ- κήσων. ἐπεὶ δὲ ἦκε τῆς Ἀστακοῦ πλησίον, τοὺς μὲν πολίτας ἐν ἐλῶώδει χωρίῳ καὶ νηνέμῳ καὶ μεστῷ στα- σίμων ὑδάτων ἐκέλευσε στρατοπεδεῦσαι παραγγείλας προσέχειν, μὴ Θρᾷκες ἐπιφανῶσιν ἐκ τῆς χῶώρας. αὐτὸς δὲ ωως κακοπαθήσων περὶ τὴν πολιορκίαν μετὰ τῶν ξένων ὑψηλὰ χωρία καὶ σύσκια, ὕδασιν ἐπιρρεόμενα καταλαβόμενος ἐστρατοπέδευσεν καὶ μέχρι τοσούτου τὴν πολιορκίαν παρέτεινεν, ἕως τοὺς πολίτας αὐτοῦ διέφθειρεν ὥρᾳ θέρους τὸ ἑλῶδες καὶ ἐπίνοσον τοῦ στρατοπέδου. ἐπεὶ δὲ διεφθάρησαν ἅπαντες, τότε μετὰ τῶν μισθοφόρων ἀνέζευξε λοιμῷ προσθεὶς τὴν αἰτίαν τῆς τῶν πολιτῶν τελευτῆς.
Ἀριστομένης Λακεδαιμόνιος, Διονυσίῳ συμμαχῶν, τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε- μιγμένας παρήγγειλε τοῖς αὐτοῦ στρατιώταις βοᾶν [*](7 κατέλεξε Cas. ex V delegit; κατέλιπε F 8 ἑξήκοντα (i. e. ξ΄) Heringe R; ξʹ F 9 Ἀστακὸν F] Ἀστακον Κ; Ἀστακίων (rectius Ἀστακηνῶν) W coll. 2, 1, 5. 10. 2, 36. 3, 10, 9. 4, 11, 3 || 10 Ἀστάκου contra F, Strab. 10, 459, Paus. 5, 12, 7 17 αὐτοῦ νulg 19 ἐπειδὴ δὲ M 24 ῥοπῆς Κ; inclinatione V cf.3, 9, 27 || 25 αὐτοῦ F.)
Ἀριστομένης, εσηνίων ἡγεμών, τρὶς ἑκατομφόνια θύσας κατὰ Λακεδαιμονίων ἰσχυροῖς ποτὲ τραύμασι περιπεσῶῶν ἑάλω σὺν ἄλλοις πλείοσιν. ἔδοξε τοῖς Λάκωσιν ἅπαντας κατακρημνίσαι, τοὺς μὲν ἄλλους γυμνοὺς, τὸν δὲ Ἀριστομένην διὰ τὴν δόξαν τῆς ἀρετῆς ἐν τοῖς ὅπλοις. οἱ μὲν δὴ ἄλλοι κατενεχθέντες παραχρῆμα ἐτελεύτησαν· τοῦ δὲ Ἀριστομένους ἡ ἀσπὶς ἐφελκομένη τὸν ἀέρα ἐλαφρῶς αὐτον ἐπὶ τὴν γῆν κατήνεγκεν. ὁ δὲ ἐς τὸ ὕψος ἀναβλέπων καὶ τοὺς κρημνοὺς ἐν κύκλῳ περιέχοντας οὐκ ἀνῆκε τῆς ἐλπίδος, ἀλλὰ τὸ σύμπαν ὄρος ἀνασκοπούμενος, κατανοήσας εἴσδυσιν στενωτάτην καὶ διʼ αὐτῆς ἀλῶώπεκας εἰσιούσας, ἀπὸ τῶν κειμένων νεκρῶν ὀστοῦν κλάσας, μιᾶς τῶν ἀλωπέκων λαβόμενος τῆς οὐρᾶς, δακνόμενος ὑπʼ αὐτῆς συνεξεδύετο τὰ στενόπορα τοῦ ὅρους τῷ ὀστῷ παραι- ρῶν καὶ παρακόπτων, καὶ τὸ * * συνεξέθει. καὶ δὴ διεξελθὼν ἧκεν ἐς τοὺς Μεσηνίους προϊέναι μέλλοντας ἐς μάχην καὶ αὐτίκα ὁπλισάμενος αὐτὸς ἡγεῖτο τῆς φάλαγγος. οἱ δὲ άκωνες Αριστομένην πάλιν ἰδόντες ἐν τοῖς ὅπλοις, πάλιν ἀριστεύοντα, πάλιν διῶώκοντα, [*](Cap. 31. § 2 (1). Cf. Paus. 4, 18, 4 sqq.) [*](4 ἑκατὸν φόνια F | 13 κρημνοὺς τούς coni. 16 κειμένων om. M V 17 δακνόμενος F] ἑλκόμενος M Paus 4, 18, 6 ἐφείλ- κετο ὑπʼ αὐτῆς 18 παραιρῶν ; παραιρῶν F 19 καὶ τὸ * * συνεξέθεεν (συνεξέθει scripsi) W coll Paus 4, 18, 6 τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει; καὶ τὸ συνεξέθον F; om. vulg.; τὸ λοιπὸν vel tale quid supplendum censet W 21 αὐτοῖς Κ 23 πάλιν ante ἀριστ. om M cf. 6, 16, 2.)
Αριστομένης Μεσήνιος αἰχμάλωτος ὑπὸ Ἀακεδαι μονίων καὶ φρουρούμενος [τούτων κοιμωμένων| τῷ παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε- σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ ἐς τὴν Σπάρτην παρελθῶών καὶ τὰς ἀσπίδας αὐτῶν προσηλῶώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν· Αριστομένης ἀπὸ Λακεδαιμονίων ἀβλαβὴς ἀνεσαώθη. τοῦτο ποιήσας ἐς Μεσήνην ἐπανῆλθε.
Ἀριστομένης ὁ Μεσήνιος Ἀακεδαιμονίων πάνδη- μον θυσίαν τοῖς ιοσκούροις ἐπιτελούντων μετὰ ἑνὸς φίλου λευκῶν ἵππων ἐπέβησαν ἄμφω καὶ ταῖς κεφαλαῖς [πίλους] περιεθηκάτην[καὶ] χρυσοῦς ἀστέρας· καὶ νυκτὸς ἥδη προιούσης ἐπεφάνησαν κατὰ σύμμετρον διάστημα τοῖς ακεδαιμονίοις ἔξω πόλεως μετὰ γυναικῶν καὶ παι- δίων πανηγυρίζουσιν. οἱ μὲν δὴ Διοσκούρων ἐπιφάνειαν οἰηθέντες γεγονέναι προήεσαν ἐς μέθην καὶ ἡδονὴν πλείονα· οἱ δὲ ἀπὸ τῶν ἵππων καταβάντες, τὰ ξίφη σπασάμενοι, πλείστους καταφονεύσαντες αὐτῶν καὶ δὴ ἀφιππεύσαντες χοντο.
Ὁ περὶ Μαντίνειαν ἀγών ἴσος ἦν Θθηβαίοις καὶ [*](Cap. 31. § 4 (3). Cf Paus. 4, 27, 1.) [*](5 (τούτων κοιμωμένων| W addidit ex H 10 ἀνεσώθη F] διεσώθη vulg. 15 [πίλους] περιεθηκάτην [καὶ] Hemsterb. ad Lucian. II, 338 ed. Bipont.: cf. 6, 12 et Paus. l. l. 16 προσιούσης Cm 19 οἰηθέντες Cas.; ἡγηθέντες L: nusquam legitur apud Polyaenum ἡγηθεὶς, semel ἡγησάμενοι (2, 1, 31) et ἡγήσατο (1, 30, 7), saepius ἡγούμενοι: cf 7, 14, 4 οἰηθεὶς; 7, 53, 1 οἰηθέντες προίεσαν F 24 μαντινίαν F.)
Θθάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θθάσιοι· τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω.᾿ Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον τῷ τραχήλῳ περιβαλών ἐς ἐκκλησίαν εἰσελθὼν ἄνδρες᾿ , ἔφη, πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειτομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.᾿ Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη- τορίδην σῶον ἐφύλαξαν.
Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποτα- μοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυ- [*](Cap. 33. Cf. Curtius, Griech. Gesch. II3, p. 142 sq.) [*](7 σταθῇ Cas. || 17 χρήσασθαι F1, || 18 διασώσατε F] δια- σαώσασθε vulg. || 19 ἠγοτορίδην F || 22 Δινίας F constanter || Χραννῶνι nummi (cf. 107, 1. 15. 18); Κρανῶνι F.)
Νίκων πειρατὴς ἐκ Θερῶν τῶν ἐν Πελοποννήσῳ συνεχῶς ὁρμῶώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ- μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλών προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό- [*](1 τοιαύτης F] ταύτης τῆς vulg. 2 ὁ δὲ vulg. || 7 ἰσχυρο- τέραν vulg.; ὀχυρωτέραν F contra usum Polyaeni: οχυρά enim et ἐχυρά dicit loca natura munita, oppida, casζella, moenia, ἰσχυροὺς exercitus, milites, proelia, vulnera ita, ut hoc ad ani- mantia pertineat, illud ad inanima: cf. ad 1, 38, 2 9 αὐτοῦ F τὰ τέλη Pierson ad Moer. 166; ἀτελῆ F 12 νεανίσκους om. F1 ἐγχειρήσας F 13 περὶ πολλοὺς F 14 Ἰτωνίων C Fr. Herman; ταινίων F ; ξενίων vulg.; νεοινίων Blume 18 Κραν- νώνων F 21 Ἀγέμαχος F] Ἀγήμαχος vulg.)
