Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. [*](e.6,1) εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφο- νευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιά- σματος ἔφυγον· Kαλλίας δὲ ὁ Ἰππονίκου προσήκατο τὸ εἴδωλον, ὅ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκι U+00AF βιάδῃ Καλλίας.

Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα- [*](e.36,1) τιώτας ἀποβιβάσας νύκτωρ καὶ ἡμέραν ἀναμείνας, τῶν πολεμίων οὐκ ἐξιόντων, ἐνέδραν ἐγκαταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγ- μένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν [*](Cap. 40. Cf. G. Hertzberg, Alcibiades als Staatsmann und Feldherr, Halle 1853. —J. p. 441 sq. et p. 492.) [*](Cap. 40. § 2. Cf. Front. 3, 11, 3.) [*](1 τῶν F| τόπων Κ (loco firmiore V), quod commendatur locis 3, 9, 11 3, 9, 43. 3, 11, 8. 4, 3, 12. 5, 44, 2. 8, 50; sed similiter variant τόποι στενοί et τὰ στενά 1, 38, 5. 3, 9, 2. 3 9, 49. 3, 11, 4 et 2, 1, 24. 3, 9, 49. 4, 2, 8. Cf. quoque 5 44, 2 7, 41 ἀναχώρησιν H 5 καθῆρξεν F 6 ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων H 7 τὸ δοκοῦν λάθοι δεινὸν H 10 ὃ F] ᾧ Seybold K 14 νύκτα H 15 καταστήσας H 17 ἐσκεδάσθη- σαν H; ἀνεσκεδάννυντο vulg. : cf. 1, 48, 4 18 ἐξαναστάντες Hertlein; ἐπαναστάντες F.)

43
προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.

[*](e.25,1)

Ἀλκιβιάδης Δακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύ- πνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὅς δʼ ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἳνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες ὡς ἐγρηγορότες φυλάττοιεν.

Ἀλκιβιάδης πλέων ἐπὶ Σικελίαν ἐλθὼν ἐς Κέρ- [*](415) κυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλό- μενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συν- έταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι ᾿σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Αθηναίους δὲ Κατάνην ἔχειν.

[*](e.29,2)

Ἀλκιβιάδης [Κατάνην] κατασχὼν ἄνδρα Καταναῖον [*](415) [*](Cap. 40. § 3. Cf Front. 3, 12, 1.) [*](Cap. 40 § 4 Cf Thucyd 6, 42 et 51; Diod. 13, 4, 4; Front. 3, 2, 6 Cap. 40. § 5 Cf. Thucyd.6, 64 sq ; Diod. 13, 6, 2; Front. strat 3, 6, 6.) [*](4 τοὺς ἰδίους καὶ φύλακας H 5 σικελῶν F 7 ὡσ αὕτως F 8 ἀντανάσχῃ Cas. ; ἀνάσχῃ F; ἀνάσχοι vulg || 10 ἀφορῶντες H; ἀγρυπνοῦντες F 21 διελόντας Thucyd., Diod. 24 Κατάνην om. F H; inser. Cas.)

44
πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συ- ρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύ- νασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρα- κουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευ- σεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελῶν διήρπασεν.

[*](415)

Ἀλκιβιάδης ἀπὸ Σικελίας ἀναχθεὶς ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν Ἑρμῶν καὶ τῶν μυστηρίων στρογγύλης νεὼς ἐπιβὰς ἐς Δακεδαίμονα κομίζεται καὶ πείθει τὴν ταχίστην πέμψαι Συρακουσίοις βοήθειαν καὶ Δεκέλειαν Ἀθηναίοις ἐπιτειχίσαι, ὡς οὐκ ἄν ἔτι σχόντων οὔτε τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀρ-῾  γυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.

[*](3 οὕτως F 4 καταλιπόντας vulg ; καταλιπὼν 5 εἰ] οἱ 9 ἐξῇεσαν ἐπὶ Κατάνης Η; πορευόμενοι ἐπὶ Κατάνης Thucyd. omisso τὴν, cf. tamen 1, 30, 8. 1, 47, 2 10 προελθόντες Cas., quod probant Hertlein et W ; προσελθόντες F 11 συμμέθρω F 12 προσέπλευσεν ἐν ex dittogr. F; προσέπλευσε μὲν coni. Maas- vicius 14 πλευρὰν] πλημμύριον R 20 Ἀθηναίοις Cas.; αὐτοῖς F 21 ἀργυρίων F; corr. Hertlein.)
45
[*](e.22,2)

Ἀλκιβιάδης παρετάττετο Συρακουσίοις. ἦν μεταξὺ [*](415) τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσ- πεσόντος παμμεγέθους, ὅς ἦν κατὰ νώτου τοῖς Ἀθη- ναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.

Ἀλκιβιάδης Τιρίβαζον ἔφευγεν. ὁδὸς ἦν μία. Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέ- κειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας, ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνη- θέντες τῆς διώξεως ἐπαύσαντο.

[*](e.19,1)

Ἀλκιβιάδης περὶ Κύζικον Θηραμένην καὶ Θρα- [*](410) σύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνή- γετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. [*](Cap. 40. § 9. Cf. Diodor. 13, 50; Front. strat. 2, 5, 44.) [*](1 παρετάττετο Συρ. vulg. ex V aciem instruebat; πολεμῶν Συρ. ἐπειδὴ H: lacunam ante ἦν statuit W 4 κατὰ προσώπου K. L. Roth et W; κατὰ πρόσωπον F, ut 1, 15. 4, 3, 22. 7, 21, 6. 8, 3, 2. 8, 10, 2; κατὰ νώτου saepissime, nusquam κατὰ νῶτον ἀνῆψε — καπνοῦ προσπίπτοντος (rectius ἐμπεσόντος W coll. 4, 7, 9) suppl. Cas. ex V incensa filice fumoque in Sy- racusanorum oculos delato, ὕλην ἐμπρήσας H 7 ἔφευγεν F; ἔφυγεν vulg 9 ἀναμείνας W coll. 1, 40, 2. 1, 43, 2. 7, 11, 5; μείνας F 12 ἐπεὶ δὲ [πεφευγέναι] ἔγνωσαν R 15 περὶ F] ἐπὶ K ; πολιορκῶν H 16 τῶν om. vulg. 17 ἐς] κατὰ H || ἀπο U+00AF χωρήσοντας Blume, Patakis; ἀποχωρήσαντας F; ἀποχωροῦν- τας H.)

46
ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκι- βιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντι- πρῴρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατό- πεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρνα U+00AF βάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπρο U+00AF τάτην νίκην ἔδωκεν.

[*](467)

Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ- [*](Cap. 41. De fontibus cf. J. p. 443 sq.) [*](Cap. 41. § 1. Cf. Front. 1, 11, 9. — M. Duncker, Gesch. d. Altert. 8, p. 134.) [*](6 ἐπὶ Κ; πρὸς H; ἐπὶ vel πρὸς R; περὶ F: cf. 3, 1, 1 || 11 ἐμβόλοις R 12 πρὸς τῇ γῇ καθωρμισμένας Diod.; προσ U+00AF ορμιζούσας vulg. 13 ἀφεῖλκεν F] ἀνεῖλκε (retrahebat V) Blume et codd. quidam Casauboni; ἐφεῖλκε vulg.; ἀποσπᾶν ... ἐπειρᾶτο Diod. Φαρναβάζοι F, unde W coni. Φαρναβάζειοι coll. 2, 2, 9; Φαρναβαζου vulg. 20 περιαγαγὼν K ; περιάγων F 21 καινά | καὶ τὰ Κocn. p. 310.)

47
κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ- ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.

Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πέυησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

[*](e. 30,1)

Δακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι [*](464) διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολε- μίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Δάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρει- [*](365) μένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπό- λοιντο.

[*](e. 3,1)

Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Κα- [*](367) [*](Cap 41. § 3. Cf. Plut. Cimon. 16; Diod. 11, 63. — M. Duncker, Gesch. d. Altert. 8, p. 134, not. 3; p. 135, not. 2.) [*](Cap. 41. § 4. Cf. Χenoph. Hellen. 7, 4, 25; Iust. 6, 6, 9.) [*](1 στρατιῶται] Spartiatae V 12 σφίσιν αὐτοῖς Hertlein; οἱ (οἳ vulg.) εἰσαῦθις F; οἳ om. Κ, τὸ Blume, quod W dubitanter recepit 16 ἀποληφθέντες corr. ex ἀπολειφθέντες F; ἀπολει- φθέντες H vulg 17 ἐσήμηνεν scripsi; ἐσήμαινεν F ; ἐσήμανεν HM; ἐκέλευσε σημαίνειν Plut. 24 Καρύας Heringa; Χάρας F.)

48
ρύας· ὁδός ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανά- κτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτους Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόν- των δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· οὐδαμῶς,ʼ ἔφη αὐτὸς, ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρα- τεῖν πέφυκεν.᾿

[*](414)

Γύλιππος βουλίμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατη- γοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ με- ταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελ- λομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.

[*](Cap 42. Cf. Holm II, p. 366.—§ 1. Cf. W. Stern, Philol. 42, p. 456, not. 52; Holm II, p. 413, not. ad p. 40.)[*](7 πηνίκα F; ὁπηνίκα M; cf. 1, 48, 1 || 8 τῶν δὲ, ἡνίκα ἠκοντίζομεν addidi ex H; om. F || 10 ἀλλʼ ὅτε vulg.; ἀλλὰ τότε ὁπότε H 11 βούλεσθαι H] βουλεύεσθαι F.)
49

Γύλιππος τὸν προκατεσχημένον λόφον ὑπὸ Ἀθη- [*](413) ναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπʼ αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο. ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθη- ναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθη- ναίων ἐκβαλόντες.

Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπ- [*](414) αναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσ- βευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὅς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαί- νουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ [*](Cap. 42. § 2. Cf. Thucyd. 7, 22 sq. — p. 490 sq.) [*](Cap. 43. § 1. Cf. Holm II, Anhang I, p 366 sq.) [*](7 μεταβαλομένων ; μεταβαλλομένων F 13 ἐμβάλλοντες F 15 [δούλων] R censor Ienensis; [οἰκετῶν] Sauppe 19 ἀγγέλ- λοντα W; ἀγγέλοντα τὰ F, ἀγγελοῦντα K 24 τὸ ὁπλιτικὸν W ; τὸ πολιτικὸν F; τῶν πολιτικῶν κατεπείγει vulg Κ)

50
δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβών εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἄν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.

[*](413)

Ἀθηναῖοι τὴν ὑστάτην ἐν Σικελίᾳ ναυμαχίαν ἡσσῶνται, καὶ νύκτωρ φεύγειν ἔδοξεν· Συρακούσιοι θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκρά - της, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, ῾οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύου- σιν, ἤν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ λόχοις᾿. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρα- τόπεδον οὐκ ἐκίνησεν. Ἕρμοκράτης τοὺς Συρακουσίους ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προ- καταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν.

[*](Cap. 43. § 2. Cf. Thucyd. 7, 73; Plnt. Nic. 26; Diod. 11, 18, 3; Front. strat. 2, 9, 7.—J. p. 489.)[*](4 ἑξακοσίων F; ἑξακισχιλίων vulg : est selecta illa sexcen- torum manus, quam Thucyd. 6, 96. 97. 7, 43, Diod. 11, 76. 13, 11 commemorant 5 [ἐρήμους] λαβὼν R 6 αὐτοῦ F 10 ἔδο- ξεν R Κ; ἔδοξαν F 12 ἐπὶ τὴν μάχην scripsi, cf. ad 31, 2, 1; ἐπὶ μάχην F 14 οἱ Hertlein; ὡς F πάντα σοι post Casaub. C. L. Roth; πάντες οἱ F ; οἱ καὶ πρότερον εἰώθ θεσαν κρύφᾳ τῷ Νικίᾳ δ αλέγετθαι Diod | 16 ἕω Maasvicius; ἕως F; ἕως ὄρθρου Vulg ; cf 1, 40, 8 Polyaenus saepius ἀρχομένης ἕω, πρὸ τῆς ἕω, similia 17 συρακοσίους F.)
51

Ἐτεόνικον Δάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθη- [*](406) ναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων ῾Καλλικρατίδας ὁ ναύαρχος Δακεδαιμονίων ἐν Ἀργι- νούσαις ἡττημένος οἴχεται᾿ . Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθʼ ἡμέραν ἐς Μιτυ U+00AF λήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλον- τας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν ᾿  Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.

[*](e. 9,1)

Δύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος [*](405) τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Δυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Δυσάνδρου.

[*](e. 31, 1)

Ἐν Ἀἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν [*](405) ἐφʼ ᾧ τε ναυμαχεῖν , Δύσανδρος ὁ Δάκων οὐκ ἀνταν- [*](Cap. 44. Cf. Xenopn. Hellen 1, 6, 36.—J. p. 534 sq.) [*](Cap. 45. § 1 (Cf. Plut. Lysand. 8.) [*](Cap 45. § 2. Cf. Plut Lysand. 11; Xenoph. Hellen 2,1,28 ; Front 2, 1, 18.) [*](15 συγκαταλύσειν H Plut.; συγκαταλύειν F 17 συμπράσ U+00AF σειν om. H ἐπηγγείλετο F 21 τοῦ Δυσάνδρου H.)

52
ήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδον- τες· Δύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Δύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Δάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλό τι ἔδρα, γυμνοὶ πάντες. οἱ Δάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί- κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

[*](405)

Δύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

[*](405)

Δύσανδρος ἐκράτησε Θασίων, παρʼ οἷς ἦσαν ἀτ- τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Δάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν- αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ- γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων [*](Cap. 45 § 3. . Plut Lysand. 8 et Apophthegm. Lac. Lys. 4; Diod. fr. 10, 9, 1 (Dind.); Aelian. v. h. 7, 12.) [*](Cap. 45. § 4. Cf Corn. Nep. Lys. 2.) [*](5 ὑπεσήμηνεν scripsi; ὑπεσήμαινεν F, ὑπεσήμανεν H 7 καὶ οἱ μὲν H ἀνεπαύσαντο H 10 αἱροῦσιν οὖν αἰχμαλώτους ἄνδρας Cas.: αἰχμαλώτους de navibus usurpatum 2, 11. 3, 10, 13. 4, 6, 9 13 παρήγγελλεν K, Patakis; παρήγγειλεν F; ἐκέλευε Plut. Lys. et ἔλεγε idem in apophthegm ; ἀπεφαίνετο Diod. 14 πολεμίους δὲ] τοὺς δὲ ἄνδρας Plut., Aelian., Diod., Dio Chrys. or. 64, p. 640 C 16 πολλοὶ κρυπτόμενοι πολλοὶ τοῦ F [ φόῳ] add. D post Δάκωνος 20 προσῆκον Κoen ; προσῆκεν F; προσήκει R.)

53
καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπών ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρ- πασθέντας ἀποσφαγῆναι.

Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομέ- [*](404) νων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατʼ αὐτῶν γενήσεσθαι, ἐὰν δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παρα- φυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑπο- δεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.

[*](e.15,1)

Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούν- των ἐν λιμῷ γνωώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτο- μόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτη- νῶν τὰ στόματα ἔδησε διʼ ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνε- σκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συν- επήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου [*](1 (πόλει) del Patakis et Hertlein || 2 θυσιῶν F || 8 συμφέρει, conducit V || 16 ἠγόρευσε Κ; ἠγόρευε F: cf. 49, 1.)

54
φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φείγοντες ιᾤχοντο.

Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι [*](cf.e.16,1 57,9) ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλα- βεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων με- τεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.

[*](409)

Θρασύλος καὶ οἱ περὶ αὐτὸν στρατηγοὶ Βυζαντίοις ἐπέκειντο. οἱ περὶ Ἀναξίλαν στρατηγοὶ Βυζαντίων δείσαντες, μὴ κατὰ κράτος ἡ πόλις ἁλῷ, συνέθεντο χρόνον, ἐν ᾧ παραδώσουσι τὸ Βυζάντιον, καὶ τῆς συν- θήκης ὁμήρους ἔδωκαν. οἱ περὶ Θρασύλον ἀνήχθησαν μὲν ἐπὶ τούτοις τὴν ἐπʼ Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πό- λιν ἀφύλακτον.

Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό- μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν [*](Cap 47. § 1. Cf. J. p 444 sq.) [*](Cap. 47. § 2. Cf. Diod. 13, 66 sq.; Xenoph. Hellen. 1, 3, 18 sq.; Plut. Alcib. 31.) [*](3 θράσυλλος F2 || 4 θρασύλλος F (id. 11. 15) || 8 Punctum post παραθέουσαν ponendum, delendum post τριήρους censuit R || 9 τῆς ἑτέρας τριήρους seclusi || 11 οἱ περὶ Ἀναξίλαν vel Ἀναξίλαον W esseling ad Diod 13, 66. R; οἱ περὶ ἀναξίαν οἱ F; περὶ ναξίαν οἱ vulg || 16 [τῆς] αὐτῆς R; αὐτῆς F 19 Χώνων F2 || 20 Κόνων H; Κωνων F et sic in seqq || καταλιπόμενος F.)

55
ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

[*](e.57,2)

Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις [*](406) ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα- σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν- θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι- πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.

Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν [*](395) Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ- ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.

[*](Cap. 48. § 2. Ex Ephoro coll Diod. 13. 77.)[*](Cap. 48. § 3. Ex Ephoro coll iod. 14. 81, 4— 6; 82, 2; 83, 1; 86, 6.)[*](4 προαισθόμενοι CM ; προαισθανόμενοι F || 7 Καλλικρατίδα F || 9 διεσπασαένων F] διεσπαρμένων M D; ἀπεσπάσθησαν Diod 21 δεκασθέντες Κ Patakis (ι = δεκα); ασθέντες F ante α spatio trium fere litterarum relicto in quo β ι suppl F2; βια- σθέντες vulg.)
56
[*](406)

Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λα- [*](e. 47,2 57,3) κεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορ- κίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατα- σπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξερ- γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προιούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους — οἱ μὲν σώματα ἐτημέ- λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον — καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἴνʼ, εἰ καὶ θάτερον ἁλί- σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα- δυνάντων.

Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, [*](e.57,4) ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνταισκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν [*](Cap. 48. § 4. Cf. Xenoph. Hellen. 1, 6, 20.) [*](4 ναῦς post ταχυναυτούσας W addidit cum H; om. F; τῶν νεῶν vulg. || 7 προσιούσης Κ: cf. 7, 49 8 οἱ μὲν [γὰρ] R || 9 πῦρ ἀνέκαιον ||| cum alii ignem incenderent V;  πυρὰν ἔκαιον ὅ || δεῖ- πνον παρεσκεύαζον (simil. R); πυράν ἀνεσκεύαζον F dittogr., cf. 2, 2, 8; Xenoph. τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι 10 καὶ del. Κ || 12 ἄμφω δὲ σωθῆ F || 16 σκοπῶν F 17 τριήρη vulg.; τριήρει F; ὁμοίαν τῆς ἐκείνου ἑτέραν κατασκευάσας H || 18 στρατηγὸν M V || 21 ὡς ἐπὶ Patakis.)

57
στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.

Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τι- [*](401) σαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἀμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαι- πωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.

[*](e 46,2)

Ξενορῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπι- [*](401) κειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβῶν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στε- [*](401) νὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα τὸν λόφον, ἐφʼ οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, [*](Cap. 49. § 1. Cf. Xenopb. Anab. 3, 2, 27.) [*](Cap. 49 § 2 Cf. Xenoph. Anab. 3, 3, 16 seq.) [*](Cap. 49. § 3. Cf. Xenoph. Anab. 3, 4, 37 seq.) [*](2 τὰς δὲ καὶ F] om. vulg. || 4 Τηνσαφέρνην F pr. m.; corr. F2 || 6 ἠγόρευσε Κ;  ἀγορεῦσαι F; ἀγόρευσε M; ἀγορεύσας vulg.; γνώμην ἀπεφαίνετο ἀγορεύσας aut γν. ἠγόρευσε, τὰς (μὲν) ἁμάξας .... κατακαύειν, ὅπως R 7 [κατακαῦσαι, συγκατα- καῦσαι δὲ καὶ τὰς σκηνὰς] add. W ex Xenoph.; καταλείπειν Cas.; καῦσαι K 8 ταλαιπωρεῖν Rud Schoell; τελευτᾶν F; μελλητιᾶν vel tale quid Schenkl || καὶ] ἢ 11 φαλάγγαν F || 17 εὐέφοδον ὄντα R et Blume (cf. Classen ad Thucyd. 6, 66 2); ἔφοδον ὄντα F; εὔοδον ὄντα K;  ἔφοδον εἶναι ἐπὶ Cobet; ἔφοδον οὖσαν ἐπὶ Schneider ad Xenoph. Anab. 3, 4, 41; ἔφοδον ἐπὶ W coll. Xenoph. ὁρᾷ ἔφοδον ἐπὶ τὸν λόφον.)

58
παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολε- μίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.

[*](401)

Ξενορῶν ποταμὸν διαβαίνειν πειρώμενος, ὑπὸ [*](e.48,1) τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλ- λήνων χιλίους ἐπιλέξας ἔπεμψε καθʼ ἑτέραν διάβασιν, αὐτὸς δὲ κατὰ στόμα προάγων διαβαίνειν ἐβιάζετο. τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμέ νους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῖ Ξενοφῶντος ἀκιν- δύνως διέβησαν.

[*](Cap. 49. § 4. Cf. Xenoph. Anab. 4, 3, 20 sq.; Front. 1,4,10.)[*](2 τοῦτον R et 4 γενομένους K || 5 διῆγε F]  διήγαγεν K, quod probat W || 10 bene ἀντικαθημένους H et coni. K, ut paulo soperius legitur: cf 2, 1, 27. 2, 3, 13 et ad 6, 9, 32 || 12 ἐμβαλλόντων F]  ἐμβαλόντων vulg.)
60

Καὶ τόδε ὑμῖν δεύτερον βιβλίον, ἱερώτατοι βασι- λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη- μάτων καὶ αὐτοῖς δήπου συνιέναι δυναμένοις, ἀφʼ ὅσης ἱστορίας καὶ ὅσῳ πόνῳ τάδε συλλεξάμενος ὠφέ- λειαν σύντομον ὑμῖν δίδωμι· καὶ ταῦτα σχολὴν οὐκ ἄγων, ἀλλὰ καὶ δίκας ἐφʼ ὑμῶν λέγων.

[*](391)

Ἀγησίλαος Ἀκαρνᾶσιν ἐπολέμει καὶ προσῄει, ὅτε τὴν γῆν σπείρειν ἐχρῆν. οἱ Λάκωνες ἐβουλεύοντο τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν φοβήσοιντο. εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα᾿ , ἔφη, εἶεν ἂν ἐσπαρκότες.

[*](378)

Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις ὁμοῦ παρε- [*](e.17,1) τάσσοντο· τὸ μὲν δὴ κοῦφον καὶ πελταστικὸν τοῖς Λάκωσιν ἀχρεῖον ἦν, τὴν δὲ φάλαγγα ὅλην ἐπάγειν [*](Cap. 1. Cf. Hertzberg, Das Leben des Königs Agesilaos II. von Sparta, Halle 1856, p. 226. — J. p 535— 545.) [*](Cap. 1. § 1. Cf Xenopb. Hellen. 4, 6, 13 et Plut. vita Ages. 22 s. fin.) [*](Cap. 1. § 2 Cf. Diod 15, 32, 4 sq.; Coro. Nep. Chabr. 1. 6 ὑφʼ ὑμῖν Hertlein 9 προσῄει F] ἀπῄει W ex Xenoph. 10 ἐβουλεύοντο F] ἐβούλοντο C 11 ἐπέτρεψεν scripsi cum M ; ἐπέστρεψεν F; ὑπέστρεψεν vulg. R; ἀπέτρεψεν Pat W || 12 ἐπιθυμήσονται R || 13 φοβηθήσοιντο K.)

61
ἔδοξεν Ἀγησιλάῳ. Χαβρίας Ἀθηναίοις, Γοργίδας Θη- βαίοις παραγγέλλουσι μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ, τὰ μὲν δόρατα ὀρθὰ προτειναμένους, τάς δὲ ἀσπίδας ἐς γόνυ προσερεισαμένους. Ἀγησίλαος κατα- πλαγεὶς τὸ στάσιμον σχῆμα τῆς μάχης ἀνεχώρησε στρα- τηγικὸν ἡγούμενος πολεμίων ῥώμην φυλάξασθαι.

[*](14,3)

Ἀγησίλαος περὶ Κορώνειαν ὅσον οὔπω παρετάσ- [*](394) σετο· ἧκέν τις ἀγγέλλων τέθνηκε Πείσανδρος ὁ ναύαρχος Δακεδαιμονίων ἡττηθεὶς ὑπὸ Θαρναβάζουʼ. ὅπως οὖν ἀθυμία καὶ φόβος μηδαμῶς ἐμπέσοι τῷ στρατεύματι, Ἀγησίλαος προστάσσει τοῖς ἀγγέλοις ῾  τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλετε· Δακεδαι- μόνιοι νικῶσιν ἐν τῇ θαλάσσῃʹ. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος, ἔθυσεν εὐαγγέλια, διέπεμψε τοῖς φίλοις μερίδας ἀπὸ τῶν ἱερείων. οἱ στρατιῶται ταῦτα ἀκούσαντες καὶ ὁρῶντες πλεῖον θαρσήσαντες μετὰ μείζονος προθυμίας ἐν τῇ Κορωνείᾳ παρετάξαντο.

[*](e.45,2)

Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον διδόναι παρήγγειλεν.

[*](e.32,2)

Ἀγησίλαος ἐν Κορωνείᾳ Θηβαίους ἐνίκησεν, [*](394) [*](Cap. 1. § 3. Cf. Plut. vita Ages. 17.) [*](Cap. 1. § 4. Cf. Plut. apophthegm. Lacon. Ἄγιδος τοῦ Ἀρχιδάμου 12.) [*](Cap. 1. § 5. Cf. Xenoph. Hellen. 4, 3, 20; Plut. Ages. 19.) [*](3 προτειναμένους F H; προτεινομένοις Vulg. 4 προσερει- σαμένους P; affigant V; προερεισαμένους F; προερυσαμένους M; προερυσαμένοις vulg. 7 Κορωνίαν (id. 17. 20) 8 ἀγγέλων F ὅτι τέθνηκε vulg ; ὡς τ. H 10 ἐμπέσοι F] ἐμπέσει M; ἐμπέσῃ Plutarch.; ἀθυμήσῃ H | 14 προῆλθεν Plutarch. H vulg.; προσῆλθεν F ἐστεφανωμένους F1 ἔθυσεν χαριστήρια H 17 παρετάσσετο H 19 παρήγγελλεν K 20 Ἀθηναίους HF, sed W praefert Θηβαίους cum Xenoph., codice Fermati παρεκβολῶν, Wess. ad Diod. 12, 34; simliter2, 1, 24 Ἀθήνας M pro Θήβας; Ἀθηναίους καὶ Βοιωτούς Cas.)

62
ἤγγειλέ τις οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεαώνʼ· ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι, οἷ καὶ βούλοιντο, ὡς ἄρα εἴη σφαλερὸν συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.

[*](395)

Ἀγησίλαος ἐπὶ τῆς Ἀσίας τοὺς στρατιώτας ἔπεισε καταφρονεῖν τῶν βαρβάρων, οὓς τέως ἐδεδοίκεσαν, αἰχμαλώτους Πέρσας ἀποδύσας καὶ τοῖς Ἕλλησιν ἐπι- δείξας, τὰ μὲν σώματα αὐτῶν ἀσθενῆ καὶ λευκὰ διὰ τὴν τρυφὴν, τὸν δὲ κόσμον καὶ τὴν ἐσθῆτα πολυτελῆ, κἀκεῖνο Λακωνικῶς εἰπὼν πρὸς οὓς μὲν τὸν ἀγῶνα ἔχομεν, εἰσὶν οὗτοι· ὑπὲρ ὧν δὲ, ταῦτα᾿.

[*](377)

Οἱ σύμμαχοι Λακεδαιμονίους ᾐτιῶντο αὐτοὶ μὲν στρατευόμεθα πολλοὶ, Λάκωνες δὲ ὀλίγοι᾿ . Ἀγησίλαος ἐν πεδίῳ προσέταξεν ἰδίᾳ μὲν καθίσαι τοὺς Λάκωνας, ἰδίᾳ δὲ τοὺς συμμάχους. οἱ μὲν δὴ κριθέντες ἐκά- θηντο. κήρυξ δὲ ἠγόρευεν· ἀναστάντων οἱ κεραμεῖςʼ· ἀνέστησαν ἀπὸ τῶν συμμάχων οὐκ ὀλίγοι. ῾ δεύτεροι οἱ χαλκεῖςʼ· ἀνέστησαν πολλοί. τρίτον οἱ τέκτονεςʼ· ἀνέστησαν πλείονες· καὶ τοὺς ἄλλους βαναύσους καὶ τεχνίτας ἐφεξῆς κατέλεξεν, ὥστε ὀλίγου δεῖν πάντες ἀνέστησαν οἱ σύμμαχοι, Λακεδαιμονίων δὲ οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην βάναυσον ἐργάζεσθαι. [*](Cap. 1. § 6. Cf. Plut vita Ages. 9. et apophthegm. Lacon. Ages 13; Athen. 12 p. 550 e; Front. 1, 11, 17.) [*](Cap. 1. § 7. Cf. Plut Ages. 26 et apophthegm Lacon Ages 72.) [*](1 ἤγγελλε H; ἠρώτων Xenoph. || συμφεύγουσιν HF; confugiunt V; φεύγουσιν vulg τὸν νεὼν] τὸν νεὼν τῆς Ἀθηνᾶς vulg. ex Plut. Ages. 4 ἀναμαχουμένοις Hertlein 5 ἐποίησε Patakis 10 εἶπε vulg. || 15 οἱ μὲν διακριθέντες K cum Cas. || κάθηντο P || 18 τρίτοι Maasvic.)

63
οὕτως ἄρα ἐδιδάχθησαν οἱ σύμμαχοι πλείονας αὐτῶν εἶναι στρατιώτας τοὺς Λάκωνας.

Ἀγησίλαος εἰς Ἀσίαν ὅτε διέβη καὶ τὴν βασιλέως [*](396) ἐλυμαίνετο, Τισαφέρνης ἀνοχὰς συνέθετο. αἱ δὲ ἀνοχαὶ τρεῖς μῆνες, ἐφʼ τε βασιλέα πεῖσαι, ὅσαι πό- λεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι. οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρ- σης πολλὴν χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. ὀρρωδία καὶ φόβος. Ἀγησίλαος καὶ φαιδρὸς τὴν ὄψιν, μάλα δὴ γαννύμενος ἐστρατήγησε χάριν οἶδα Τισαφέρνῃ τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους τοὺς θεοὺς ἐποίησεν, ἡμῖν δὲ συμμάχους. ἴωμεν δὴ θαρροῦντες ὡς μαχούμενοι μετὰ τηλικούτων συμμά- χων᾿. ἀνεθάρρησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρα- τηγοῦ καὶ συμβαλόντες ἐνίκησαν τοὺς βαρβάρους.

[*](e.29,3)

Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποι- [*](395) οὺς, ὡς ἐξαπατῶν Tισαφέρνην στέλλεται μὲν φανερῶς ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. ἠγγέλη ταῦτα Τισαφέρνῃ. ὁ μὲν Πέρσης ὥρμησε Καρίαν φυλάττειν, ὁ δὲ Λάκων κατέδραμε Λυδίαν καὶ λείαν πολλὴν κατέσυρεν.

[*](e. 24,2)

Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλε. τῶν δὲ [*](391) ἀναφυγόντων ἐς τὰ ὄρη, οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν [*](Cap. 1. § 8. Cf. Xenopb. Ages. 1, 10; Hellen. 3, 4, 5 sq. 11 sq ; Corn. Nep vita Ages 2, 3 sq.) [*](Cap. 1. § 9. Cf Xenopb Hellen. 4, 3, 20; Plut Atges. 9. 10; Corn Nep. Ages 3; Front. 1, 8, 12.) [*](Cap. 1. § 10 Cf Xenopc Hellen. 4, 6, 5 sq.) [*](4 τι. σαφέρνης F littera post ι erasa 5 μῆνες vulg.; μῆνας F; εἰς τρ. μ Cas cf. 6, 53 6 καὶ δὴ del. R || 9 ἦν ὀρ Κ. cf. 2, 1, 14. 2, 3. 13 10 ἐστρατήγησε λέγων vulg 16 ἐπὶ τὰς CΚ ¦ 17 μὲν F H ; μὲν γὰρ vulg 19 τισ(erat τίσ)σαφερνη F || ὥρμησεν ἐπὶ H 21 κατέσχεν H.)

64
ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας διαπέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρ- νᾶνες καταφρονήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας, ἐκ τῶν ὀρῶν κατέβησαν ἐς τὰς πόλεις τὰς ἐν τοῖς πεδίοις. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολὺ πλῆθος ἀνθρώπων καὶ βοσκημάτων καὶ τῶν ἄλλων κτημάτων λαφυραγωγήσας ἀνέζευξεν.

[*](377)

Ἀγησίλαος πυθόμενος Θηβαίους τὴν κατὰ Σκῶλον πάροδον φυλάττειν, πάσαις ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις ἐν Θεσπείαις ἀναμένειν συνέταξεν· ἀλλὰ μὴν καὶ τὰ σιτία τῆς στρατιᾶς συγκομίζειν ἐκεῖσε. Θηβαῖοι ταῦτα πυθόμενοι μετῆλθον ἐπὶ τὴν κατὰ Θεσπείας πάροδον καὶ ταύτῃ παρεφύλαττον. Ἀγησίλαος δυοῖν ἡμερῶν ὁδὸν ἀνύσας ἡμέρᾳ μιᾷ τὴν κατὰ Σκῶλον πάροδον ἐρήμην εὑρὼν ἄνευ μάχης διῆλθεν.

[*](377)

Ἀγησίλαος ἐπόρθει τὴν Θηβαίδα. οἱ [Θηβαῖοι] [*](cf.e.47,3) κατελάβοντο λόφον ὑπὲρ τῆς ὁδοῦ δύσβατον, καλού- μενον Γραίας ἕδος, ὥστε ἦν καὶ τὸ παρατάσσεσθαι [*](Cap. 1. § 11 Cf Χen. Hellen. 5, 4, 48 sq.) [*](Cap. 1. § 12. Cf. Xen. Hellen. 5, 4, 49 sq.) [*](5 ρ΄ϡ΄ στάδια F; ρ΄ξ΄ Κ ex Xenoph 12. 15 Θεσπείαις et Θεσπείας F; Θεσπιαῖς et Θεσπιὰς Κ: cf. ad 2, 5, 2 et Eustath. ad Iliad. 2, 498 || 15 ταύτῃ F; ταύτην vulg. 16 ἡμέρᾳ μιᾷ Schneider ad Xenoph. Hellen. 5, 4, 48 et R; ἡμέραις δύο F; ἡμέρας δύο M; δυοῖν ἡμερῶν ὁδὸν ἐν μιᾷ ἀνύσας K 17 ἐρή- μην F]  ἔρημον M: cf. 5, 4. 5, 6 et 3, 9, 36. 4, 6, 16. 7, 17, 7 18 οἱ [Θηβαῖοι]  W; οἳ F 19 κατελάβοντο Dindorf. in Steph thes. II 748 B; κατέλαβον τὸν F καλούμενον m; καλέσας F: ὃν καλοῦσι Κ: cf 1, 5. 7, 39; καθʼ ὃ ἦν R 20 Γραίας Wesse- ing. ad Anton. Itin p. 327, cf. Schneider ad Xenoph Hellen. 5, 4, 50 et Steph Byz. s. v. Τάναγρα; ῥέος F; cf J. p. 539.)

65
δύσμαχον καὶ τὸ προχωρεῖν ἀδύνατον. προσποιεῖται δὴ λοξώσας τὴν στρατιὰν ἄγειν ἐπὶ τὸ ἄστυ τῶν Θηβαίων· καὶ γὰρ ἦν ἔρημον ἐξεστρατευκότων ἁπάν- των. Θηβαῖοι περὶ τῇ πόλει δείσαντες τὸν λόφον καταλιπόντες ἠπείγοντο ἐς τὸ ἄστυ· Ἀγησίλαος τὸν λόφον ἀκωλύτως διῆλθεν.

[Ἀγησίλαος,] ἐν Λεύκτροις Λακεδαιμονίων πολλῶν [*](371) ῥιψάντων τὰ ὅπλα καὶ λιπόντων τὴν τάξιν, ἵνα μὴ πολὺ πλῆθος ἄτιμον γένοιτο, ἠξίωσεν ἀποδειχθῆναινομοθέτης. ἐπειδὴ ἀπεδείχθη, οὐ καινοὺς νόμους ἔγραψεν, ἀλλὰ τοὺς παλαιοῖς ἰσχύειν μετὰ τὴν ἐν Λεύκτροις μάχην.

Ἀγησίλαος, ἐν τῇ Σπάρτῃ στάσεως γενομένης, [*](369) ὥστε τῶν ὁπλιτῶν οἱ πολλοὶ κατελάβοντο λόφον ἱερὸν Ἀρτέμιδος Ἰσσωρίας ἐγγὺς Πιτάνης· ἐνέκειντο δὲ Βοιωτοὶ καὶ Ἀρκάδες ἐμβεβληκότες, καὶ δέος ἦν ἀμή- χανον, ἐν τῷ πολέμῳ καὶ στάσις — οὐ μὴν αὐτὸς ἔδει- σεν, ἀλλὰ τὸ μὲν ὅπλοις βιάζεσθαι τοὺς ἐπὶ τοῖ λόφου σφαλερὸν, τὸ δὲ ἱκετεύειν ταπεινὸν ὂν παρῆκεν. αὐτὸς δὲ μόνος ἄοπλος ἀτρέπτῳ καὶ πολλῷ τῷ προσώπῳ πρὸς τὸν λόφον ἐλθών οὐκ ἐνταῦθα᾿ . ἔφη, ὦ νεανίαι, ὑμᾶς ἔταξα· ἀλλʼ ὑμεῖς μὲν εἰς τόνδε τὸν λόφον᾿ , ἕτερον δείξας, ὑμεῖς δὲ ἐς τόδε τὸ χωρίον ἄπιτε καὶ [*](Cap. 1. § 13. Cf Plut. Ages. 30; apophth. reg. et imp. Ages. 10; apophth. Lacon. Ages. 73.) [*](Cap. 1. § 14. Cf. Plut. Ages. 32; Corn. Nep. Ages. 6, 2.) [*](1 προχωρεῖν Heringe ; procedere V; προσχωρεῖν F 3 Θη- βαίων Hertiein: cf. ad 2, 30, 3; Θηβῶν F 7 [Ἀγησίλαος,] in- serui 8 λιπόντων vulg ; διαλιπόντων F; δὴ λιπόντων W 10 ἐπειδὴ F] ἐπεὶ δὲ C 12 γενομένης τῶν μὲν ὁπλιτῶν R 14 Ἰσσωρίας Meursius;  ἐσορίας F; Ὀρθείας vulg. || 16 ἔν τε τῷ πολέμῳ καὶ στάσει mutata interpunctione 18 ὂν vulg.; om. 19 πολλῷ] confert Abresch πολλῶ τῷ ὀφθαλμῷ βλέπειν; φαιδρῷ Κ ; ἁπλῷ Roth cf. 8, 8. 8, 23, 15 20 νεανία F.)

66
φρουρεῖτε᾿ . οἱ δὲ Λάκωνες, ὡς ἀγνοοῦντος τὴν διά- νοιαν αὐτῶν τῆς ἀποστάσεως, κατῃδέσθησαν καὶ οἷ προσέταξεν εὐπειθῶς ἀνεχώρησαν. νύκτωρ δὲ τοὺς ἐξάρχους τῆς στάσεως, ἄνδρας δώδεκα, ἄλλον ἄλλῃ ὑπεξάγων ἔπαυσε τὴν στάσιν.

[*](369)

Ἀγησίλαος, πολλῶν αὐτομολούντων καὶ τῆς στρα- [*](e.34,2) τιᾶς περιδεῶς ἐχούσης, ἵνα λανθάνοιεν τοὺς μένοντας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν ἀνὰ τὰς στιβάδας καὶ τὰ συσσίτια τὰς ἐρριμμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητοῖτο. οὐ τοίνυν οἱ αὐτομολοῦντες ἔτι ἐγιγνώσκοντο τῶν ὅπλων οὐ φαι- νομένων.

[*](396—394)

Ἀγησίλαος ἐπολιόρκει Φώκαιαν χρόνῳ μακρῷ καὶ [*](e.54,3) οὔτε τὴν πόλιν ἑλεῖν ἴσχυεν καὶ τοῦ χρόνου τὴν τριβὴν οὐκ ἔφερε. πολλῷ γε μὴν μᾶλλον ἐταλαιπώρουν οἱ τῶν Φωκαέων σύμμαχοι. ὁ δὲ διαλύσας τὴν πολιορ- κίαν ἀνεχώρησεν· ἄσμενοι δὴ καὶ οἱ τῶν Φωκαέων σύμμαχοι τῶν πολεμίων ἀπελθόντων ἀπηλλάγησαν. τότε Ἀγησίλαος ἐπιστρέφει, καὶ συμμάχων ἔρημον τὸ Φωκαέων ἄστυ κατελάβετο.

[*](394)

Ἀγησίλαος Μακεδονίαν διοδεύων ἔπεμψε πρὸς [*](e.15,2) Ἀέροπον Μακεδόνων βασιλέα ἐπὶ τῇ διόδῳ σπενδό- μενος. Ἀέροπος οὐκ ἐσπείσατο, αὐτὸς φήσας ἀπαν- [*](Cap. 1. § 15. Cf. Plut. Ages. 32.) [*](Cap. 1. § 16. Cf. Front. 3, 11, 2.) [*](Cap. 1. § 17. Cf. Polyaen. 4, 4, 3.) [*](2 οἷ Casaub.; οἷς F; ὡς quemadmodum V: cf. 2, 1, 5 8 πέμ- πων K 11 ζητῆται H || 14 Φώκαιαν scripsi; Φωκέων F; Φω- καέας Heringa; Φωκέας vulg. Front. 3, 11, 2 A. cum Phocenses (Phocaenses?) obsideret 18 21. Φωκαέων F] Φωκέων vulg. 24 αὐτὸς F] καὶ αὐτὸς M; ἀλλʼ αὐτὸς K.)

67
τήσειν, τὸ[δὲ]ἱππικὸν ἐξέταττε πυθόμενος ἱππέας ὀλίγους εἶναι τῷ Λάκωνι. ὁ δὲ, ἵνα δόξειε τῶν ὄντων πλεί- ονας ἱππέας ἔχειν, τὰ μὲν πεζὰ τέλη προέταξεν· ὄπι- σθεν δὲ τοὺς ἱππέας, ὅσους εἶχεν, ἐς διφαλαγγίαν ἐπί- στήσας, ἀνέμιξεν ὄνους καὶ ἡμιόνους καὶ τῶν ἵππων ὅσοι διὰ γῆρας ἀχθοφοροῦντες εἴποντο. τούτοις ἐπο- χούμενοι ἄνδρες ὅπλισιν ἱππικὴν ἔχοντες φαντασίαν παρέσχον ἱππικοῦ πολλοῦ. Ἀέροπος καταπλαγεὶς τὴν δίοδον ἐσπείσατο.

Ἀγησίλαος ἐστρατοπέδευεν ἐν Βοιωτίᾳ. τῶν συμ- μάχων συνάψαι μάχην δεδιότων, λάθρα δὲ ἐς Ὀρχο- μενὸν, φίλην πόλιν, ὑπορρεόντων, ἀφανῶς πέμψας πρὸς Ὀρχομενίους ἐκέλευσε μηδένα χωρὶς αὐτοῦ σύμ- μαχον δέχεσθαι. οὐ τοίνυν ἔχοντες ποῖ τρέποιντο οἱ σύμ- μαχοι οὐκέτι περὶ φυγῆς, ἀλλὰ περὶ νίκης ἐβουλεύοντο.

[*](e.32,3)

Ἀγησίλαος Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λα- [*](394) κωνικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿  οἱ μὲν διέστησαν· Θηβαῖοι δὲ διαδρα- μόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο, καὶ οὐκέτι φόνος ἦν ἀμφοτέρων, ἀλλὰ μόνων τῶν φευγόντων.

Ἀγησίλαος παραταξάμενος ἰδὼν ἐθελοκακοῦντας [*](Cap. 1. § 18. Cf. Froni. 1, 11, 5.) [*](Cap. 1. § 19. Cf. Front. 2, 6, 6.) [*](1 [δὲ]  add. Rud. Schoell || 3 ὄπιθεν F || 5 ἀνέμιξεν P, marg.; ὑπέταξεν H; ἀνέμεινεν F || 6 ἐπεπαύοντο K || τούτοις K, quod probavit Hertlein (Iahnii annal. 1861, p. 251 coll. 7, 10); τούτων F 7 ὅπλησιν F || 12 ὑπαπορρεόντων Hertlein (Iahnii annal 1861, p. 251) || 13 αὐτοῦ F || 22 φόνος corr F1 ex φόβος μόνων F] μόνον HM.)

68
τοὺς συμμάχους ἀνεχώρησεν· ἦν δὲ ἡ ἀναχώρησις διὰ στενῶν ὀρῶν, ἐν οἷς προσεδόκα τοὺς Βοιωτοὺς ἐπι- χειρήσειν. ἔταξεν οὖν τοὺς μὲν Λακεδαιμονίους προη- γεῖσθαι, τοὺς δὲ συμμάχους οὐραγεῖν, ἵνα τῶν πολε- μίων κατὰ τὴν οὐραγίαν προσκειμένων ἀνάγκην ἔχοιεν ἀνδρείως ἀγωνίζεσθαι.

[*](377)

Ἀγησίλαος ἐμβαλὼν ἐς Βοιωτίαν δῃοῦν καὶ δεν- δροτομεῖν τὴν χώραν ἐκέλευσε τοῖς συμμάχοις· τῶν δὲ ὀκνούντων παρήγγειλεν ἀπέχεσθαι δῃώσεως, τὰς μέντοι μεταστάσεις τοῦ στρατοπέδου δὶς καὶ τρὶς τῆς ἡμέρας ἐποιεῖτο. ἀναγκαίως οὖν τὰς καλύβας ἐγεί- ροντες ἔτεμνον τὰ δένδρα διὰ τὴν αὐτῶν χρείαν, οὐ διὰ τὴν τῶν πολεμίων βλάβην· ἴσον δὲ ἄρα ἦν τοῖς πολεμίοις τὸ βλάπτεσθαι.

[*](361/60)

Ἀγησίλαος ἐν Ἀἰγύπτῳ Νεκτανεβῷ συμμαχῶν ἐς χωρίον κατακλεισθεὶς περιετειχίζετο. τοῦ δὲ Αἰγυπτίου τὸν περιτειχισμὸν οὐ φέροντος, ἀλλὰ διακινδυνεύειν ἀξιοῦντος οὐκ ἐπείσθη, ἀλλʼ ἐνέμεινεν, ἕως περιετα- φρεύθη καὶ περιετειχίσθη τὸ πᾶν, πλὴν ὀλίγου τοῦδε, ὃ στόμα καὶ δίοδος ἦν τοῦ τείχους. Ἀγησίλαος ἀνε- βόησεν οὗτος τῆς ἀλκῆς ὁ καιρός᾿ , καὶ διὰ τοῦ στό- ματος ἐξώρμησεν κατʼ ὀλίγους τῶν πολεμίων ἐν τῇ στενότητι φονεύων, καὶ τὸ περιβεβλημένον τεῖχος ἔρυμα ἔχων πρὸς τὸ κυκλωθῆναι μὴ δύνασθαι.

[*](Cap. 1. § 22 Cf. Plut Apges. 39; apophth reg. et imp. Ages. 11; apophth. Lacon. Ages. 78; Diod. 15, 93.)[*](10 μετὰ στρατοπεδο δὶς spatiis circa ternarum lilterarum relictis F1 ; μεταστάσεις τοῦ στρατοπέδου δὶς corr. F2 12 αὐτῶν F 13 ἄρα ἦν F] ἦν ἄρα M; ἦν vulg 18 ἐνέμεινεν P2 ; ἐνέ- μενεν F περιετραφεύθη F 19 ὀλίγου τοῦδε F; ὀλίγου του, διʼ οὗ Hertlein 21 ὁ del. Hertlein 22 κατʼ ὀλίγους F; οὐκ ὀλίγους vulg., Gutschmid. cf. 2, 25.)
69
[*](cf. e. 34, 1)

Ἀγησίλαος πρὸς Βοιωτοὺς παρετάξατο. ἦν ἀμφίρ- [*](394) ροπος ἡ νίκη· νὺξ γὰρ διέλυσε τὴν μάχην. ὁ δὲ μέσης νυκτὸς τοὺς πιστοτάτους διέπεμψε κελεύσας οὓς δύ- ναιντο γνωρίσαι Σπαρτιάτας νεκροὺς, ἐπαμησαμένους κόνιν ἀποκρύψαι. οἱ μὲν τοῦτο πράξαντες πρὸ ἡμέρας ἀνεχώρησαν· οἱ πολέμιοι δὲ ἡμέρας γενομένης αὐτῶν νεκροὺς ἰδόντες ἅπαντας κειμένους, τοὺς δὲ τῶν Σπαρ- τιατῶν ὀλίγους, ἄθυμοι καὶ δειλότεροι ταῖς γνώμαις ἐγένοντο ὡς Ἀακεδαιμονίων τὴν νίκην ἐχόντων.

Ἀγησίλαος ἀπὸ τῆς Ἀσίας ἐπανιὼν διὰ Βοιωτίας [*](394) ἐπορεύετο· Θηβαῖοι προκατελάβοντο τὰ στενὰ, διʼ ὧν ἐχρῆν πορεύεσθαι. ὁ δὲ ἐπιμηκύνας τὴν φάλαγγα ἦγεν ἐπὶ δύο τάξας, παραγγείλας φανερῶς ὁρμᾶν ἐπὶ τὴν πόλιν. Θηβαῖοι δείσαντες, μὴ καταλάβοιτο τὰς Θήβας, ἔξω τῆς δυνάμεως οὔσης, ἀπολιπόντες τὰ στενὰ διὰ τάχους ἐπανῆλθον ἐς τὴν πόλιν· Ἀγησίλαος δὲ ἀσφαλῶς τὸ στράτευμα διεπόρευσεν.

Ἀγησίλαος ἐς Θήβας ἐνέβαλε· Θηβαῖοι τὸ πεδίον [*](377) διετάφρευσαν καὶ ἀπεχαράκωσαν· τοῦ χαρακώματος ἑκατέρωθεν δύο πάροδοι στεναί. βουλόμενος Ἀγησί- λαος παρελθεῖν πλινθίον τάξας κοῖλον προῆγεν ἐπὶ τὴν πάροδον τὴν κατὰ τὸ εὐώνυμον. Θηβαίων ἐνταῦθα πάντων ἀντιταξαμένων, ὁ δὲ μεταβαλόμενος ἀπʼ οὐρᾶς ἐπὶ τὴν ἑτέραν πάροδον τοὺς εἴργοντας οὐκ ἔχουσαν, εἴσω παρελθών τὴν χώραν τεμῶν ἐπανῆλθεν οὐδενὸς ἀντιστάντος.

[*](Cap. 1. § 24. Cf Front strat 1, 4, 3.)[*](6 αὐτῶν FP; τοὺς αὑτῶν vulg. || 13 τάξας F] τάξεις MD: cf. 5, 18; Herod 6, 111; Hertlein ad Χenoph Anab 4, 8, 11 | 14 καταλάβοιτο Rud. Schoell; καταλάβοιντο F || 15 Ἀθήνας M | 16 διὰ τοῦ τάχους F || 23 μεταβαλλόμενος F, corr. Κ et Patakis.)
70

Ἀγησίλαος ἐστρατοπεδεύσατο Ἀαμψάκου πλησίον. ἧκόν τινες ἐκ τῶν μετάλλων ἐκπεπηδηκότες Ἕληνες ἀγγέλλοντες, ὡς ἄρα Λαμψακηνοῖς πάντες μεταλλεύου- σιν οὕς ἄν λάβωσι. τὸ στράτευμα ἠγανάκτησε, καὶ πρὸς τὸ τεῖχος ὥρμησε διαρπασόμενον τὴν πόλιν. Ἀγησίλαος κωλῦσαι μὴ δυνάμενος σῶσαι τὴν πόλιν βουλόμενος ὡς ὑπεραγανακτῶν δὴ ἐκέλευσεν αὐτοὺς δραμόντας ἐκκόψαι τὰς ἀμπέλους πρώτας· εἶναι γὰρ τῶν πρῶώτων Ἀαμψακηνῶν. οἱ δὲ πρὸς τὸ ἐκκόπτειν ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ- ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν.

[*](369)

Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ [*](e.48,2) Θηβαίων, μέσου |τοῦ] ποταμοῦ διείργοντος, ὁρῶν τοὺς Λακεδαιμονίους διαβαίνειν τὸν ἴὐρώταν προθυμου- μένους, δεδοικς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπῶν καὶ στρα- τηγὸν ἐπʼ αὐτῶν τὸν Θθάσιον Σύμμαχον, ἐντειλάμενος, Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς περὶ Σ.ύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες, [*](Cap. 1. § 27 Cf FPιont stat 1, 10, 3. Dod 15, 65.) [*](3 Ἀαμψακηνοῖς Hertiem et idem παρὰ pro ἄρα; Iαμψακη- νοὶ F ὡς ἄρα legitur 1, 43. 2, 1, 4. 2, 1, 27. 5, 3, 2 8, 22 πάντας Cas. μεταλλεύειν κελεύουσιν Malma 13 [τοῦ] R 14 εὺρῶτα || 23 αὐτὸς M ; αὐτοὺς F 24 ἐπεστησεν F; υπέστησεν vulg.)

71
διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ- πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.

[*](e.32,4)

Ἀγησίλαος ἐς τὴν Μεσσηνίαν ἐμβαλῶν ἔπεμψε κατά- σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι τῆς πćλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα καὶ τὰ ἐλεύθερα σῶώματα, ἀνέζευξεν ὡς ἀπεγνωκότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειοτέρως μα- χουμένων.

Ἀγησίλαος, ἐπειδὴ Ἀακεδαιμόνιοι κατακλεισθέντες [*](369) εἴσω τῆς Σπάρτης ὑπὸ Θθηβαίων οὐκ ἔφερον τὸ τει- χήρεις μετὰ τῶν γυναικῶν φρουρεῖσθαι, ἀλλʼ ἐπεξελ- θόντες γενναῖόν τι δρῶντες ἢ κρατεῖν ἢ ἀποθνήσκειν ροῦντο, ἀπέτρεψεν αὐτοὺς ἀναμνήσας, ὅτι καὶ ἡμεῖς ποτε Ἀθηναίους τειχήρεις ἐποιήσαμεν· οἱ δὲ οὐκ ἡξίω- σαν ἐπεξελθόντες αὐτοὺς ἀναλῶσαι πάντας, ἀλλὰ τῆς πόλεως καὶ τῶν τειχῶν φύλακας καταστησάμενοι αὐ- τοὺς διεσώσαντο, τῶν πολιορκούντων πονηθέντων τῷ χρόνῳ καὶ αὐτῶν ἑκόντων ἀποστάντων.

[*](e.42,2)

Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγε πολλὴν τῶν βαρ- [*](396) βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων· ὁ δʼ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους, δεδεμέ- νους γυμνοὺς προέταξε τοῦ στρατοπέδου. οἱ προσ- [*](Cap. 1. § 30. Cf. Front. strat. 1, 4, 2.) [*](5 προΐασιν F] προιᾶσιν vulg. 6 Post τέκ α lacunam statuit Luςgebil, Iahnii annal. suppl. V, p. 545 sq., qua suppl καὶ οἱ δοῦλοι vel tale quid; καὶ [πάντα| τὰ Rud. Schoell ||ἀνέζευ- ξαν F, ; corr. F.2 11 τῶν om. M 12 ἀποθνήσκειν F] ἀποθανεῖν M cf. 1, 17 2, 5, 1. 8, 49 et 2, 38, 1. 7, 46 13 ἀπέτρεψεν C ; ἀπέστρεψεν F 15 et 16 αὐτοὺς F 17 πολιορκούντων ορ- pugnatoribus V;  πολιορκηθέντων F ποιηθέντων F 21 βαρβά- ρους FH; βαρβάρων CΚ 22 γυμνοὺς Herttein coll. 3, 9, 62; μόνους F; γυμνοὺς μόνους H; μόνους del. K.)

72
χκείμενοι γνωρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

[*](394)

Ἀγησίλαος εἰς Μένδαν ἀττικίζουσαν λάθρα νυκτὸς παρελθὼν τὸ καρτερῶώτατον τῆς πόλεως κατασχῶῶν, τῶν Μενδαίων ἀγανακτούντων καὶ σπουδῇ συνελθόντων εἰς ἐκκλησίαν, ἐπιστὰς τῖ’, ἔφη, θορυβεῖσθε; οἱ γὰρ ἡμίσεις ὑμῶν κοινωνοῦσι τῆς προδοσίας τῶν ἐμοὶ καταλαβεῖν τὴν πόλιν παρασχόντων. οἱ Μενδαῖοιάλλή- λους ὑπόπτους ἡγησάμενοι τῆς ταραχῆς ἐπαύσαντο.

Ἀγησίλαος τοὺς ἐνδόξους καὶ πολυφίλους αίχμα- [*](e.42,3) λώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ήξξίου τῶν πο [*](e.8,2) λεμίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν, οἷς διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων. τούτοις ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.

Κλέαρχος πολλὴν στρατιὰν ἄγων ἦλθεν ἐπὶ πο [*](e.48,3) ταμὸν τῇ μὲν εὐδιάβατον ἄχρι κνήμης, τῇ δὲ βαθὺν ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον [*](Cap. 2. e fontius cf. J. p. 527—533.) [*](8 παρασχόντων R Patakis; κατασχόντων 10 λαμβάνων αἰχμ. H 13 πολεμίων F H; πολιτῶν 14 αὐτὸν Hertlein, αὐτὸν FH 15 διαλέξεται K, qnod Hertiein in textum reci- piendum esse censet, non propter aoristi formam διαλέξηται, quam F exhiοet (cf. 3, 9, 40. 5, 35) sed quod ofendat modus coniunctivus 16 συγγιγνομένοις F 17 σπονδῶν H vulg.; σπο- δῶν FV: cf. 5, 5 20 ἐπὶ τὸν ποταμὸν F, ; corr. F2.)

73
ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο- νῶώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ- γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἥγαγε διὰ τοῦ βαθυ- τέρου, ἴνα τὸ μὲν πολὺ τοῦ σῶώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ καταά τὸ εὔπορον τοῦ ποταμοῦ διλθεν ἀκωλύτως.

[*](e.16,3)

Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν [*](401) Ελλήνων ἐστρατοπέδευεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ. Τισαφέρνης πρέσβεις πέμψας ήξίου μένειν αὐτόθι τοὺς λληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέ- αρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους, ὅπως Τι- σαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειε τοὺς πολλοῖς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν. ὁ δὲ νύκτωρ τοὺς λληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέραν ὅλην καὶ νύκτα τοῦ Τισαφέρνου βραδέως τοὺς δια- λυθέντας συνάγοντος.

[*](e.1)

Κλέαρχος Κύρῳ μὲν συνεβούλευεν αὐτῷ μὴ κιν- [*](401) δυνεύειν, ἀλλʼ ἐφορᾶν τὴν μάχην· μαχόμενον γὰρ μηδὲν μέγα συμπράξειν τῷ σώματι, παθόντα δέ [τι] [*](Cap. 2. § 2. Cf. enoph. Anap. 2, 1 sqq ; Ktesias ap. Photium § 58.) [*](Cap. 2. § 3. Ad priorem partem cf. Plut. Artaz. 8, ad alte- ram Diod. 14, 23. — O. Kaemel, Philol. 34 p. 516 sqq.; W. Vollbrecht, Ζur Wdrdigung und Erklärung von Xenophons Anabasis (Ratcepug 1880) p. 7 sq.; J. p. 527—529.) [*](6 διαβάντες Hertlein 10 ἐστρατοπέδευεν F] ἐστρατοπέδευ- σεν vulg. 11 τισσαφέρνης F 12 αὐτῷ FP 18 τοῦ om. H ||τισ- σαφέρνου F 19 συνάγοντος ; συναγαγόντος FH 22 μηδὲν [ἂν| Κ συμπράξειν Hertlein; συμπρᾶξαι L [τι| fatakis.)

74
πάντας ἀπολεῖν τοὺς μετʼ αὐτοῦ. τὴν δὲ φάλαγγα τῶν Ελλήνων κατʼ ἀρχὰς μὲν βάδην ἡγε τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἥμελ- λεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. καὶ δὴ τὸ λληνικὸν κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν.

[*](401)

Κλέαρχος μετὰ τὸν Κύρου θάνατον τῶν Ἑλλήνων κατασχόντων χῶώραν πολλὴν καὶ ἀγαθὴν — ποταμὸς ἐκυκλοῦτο τὴν χώραν ἐλαχίστῳ διειργομένην ἰσθμῷ μὴ νῆσον εἶναι  — κωλύων ἔνδον στρατοπεδεύειν, ὡς οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγ- γέλλοντα βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαιʹ. τοῦτʼ ἀκούσαντες οἱ λληνες καὶ πεισθέντες Κλεάρχῳ στρατοπεδεύουσιν ἐκτὸς ἰσθμοῦ.

[*](402—401)

Κλέαρχος λείαν ἄγων πολλὴν ἐπὶ λόφου κατα- ληφθεὶς, περιχαρακευόμενος ὑπὸ τῶν πολεμίων, δεομέ- νων τῶν γεμόνων διακινδυνείειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαρρεῖν αὐτοὺς ἐκέλευσεν, ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. ἑσπέρας δὲ προσιούσης καταλιπῶν τὴν λείαν κατὰ τὸ διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων.

[*](402—401)

Κλέαρχος λεηλατήσας Θρᾴκην μὴ φθάσας ἐπαν- [*](e.10,1) [*](Cap. 2. § 4 Cf. Xenoph Anab. 2, 4, 14—25.) [*](1 ἀπολεῖν Hertlein; perditurum V ; ἀπολιπεῖν F τοῖς μετʼ αὐτοῦ FH 9 διειργομένην Schneider ad enoph. Acap. 2, 4,22 Κ et Hertiein coll. Achille Tatio 4. 12: εἰς γὰρ αὐτὴν διεῖργεν στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι: διειργόμενος F; cf. etiam Tnucvd. 6, 1 cum interpr. 10 νῆσον F] νῆσος Casaub. et Darmarius in mhrg. δ 11 ἀπαγγέλοντα F 14 τοῦ ἰσθυοῦ 20 προσιούσης F] προιούσης vulg 21 διεξεπαίσατο k, διε- ξεπέσατο F; διεσπάσατο vulg.; διεξέπεσε R.)

75
ελθεῖν ἐς Βυζάντιον ἐστρατοπέδευσε πλησίον ὄρους Θρᾳκίου. τῶν δὲ Θρᾳκῶν ἀθροιζομένων εἰδὼς ὅτι οἰνωθέντες ἐκ τῶν ὀρῶν ὁρμῶώμενοι νύκτωρ ἐπιθή- σονται, προσέταξεν ἐν τοῖς ὅπλοις διατελεῖν καὶ τὰς ἐγέρσεις ποιεῖσθαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾳκιον τρόπον. οἱ δὲ ὡς τῶν πολεμίων ἐπιφαινομένων ἦσαν ἕτοιμοι πρὸς μάχην. ἐν τούτῳ καὶ οἱ Θρᾷκες ἐπεφάνησαν ὡς καθεύδοντας αἱρήσοντες· οἱ δὲ ἐγρηγορίτες καὶ ὡπλισμένοι δεξά- μενοι τοὺς ἐπιδραμόντας πλείστους αὐτῶν ἀπέκτειναν.

Κλέαρχος ἀποστάντων Βυζαντίων ζημιωθεὶς ὑπὸ τῶν ἐφόρων ἐς Ἀάμψακον κατέπλευσε ναῦς ἔχων τέσ- σαρας καὶ διέτριβεν ἐνταῦθα μεθύειν καὶ κωμάζειν προσποιούιενος. ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάν- τιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. ὁ δὲ ὡς ἀδυνάτως ἔχων διὰ [*](403) τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς ἡμέρᾳ τρίτῃ προσή- κατο καὶ δεηθέντας οἰκτεῖραι φάσκων ὑπέσχετο συμ- μαχήσειν. πληρῶώσας δὲ δὴ ναῦς δύοπρὸς ταῖς τέτταρσι κατέπλευσεν ἐς Sυζάντιον καὶ συναγαγὼν ἐκκλησίαν συνεβούλευσε πάντας τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας ἐπιβῆναι τῶν νεῶν ὡς ἐπιθησομένους ὄπισθεν τοῖς Θρᾳξὶ, τοὺς δὲ κυβερνήτας ἀναχθέντας ἐπʼ ἀγκυρῶν [*](Gap. 2. § 7. Cf. Diod 14, 12. — Schaefer, emostn. I1, p.24.) [*](3 οἰνωθέντες F] σωθέντες vulg ; σινωθέντες Iac. Gronovius; συθέντες Heιinga; συνθέοντες K;λαθόντες Blume ex, V 4 πάντας διάγειν H 5 ποιῆσαι H 7 Θρᾴχᾳειον Κ Θθρακεῖον F 8 ἐπι- φερομένων H 14 μεθύων F ; corr. vulg 15 θρακῶν in ras. F. 17 τῆς ὑπὸ Κλεάρχου vulg. 23 ὡς ἐπιθισομένους F; ὡς οθησοαένους M ὄπιθεν F.)

76
σαλεύειν, ἔστʼ ἂν ἴδωσιν αἰρόμενον ὑπʼ αὐτοῦ τὸ σημεῖον τῆς μάχης. οὕτω δὴ πάντων ἀναχθέντων ὁ Κλέαρχος διψῆν ἔφη πρὸς τοὺς στρατηγοὺς καὶ πλησίον ἰδῶν καπηλεῖον μετʼ αὐτῶν εἰσελθὼν φυλακὴν κατα- στήσας ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας τὸ καπηλεῖον καὶ προστάξας τῷ καπήλῳ σιωπᾶν, τῶν στρατηγῶν ἀνῃρημένων, τῶν ὁπλιτῶν ἀνηγμένων αὐτὸς τοὺς αὐτοῦ στρατιῶώτας διὰ τάχους εἰσαγαγών κατέσχε τό Βυζάντιον.

[*](402—401)

Κλέαρχος ἐλεηλάτει τὴν Θρᾴκην καὶ πολλοὺς ἔκτεινε Θρᾳκῶν· οἱ δὲ πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. ὁ δὲ τὴν εἰρήνην ἐπιζή- μιον ἡγούμενος ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώ- ματα δύο ἢ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνα- κρεμάσαι· εἰ δὲ οἱ Θθρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν, προσέταξε λέγειν Κλεάρχῳ δεῖπνον παρασκευάζεταιʼ. ταῦτα οἱ πρέσβεις τῶν Θρακῶν ἰδόντες φρίξαντες ἀνε- χώρησαν μηδὲν περὶ τῶν διαλύσεων εἰπεῖν ἔτι τολ- μήσαντες.

[*](402—401)

Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων [*](e,37.3) πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατόπεδον ὀκτ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέ- ρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλε τὸ ἐγχει- ρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὥρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν [ἐκ τῶν] ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ [*](Cap 2 § 8 Cf Front. 3, 5, 1.) [*](1 ἔστʼ ἂν Roen ad Greg. Cor p. 224; ὅτʼ ἄν F 7 ὁπλιτῶν Κoen p 60; πολιτῶν F 18 τῶν om vulg || 25 ἀπήγαγεν H 26 ἐ?? τῶν om F; add vulg.)

77
πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλοις· οἱ Κλεάρχειοι δὲ ἀνήρουν τοὺς ἱππέας χαμαὶ κειμένους.

[*](e.27)

Κλέαρχος ἦν ἐν Θρκῃ· νυκτερινοὶ φόβοι τὸ ατρά- [*](402—401) τευμα κατελάμβανον. ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυ- κτερινοῦ φόβου, καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι.

Ἐπαμινώνδουτῆς γυναικὸς ἠράσθη οιβίδας,φρου- [*](379) ρῶν τὴν Καδμείαν· ἡ δὲ τῷ ἀνδρὶ τὴν πεῖραν ἐμή- νυσεν. παμινῶώνδας προσέταξεν αὐτῇ τὸν Φοιβίδαν * * ὑποκρίνασθαι καὶ νύκτα συνθέσθαι ὡς καὶ τοῖς φίλοις αὐτοῦ γυναῖκας ἄλλας ἄξουσαν. ταῦτα μὲν δὴ συνέθεντο· αἱ δὲ ἡκον καὶ συνέπιον τοῖς περὶ τὸν Φοιβίδαν ἄχρι μέθης. καὶ ῇτήσαντο πρὸς ὀλίγον ἐξελθεῖν ἐπί τινα θυσίαν νυκτερινὴν ὡς αὐτίκα ἀνα- στρέφουσαι. οἱ μὲν ἐπέτρεψαν τοῖς θυρωροῖς προσ- τάξαντες πάλιν αὐτὰς ἐσδέξασθαι αῖ δὲ ἀπῆλθον. [*](Cap. 3. De fontious cf. J. p. 545 550.) [*](4 ἀλλήλοις M; ἀλλήλους F; ἀλλήλων H cf. 8, 21 ||Χλεάρ- χειοι W; Κλεάρχιοι F: cf. Θθιβρώνειοι 2, 19, Εὐμενείων 4, 6, 13, Σελεύκειοι et Ἀντιγόνειοι 4, 9, 1, εμνόνειοι 5, 44, 2, Ἀγαθο- κλείων 6, 41, 1 10 τοῦ om. H 14 ψοιβίδας W coll. 2, 5, 2; φοιβιάδας et 20 φοιβιάδαν F; Φοιβιάδης vulg. (cf. p. 78, 5) 17 Φοιβ. ὑποκρίνασθαι F; φιλεῖν suppl. vulg , προσίεσθαι Rud. Schoell 19 συνέθεντο F] συνέθετο vulg. 23 ἀπῆλθον D; ὑπ- εξῆλθον M; ὑπῆλθον F; ἐπῆλθον vulg.)

78
πρὸς δὲ ταῖς πύλαις ἀγένειοι νεανίσκοι τὰς τῶν γυναι- κῶν ἐσθῆτας ἀλλαξάμενοι καὶ μίαν αὐτῶν παραλαβόντες ἡγεμόνα τῆς ὁδοῦ τῆς ἔνδον, ἢ καὶ βραχέα λαλήσειν τοῖς πυλωροῖς ἔμελλεν, οὕτως ἄρα ἐπελθόντες τόν τε ῶοιβίδαν αὐτὸν καὶ ὅσοι ἀμφʼ αὐτὸν πάντας ἔκτειναν.

[*](371)

Ἐπαμινώνδας Θηβαίων ἡγεῖτο, Ἀακεδαιμονίων [*](e.14,4) Κλεόμβροτος· Ἀεῦκτρα ἔνθα ἡ μάχη· τὸ μὲν ἔργον ἰσόρροπον ἦν. παμινῶώνδας παρὰ Θηβαίων ἦτήσατο ἓν βῆμα χαρίσασθέ μοι, καὶ τὴν νίκην ἕξομενʹ. ἐπεί- σθησαν, ἐνίκησαν. οἱ Ἀάκωνες εἶξαν, καὶ Κλεόμβροτος ὁ βασιλεὺς ἔπεσεν ἐν τῇ μάχῃ.

[*](371)

Ἐπαμινῶώνδας ἔν Ἀεύκτροις προσῆγεν ἥδη τὴν [*](e.5,1) φάλαγγα· Θθεσπιεῖς ἐθελοκακοῦντες εἴποντο. οὐκ ἠγνόησεν παμινῶώνδας, ἀλλὰ ὅπως μὴ ταράττοιτο ἡ τάξις ἐν τῷ καιρῷ τῆς μάχης, ἐκήρυξε Βοιωτῶν ἀπιέναι τοῖς βουλομένοις ἐξέστωʼ. Θθεσπιεῖς μὲν αὐτοῖς ὅπλοις ἀπηλλάσσοντο· παμινῶώνδας δὲ τοῖς μείνασιν ὁπλίταις συντεταμένοις καὶ προθύμοις χρησάμενος εὐκλεῶς ἐνί- κησεν.

[*](369 (vel 367?))

Ἐπαμινῶώνδας ὑπερέβαλλεν ἐς Πελοπόννησον.οί πο λέμιοι κατὰ τὸ Ονειον (ἐμβαλόντες) ἐστρατοπεδεύοντο. βροντὴ γίγνεται, καὶ φόβος αἱρεῖ τοὺς στρατιῶώτας. ὁ μὲν μάντις ἐπισχεῖν ἐκέλευεν. παμινῶώνδας δὲ μη- δαμῶςʹ, ἔφη· τοὺς πολεμίους γὰρ ἐν τοιούτῳ χωρίῳ [*](Cap. 3. § 3 Cf. Paus. 9, 13, 8.) [*](Cap. 3. § 4. Cf Plut. apophtbegm. reg. et imp. Epam 9. — Schaefer, Demosth. I 1 p. 78 et91.) [*](5 φοιβίδαν F1]  φοιβιάδαν F2 7 ἔνθα ἧν ἡ μάχη M, at cf. 4, 6, 8 9 χαρίσασθαι F 18 συντεταμένοις Hertlein coll. 4, 2, 22; συντεταγμένοις F 20 ὑπερέβαλλεν Armarius sup. scr. in δ; ὑπερέβαλεν F; ἐνέβαλλεν vulg. πελοπόνησον F et sic saepe 21 (ἐμἴαλόντες) seclusi; ἐμβαλόντος Hertlein.)

79
στρατοπεδεύσαντας ἐμβεβροντῆσθαι. ὁ λόγος τοῦ στρα- τηγοῦ θάρσος ἐνέδωκε τοῖς στρατιῶώταις, καὶ προθύ- μως ἠκολούθησαν.

Ἐπαμινώνδας ἐνέβαλεν ἐς τὴν Ἀακωνικὴν καὶ [*](370,69) οἷός τε ἦν διαρπάσαι τὴν Ἀακεδαιμονίων πόλιν· ἀλλὰ μεταγνοὺς οίχ ἁψάμενος τῆς πόλεως ἀνέζευξεν. οἱ συνάρχοντες ἠπείλουν αὐτῷ δίκην· ὁ δὲ δείξας αὐτοῖς τοὺς συμμάχους Ἀρκάδας, εσηνίους, Ἀργείους, καὶ ὅσοι ἄλλοι Πελοποννήσιοι εἰ Ἀακεδαιμονίους ἀνάστα- τους ἐπεποιήκειμενʹ, ἔφη, νῦν ἐχρῆν πᾶσιν ἂν τούτοις μάχεσθαι· ὡς καὶ νῦν συμμαχοῦσιν ἡμῖν Λακεδαιμο- νίους καθαιροῦντες, οὐχὶ Θηβαίους αὔξοντες.

[*](e.14,5)

Ἐπαμινώνδας τοὺς eηβαίους ἔπεισε τοῖς ἐπιδη- [*](383—379) μοῦσι Λακεδαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν· οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρροῦντες ἐξήνεγκαν.

[*](e.13,3)

Ἐπαμινῶώνδας ἀεὶ τὴν δύναμιν ἄμα ἡλίῳ προῆγε δόξαν ἐμποιῶν, ὡς ἐκ τοῦ προφανοῦς διαμάχοιτο· ἐν δὲ Πελοποννήσῳ νυκτὸς ἐπαναστὰς προσέπεσεν ἀπροσ- δοκήτως Ἀακεδαιμονίοις ἔτι καθεύδουσιν.

Ἐπαμινῶώνδας ἡγεῖτο Θηβαίων, Κλεόμβροτος Λακε [*](371) [*](Cap. 3. § 5. Cf. Hertzberg, Agesiiaos p 359, not. 181.) [*](Cap. 3 § 8. Cf. Dodor. 15, 53 sq. — Cf. quae E. Bachof in Iahnii annal. 1879, p. 167 sq. de his disseruit. 5 οἷός τε vulg.; ὥστε F Λακεδαιμονίαν F: cf 2, 3, 10 et 2, 30, 3 8 τοῖς συμμάχοις F 10 πεποιήκειμεν F vulg 11 ὡς] oἵ R 15 καταβάλλοντες H; καταβαλόντες F; καταλαβόντες vulg. 19 προφανοῦς R; διαφανοῦς F διαμάχοιτο D; διαμά- χοιντο F M; ὡς οὐδέποτε κλέψαι βούλοιτο H; διαμαχοῖτο censor lenensis et Hertlein; διαμαχήσοιτο vel διαμαχέσοιτο Κ : cf. ad 2, 1, 28 20 ἀπροσδοκήτοις W ex V inopinantes et dormientes obruit.)

80
δαιμονίων καὶ τῶν συμμάχων, τετρακισμυρίων. ἐδε- δοίκεσαν οἱ Θηβαῖοι τὸ πλῆθος τῶν πολεμίων. πα- μινῶώνδας θαρρεῖν αὐτοὺς ἔπεισε δυσὶ τεχνάσμασι. παρεσκεύασεν ἄνδρα ἀγνῶτα προελθοῦσιν αὐτοῖς τῆς πόλεως ἐστεφανωμένον καὶ ταινίας ἔχοντα πρῶτον ἀπαντῆσαι ἀγγέλλοντα· ὁ Τροφώνιός μοι προσέταξεν ἀπαγγεῖλαι Θηβαίοις, ὅτι νίκην δίδωσι τοῖς ἄρχουσι τῆς μάχης. τῶν δὲ Θηβαίων θαρσησάντων καὶ τὴν τοῦ θεοῦ πρόσθεσιν προσκυνησάντων παμινῶώνδας ἐκέλευσε καὶ ἐς τὸ ρακλεῖον ἐλθόντας προσεύξασθαι. ἦν δὲ ἄρα καὶ πρὸς τὸν ἱερέα τοῦ ρακλέους πάλαι προσυγκείμενον, τὸν μὲν νεῶών νύκτωρ ἀνοῖξαι, τὰ δὶ ἀνακείμενα ὅπλα καθελεῖν καὶ ἀποσμήξαντα παραθεῖναι τῷ θεῷ· καὶ αὐτόν τε καὶ τοὺς μετʼ αὐτοῦ ζακόρους ἐκποδῶών οἴχεσθαι μηδενὶ μηδὲν ἀπαγγείλαντας. ἐπεὶ δὲ οἱ στρατιῶται σὺν ἡγεμόσιν ἐς τὸ ἱερὸν ἐλθόντες εἶδον τὰς θύρας ἀνεῳγμένας οὐδενὸς τῶν ζακόρων παρόντος, εἶδον δὲ καὶ τὰ ὅπλα τὰ παλαιὰ νεόσμηκτα καὶ λάμποντα ἔμπροσθεν τοῦ θεοῦ, ἠλάλαξαν καὶ δαιμονίου θάρσους ἐνεπλήσθησαν ὥσπερ τὸν Ηρακλέα στρατηγὸν τῆς μάχης ἔχοντες. οὕτω δὴ συνέβη αὐτοῖς θαρσήσασι κρατῆσαι τῶν τετρακισμυρίων.

[*](369)

Ἐπαμινώνδας βουλόμενος ἐμβαλεῖν ἐς Ἀακεδαί [*](e.25,2) μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ Λακωνικὴ, [*](Cap. 3. § 9. Cf. Χenoph. Helien. 7, 1, 15 —18; Diod. 15, 68; Front. 2, 5,26.) [*](3 ἔπεισεν F]  ἐποίησεν Hertlein (Ianii annal. 1867, p 606) || 4 παρεσκεύασεν H; παρεσκεύαζεν F προσελθοῦσιν F 6 ἀγγέ- λοντα F 10 καὶ del. R 12 προσυγκείμενον ; προσκείμενον F νεῶώ F, 13 ἀποσμήξαν F, παραθῆναι F 15 ἐπαγγείλαντας F2; ἐπαγγείλαντος F, 16 σὺν τοῖς ἡγεμόσιν Κ 17 εῖδον τὰς M: ἰδόντες F; ἰδόντες τὰς vulg ; εἶδον μὲν τὰς Κ ex coni. Cas. 21 αὐτοῖς vel Θηβαίοις R; τοῖς F 23 προσβαλεῖν H.)

81
ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίμισεν ὑπʼ αὐτῷ τῷ νείῳ. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαι- πώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἄνα- στήσας τὸ στρατόπεδον παμινῶώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως παρῆλθεν.

[*](e.34,3)

Ἐπαμινῶώνδας ἐπεχείρησε νυκτὸς καταλαβέσθαι [*](362) [τὴν] Ἀακεδαιμονίων πόλιν ἐρήμην οὖσαν πολιτῶν. Ἀγησίλαος τὴν ἐπίθεσιν παρὰ αὐτομόλων μαθών, συντόνως δραμὼν μετὰ τῆς αὐτοῦ δυνάμεως, φθάσας εἴσω τῆς πόλεως παρελθεῖν ἀνέμενε τοὺς ηβαίουςʼ οἱ δὲ προσπεσόντες ἐξῶώσθησαν μετὰ βίας ὑπὸ τῶν Λακεδαιμονίων. ὡς δὲ ἐν ἰσχυρῷ κινδύνῳ ταραχωδῶς ἐμπεσόντες καὶ διὰ νυκτὸς φεύγειν βιασθέντες ἀπέ- βαλον πολλοὶ τὰς ἀσπίδας, παμινῶώνδας ἰδάών τὸ γεγονὸς οὐ βουλόμενος ἐλεγχθῆναι τοὺς ῥιψάσπιδας ἐκήρυξε μηδεὶς τῶν ὁπλιτῶν αὐτὸς φερέτω τὴν ἀσπίδα, ἀλλὰ διδότω τοῖς ὑπασπισταῖς ἢ τοῖc ἄλλοις ἀκόλου- θοις· αὐτοὶ δὲ μόνα τὰ δόρατα καὶ τὰ ἐγχειρίδια ἔχον- τες τῷ ἡγεμόνι ἕπεσθεʼ οὕτως ἄρα τὸ πλῆθος ἔλαθον οἱ τὰ ὅπλα ἀποβαλόντες καὶ προθυμότερον ὑπήκουον [*](Cap. 3. § 10. Cf. Front. 3, 11, 5.) [*](1 μέλλω ν F, H; μελλον F2 M ; μέλλοι vulg. παριέναι H et Hertiein (coll. παρῆλθεν infra v 7 et 3, 9, 33); παρεῖναι F 2 κατεκοίμισεν H; κατεκοίμησεν F 4 ἕως FH: ἡ ἕως vulg.: cf. 1. 39, 1 1, 40, 5. 1, 41, 1. 1, 43, 2. 2, 1, 10 etc. 7 κατῆλθεν H 9 [ τὴν]  Κ ex emend. Cas.. cf. 2, 3, 5 11 συντόνως Cas. Κ; συντόμως F αὐτοῦ F 12 ἀνέμεινε vulg. 13 ἐκπεσόντες Κ 15 ἀπέβαλον F]  ἀπέβαλλον vulg. 21 ἕπεσθε Koen. p. 198; ἕπεσθαι F διὰ τὸ πλῆθος Patakis.)

82
τῷ Ἐπαμινώνδᾳ πρὸς τοὺς μέλλοντας κινδύνους ἀντὶ τῆς εὐεργεσίας ταύτης.

Ἐπαμινώνδας Λακεδαιμονίοις παρετάσσετο· τῆς δὲ μάχης καρτερᾶς γενομένης, πολλῶν ἀμφοτέρωθεν πεσόντων, νυκτὸς ἀφελομένης τὸ τέλος τῆς νίκης ἀνε- χώρησαν ἐπὶ τὸ στρατόπεδον ἕκαστοι. Λακεδαιμόνιοι μὲν δὴ κατὰ λόχους καὶ μόρας [καὶ] ἐνωμοτίας καὶ συσσίτια στρατοπεδεύοντες ἔμαθον τὸ πλῆθος τῶν ἀπολωλότων καὶ οὕτως ἀθυμήσαντες ἐς ὕπνον ἐτρά- ποντο. Θηβαίοις δὲ παρήγγειλεν Ἐπαμινώνδας κατα- στρατοπεδεύειν, ὡς ἔτυχον ἕκαστοι, καὶ μὴ ζητεῖν τοὺς λόχους μηδὲ τὰς τάξεις, ἀλλὰ ὡς τάχιστα δειπνοῦντας ἀναπαύεσθαι, ἄνδρα ἀνδρὶ ἐκ τῶν παρόντων ἐπιτη- δείων ἐπαρκέσαντα. συνέβη τοίνυν δειπνήσαντας αὐτοὺς διὰ τάχους ἀναπαύσασθαι· καὶ τὸ μέγιστον ἀγαθὸν, ἀγνοῆσαι τοὺς ἀπολωλότας οὐκ ἐν τοῖς οἰκείοις συσ- σιτίοις, ἀλλὰ σποράδην δεδειπνηκότας. εἰκότως ἄρα τῆς ὑστεραίας Θηβαῖοι μὲν παραταξάμενοι γενναιότεροι ἐκράτησαν, Λακεδαιμόνιοι δὲ διὰ τὸν θάνατον τῶν οἰκείων ἐῴκεσαν προηττημένοις.

[*](371)

Ἐπαμινώνδας Θηβαίων [ἑξακισχιλίους] γεν ἐπὶ τετρακισμυρίους Σπαρτιατῶν καὶ τῶν συμμάχων. τῶν [*](Cap. 3. § 11. Cf. Trieber, Forsch. z.spart. Verf. Gesch. p. 15.) [*](Cap. 3. § 12. Cf Frοnt. 1, 11, 16.) [*](1 τῷ Ἐπαμινώνδᾳ M; τὸν Ἐπαμινώνδαν F; τοῦ Ἐπαμι- ναώνδα vulg.: cf. 1, 16, 1. 5, 1, 3 || 5 ἀφελομένης R; γενομένης πολλῶν ἀμφοτέρωθεν πεσόντων (sic, punctis notantur verba ...... ........... ........ errore repetita) F; verba νυκτὸς γενομένης om. M || [ἣ] τὸ τέλος Hertiein; πρὸ τοῦ τέλους Κ || νίκης] ἀφείλετο add. vulg. || 6 ἕκαστοι F] ἑκάτεροι Hertlein (Iahnii annal. 1867, p 606) || 7 δὴ F] σὖν vulg. || μοίρας F || [καὶ] add. Κ || 13 ἀναπαύσεσθαι F || 15 ἀνα- παύσεσθαι F || 18 γενναιότερον Κ || 19 τὸν οἰκεὶον F || 21 [ ἑξα- κισχιλίους| i. e. c Maasv. ex Diod. 15, 52; om F.)

83
δὲ πολιτῶν, οἷον εἰκὸc, δεδιότων τὸ πλῆθος τῶν πο- λεμίων, τὴν δυσθυμίαν αὐτῶν ἰάσατο. ἦν ἐν Θήβαις τὸ βρέτας τῆς Ἀθηνᾶς τὸ μὲν δόρυ τῇ χειρὶ διεῶὶηφὸς τῇ δεξιᾷ, τὴν δὲ ἀσπίδα κειμένην ἔχον πρὸ τῶν γονά- τῶν. ὁ δὲ νύκτωρ τεχνίτην ἐπαγαγών μετεσχημάτισε τὸ ἄγαλμα καὶ τὴν θεὸν ἐποίησε διὰ πόρπακος ἔχουσαν τὴν ἀσπίδα. ἐπεὶ δὲ καιρὸς ἦν ἐξύδου, τοὺς νεάῶς ἅπαντας ἀνέῳξεν ὡς θύσων ὑπὲρ τῆς στρατείας. οἱ δὲ στρατιῶται τὸ σχῆμα τῆς θεοῦ μεταβεβλημένον ἰδόντες κατεπλάγησαν ὡς τῆς Ἀθηνᾶς αὐτῆς ὁπλιζο- μένης κατὰ τῶν πολεμίων, καὶ πολὺς ἦν παμινώνδας ἐγκελευόμενος θαρρεῖν ὡς τῆς θεοῦ τὴν ἀσπίδα κατὰ τῶν πολεμίων προβεβλημένης. οὕτως ἀνεθάρρησαν οἱ Θθηβαῖοι καὶ συμβαλόντες ήγωνίσαντο λαμπρῶς καὶ τοὺς πολλῷ πλείονας πολεμίους ἐνίκησαν.

[*](e.48,4)

Ἐπαμινῶώνδας πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ, [*](368) Θθεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων, τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὐα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν |θέντας ὑφάψαι]. ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ παμινῶώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας. οἱ δὲ οὖ [*](Cap. 3. § 13. Cf. Diod. 15, 71.5 sqq. — Schaefer, mostl. I, p. 81, not. 1.) [*](2 ἰήσατο F 5 εἰσαγαγν 16 σπερχίου F 20 χλωρῶν et αὔων RΚ ; χλωρὸν et αυον F | 21 τὰ χλωρὰ δε F || ||θέντας ὑφάψαι] soppl. Blume coll. 3, 9, 7. 8, 65; θέντας ἀνάπτειν ex coni. Cas. 22 ὁ μὲν [οὑν| R 23 ἀόρατος F; ὡς ἂν μὴ ὁρᾶται ὁ ἀὴρ H; ἀδιόρατος R ἐπὶ] κατὰ Blume 24 οἱ δὲ σὖν R.)

84
κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν πολεμίων ἥσθοντο.

[*](362)

Ἐπαμινώνδας περὶ Τεγέαν διακινδυνεύων πρὸς [*](e.38) Λακεδαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἴνα λάθῃ τοὺς πολεμίους, προσέταξε τῷ ἱππάρχῳ μετὰ ἱππέων χιλίων ἑξακοσίων προῖππεῦσαι τῆς φά- λαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κἀκεῖσε. ὡς δὲ πλεῖστον ἐπανέστησε κονιορτὸν ἐπι- σκοτῶν ταῖς τῶν πολεμίων ὄψεσιν, ὁ μὲν ἔλαθε κατα- σχών τὰ ὑπερδέξια· οἱ δὲ Σπαρτιᾶται, λήξαντος τοῦ κονιορτοῦ, τὸ γεγονὸς ἰδόντες ἐνόησαν τὴν αἰτίαν τῆς προϊππασίας.

Ἐπαμινώνδας προτρέπων Θηβαίους πρὸς αὐτοὺς [*](e.14,7) ρμῆσαι Ἀακεδαιμονίους μέγιστον ἔχιν συλλαβὼν ἔδειξεν αὐτοῖς καὶ πάντων ἐναντίον τὴν κεφαλὴν του θηρίου συντρίψας ὁρᾶτεʹ, ἔφη, ὅτι τὸ λοιπὸν σῶμα ἄχρηστον τῆς κεφαλῆς οἰχομένης· οὕτω δὴ (αί τῶν πολεμίων κεφαλαί), ἤν γε τὸ Ἀακωνικὸν τοῦτο συν- τρίψωμεν, τὸ λοιπὸν σῶμα τῶν συμμάχων ἄχρηστον. [*](Cap 3. § 14. Cf. Pront. 2, 2, 12.) [*](1 τὸ om. vulg. | ὁ om. M 4 διακινδυνεύειν F | 6 ἴνα λάθοι H τὸν ἵππαρχον K 7 μετά ἱππέων χιλίων ἑξακοσίων H | μετὰ τῶν ἱ. χιλίους ἑξακοσίους vulg.| παραλαβόντα aut saltem λαβόντα 1C; ἄγοντα Blume θ ἐπισκοτῶν Pierson ad Moer. p. 162 coll. 3, 9, 7. 4, 6, 13; ἐπισκοτοῦντα R; ἀποσκο- ταώσας H; ἐπισκήπτων corr. ex ἐπισκύπτων F ἐπισκήπτοντα 10 τῶν πολεμίων τὴν ὄψιν H 11 λήξαντος M; λήξαντες F; καταλήξαντος vulg. 14 πρὸς Iακεδαιμονίους ὁρμῆσαι l 18 (αἱ τῶν πολεμίων κεφαλαὶ) utpote glosseme del. Rud. Schoell; οὕτω δὴ ἦν τὴν τῶν πολεμίων κεφαλὴν, τὸ Iακωνικὸν τοτο cum Cas. K; οὐτω δὴ ἐὰν τὰς τῶν πολεμίων κεφαλὰς συντρίψωμεν H 19 ἢν γε R; ἦν τε F; ἢν μὲν ; ἦν τε D | 20 ἄχρηστον [ἔσται] vel [οίχεται| K.)

85
τούτῳ τῷ παραδείγματι Θθηβαῖοι πεισθέντες ὁρμήσαντες προθύμως ἐπὶ τὴν φάλαγγα τὴν Λακωνικὴν ἐτρέψαντο, καὶ τὸ πλῆθος τῶν συμμάχων ἔφυγεν.

[*](e.51,4)

Πελοπίδας ἐπολιόρκει πόλεις ἀπεχούσας ἀλλήλων [*](368—364) ἑκατὸν εἴκοσι στάδια. πλησίον ὤν τῆς ἑτέρας συνέ- ταξεν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέ- ραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀκούσας ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ἡττᾶσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἄψας καπνὸν ἥγειρε μέγαν, ἴνα τοῖς ἑτέροις ἐμποιήσῃ φαντασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ, ῶὡς εἶδον, καταπλαγέντες τὴν μέλλουσαν ἄλωσιν σφᾶς αὐτοὺς τῷ Πελοπίδᾳ παρέδωκαν. ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσλαβών ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντι- τάξασθαι. οὕτως ἄρα τὴν μὲν εἰληφέναι δόξας, τὴν δὲ λαβὼν ἀμφοτέρων ἐκράτησεν.

[*](e.48,5)

Πελοπίδας ἐν Θετταλίᾳ ποταμὸν διαβῆναι μὴ δυ- [*](368—264) νάμενος ἐπικειμένων πολεμίων στρατοπεδεύσαχ τοῦ ποταμοῦ πρόσθεν χάρακα περιεβάλετο· πολλὴν ὕλην τεμῶν ἀναπαύσας τοὺς στρατιῶώτας νυκτὶ μέσῃ τὸν [*](Cap. 4. 1. Cf. Frοnt. 3, 8, 2.) [*](Cap. 4. § 2. Cf Pront. 1, 5, 2.) [*](3 ἔφευγεν F 5 πόλεις Car. