Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

3

Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱρώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ρωμαίων ἀνδρείας, μεθʼ ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰῶώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδῶν ἀνὴρ, πάτριον ἔχων τὸ κρα- τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλʼ, εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολ- λὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν [*](1 Πολυαίνου στρατηγικά F (Anon. de incred. 11, p. Mythogr. Westerm. φησὶ Πολύαινος ἐν τοῖς στρατηγικοῖς); Ὑπο- θέσεις τῶν ἐκ τῶν στρατηγικῶν πράξεων (Πολυαίνου ante στρατ- inserit Hp rec. m. in marg.) H, Π. στρατηγημάτων vulg.; unus cod. Harl. 5637 Musei Britannici habet στρατηγητικά, unde W coniecit στρατηγηματικά; cf. Front. strat. praef. lib. I et IV || 2 βιβλίον πρῶτον om. F || 6 ἀεὶ F] αἰεὶ vulg. || 11 μου Μ, quod probat W coll. 8, 6. 8, 8. 6, 1, 7.)

4
πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησά- μενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ, ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρῶώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον. ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἄν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα τὸ τέλος τῆς μάχης. δοκεῖ δʼ ἔμοιγε ταῦτα συμβου- λεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ
  • .... ἢ δόλῳ ἠὲ βίῃφι,
  • ἄλλως οὐ παραγγέλλει ἢ τέχναις καὶ στρατηγήμασι χρήσασθαι κατὰ τῶν πολεμίων· εἰ δὲ μεῖον ἐν τούτοις ἔχοις, τηνικάδε τῇ βίᾳ τῶν σωμάτων ἀποκινδυνευτέον. 5πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος·
  • ἔνθα δὲ Σίσυφος ἔσκεν, ὅ κέρδιστος γένετʼ ἀνδρῶν.
  • δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ερ- μοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρὸς·
  • Παρνησόνδ’ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
  • μητρὸς ἑῆς πατέρʼ ἐσθλὸν, ὅς ἀνθρῶώπους ἐκέκαστο
  • κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
  • Ἑρμείας..
  • [*](2 ἄλλων F ὅπλων P ut lib. 5 praef., ὁπλιτῶν vulg. || 10 ἐμοίγε F; μοί γε vulg 14 χρῆσθαι Κ 18 καὶ F| δὲ vulg.; δὲ καὶ R 19 ἐνθάδε P ὅς κέρδιστος P 20 ὁ om. F.)
    5
    ἐγὼ δὲ καὶ τὸν Πρωτέα τὸν μεταβαλλόμενον εἰς παντο- δαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν ἀπάτῃ ὧν ἄν βούλοιτο. τόν γε μὴν Ὅδύσεα ἴσμεν καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου·
  • εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὅς πᾶσι δόλοισιν
  • ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  • οἱ δʼ ἥρωες καὶ τὴν νίκην αὐτῷ ἀνῆψαν·
  • σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  • καὶ ἀλλαχοῦ ἄλλοι πάλιν αὖ μαρτυροῦσιν ἁλῶναι τὸ Ἴλιον Ὀδύσεως
  • βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ.
  • τά γε μὴν στρατηγήματα, οἷς κατὰ τῶν πολεμίων ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρὸς·
  • αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας
  • αὐτομολῆσαι δὴ ὡς τοὺς πολεμίους ὑπεκρίνατο. καὶ τὸν ἵππον δὲ τὸν δουράτεον,
  • . . . τὸν Ἐπειὸς ἐποίησεν συν Ἀθήνῃ,
  • καὶ τοῦτο στρατήγημα Ὀδυσέως ἦν. ὀρθῶς δʼ ἄν τις καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὶν δαλὸν [*](1 τὸν ante Πρωτέα F] om. vulg. 2 ζῷα μὲν F] ζῷα μὲν πολλὰ vulg 4 ὡς δεινὸν F et W. qui confert 1, 45, 4. 5, 2, 11. 5, 44, 3. 7, 16; ὡς δεινοῦ (cf Hertiein, Iahnii annal. 1861, p. 250) 7 Ὀδυσσεὺς F 13 μύθοις F; μύθοισι Strabo 1, p. 17 et 13, p. 601, Stobaeus 54, 48; formula βούλῃ καὶ μύθοισι ap. Hom. ll. 4, 323. Locos Homeri a Polyaeno laudatos vide in indice s. v Homerus 16 δαμάσας F 19 ἐποίησεν Hom. 0d. 8, 493 et M; ποίησεν F.)
    6
    καὶ τὸν κριον στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δʼ ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο;
  • ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
  • καὶ μέντοι καὶ Ἴρῳ παλαῖσαι καὶ ἐκ τοῦ καπνοῦ μετα- έθεῖναι τὰ ὅπλα τῶν μειρακίων μεθυόντων, ἀπό τε τῶν θυρῶν τὸ τόξον ἐντεῖναι, ἆρʼ οὐχὶ πάντα ταῦτα ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυ- σίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προ- δοκίας δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων με- μνήσομαι σύντομον τὴν παρʼ ἑκάστῳ μνήμην ποιού- μενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρα- τηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διο- νύσου.)

    [*](15 τῇ σκηνῇ Μ marg. pr. m. et D] τὴν σκηνὴν F || 18 δὲ τά F] δέ τοι R; τὰ del. || 21 παρʼ ἑκάστῳ F] παρʼ ἑκάστων D; περὶ ἑκάστου Κ ; περὶ ἑκάστων R || 22 ἔστι . . . Διονύσου Fr. Haase, Misc philol V, 4 utpote glossema delevit || 23 Διο- νύσσου F (et sic saepius).)