Διοίτας, στρατηγὸς Ἀχαιῶν, τὴν Ἡροιέων πόλιν [*](e.54,7) φανερῶς ἑλεῖν οὐ δυνάμενος ἀφανῶς εἷλε φθείρας μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι- στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σῦν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ- πεμψεν αὐτοῖς νύκτα συνθέενος, καθʼ ἥν οἱ μὲν [*](Cap. 36 Cf. Aen. Tact. 18, 8. — Droysen III2, 2, p. 29 et not. 1.) [*](3 παραφυλάξας W cf. 1, 12. 2, 27, 2. 3, 9, 33. 5, 10, 5. 5, 17, (2). 6, 19, 3. 8, 8 etc.; φυλάξας F 5 σιτοκαλάμης Roth ἀραμένους MC. ἀρομένους F; αἱρουμένους vulg.; αἰρομένους ex coni. Cas. 11 συνεισπεσόντες Koen. (cf Valckenaer ad Herod. 9, 102), quod probat Hertlein; συμπεσόντες F 14 et 16 ήρεαίων F 19 ἀπομαξάμενοι] διά κηροῦ add. H 22 συνθέ- μενος M ; συνθεαένοις F.)
Τισαμενὸς ἄγων τὸ στρατόπεδον ὄρνεις πολλοὺς ἰδῶν ὑπὲρ τὸν τόπον πετομένους, οὐ μὴν ἐπὶ γῆς ίζάνοντας συνῆκεν, ὡς δεδιότες ἀνθρώπους ἐγκαθη- μένους ἱζάνειν ὀκνοῖεν· καὶ τὸ χωρίον ἐρευνησάμενος τοῖς ἐγκαθημένοις ἐπιθέμενος κατέκοψε τοὺς λοχῶν- τας ωνας.
Ὀνόμαρχος ωκεὺς πολιορκουμένης λατείας ὑπὸ [*](374/3) Bοιωτῶν τὴν δύναμιν ἐξαγαγών, τὰς πύλας ἀποικο- [*](Cap. 37. Cf. Pront. strat. 1, 2, 8.) [*](Cap. 38. § 1. De tempore cf. J. p. 559.) [*](2 ἐν μὲν τῇ τῶν στρατηγημάτων βαλαναγρῶν F; corr. Maasv. 4 ήρεεῖς V 5 συνόντες F; ὄντες vulg. 14 Γησάμενος 16 ὑπὲρ τοῦ τόπου Hertlein τὸν| τινα ,W || περιπετομένους vulg. ἐπὶ γῆς PH, ἐπὶ γῆν M; ἐπὶ τῆς γῆς vulg. 17 δεδιότας F 22 ἐλατίας (om. pr ) PP 23 ἀποικοδομήσας , quod probat Hertlein; ἀνοικοδομήσας F.)
Ὀνόμαρχος Μακεδόσι παρατασσόμενος ὄρος μη- [*](e.36,3) νοειδὲς κατὰ νῶώτου λαβν καὶ ταῖς ἑκατέρωθεν κορυ- φαῖς ἐγκατακρύψας πέτρους καὶ πετροβόλους προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ήκροβολίσαντο , οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν ἐς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥύμῃ διώκοντες ἐπέκειντο, οἴ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συν- έτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνό- μαρχος ἐσήμηνεν τοῖς ωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες, τῶν μὲν ὄπι- σθεν ἐμβαλλόντων, τῶν δὲ ἄνωθεν τοὺς πέτρους βαλ- λόντων, σὺν πολλῷ πόνῳ φυγόντες ἀνεχῶώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων Φίλιππον φασὶν εἰπεῖν οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνʼ αὐθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν᾿.
[*](2 καὶ πατέοας om. H, seclusit W. sed cf. L.ys. orat. 2, 39 || 3 τῆς] μετὰ H 4 ὡς om. F 5 ἀπεχωρησεν ( V discessit) Maasv- in Addendis 8 πεζοὺς καὶ πετροβόλους μηχανάς H: Polyaenum scripturum fuisse μηχανήματα admonuit W 10 ήκροβολίζοντο Κ 11 φυγεῖν H 12 ῥύμῃ R; ῥαώμῃ P 13 τοὺς πεζοὺς H || ἐμ- βάλλοντες vulg. 15 ἐσήμηνεν H; ἐσήμαινεν ἐν P 16 συμβάλ- λειν H οἱ δὲ FH; οἱ μὲν δὲ vulg ; οἱ μὲν δὴ C Cas. R; οἱ M τῶν μὲν ὄπιθεν βαλλόντων, τῶν δὲ ἄνωθεν H 17 ἐμβαλόν- των F || 19 ταύτῃ et Reiske ad Const. Porphyrog. de caerim. p. 126; αὐτῇ F; om. vulg. 20 ἀνεχώρησαν F.)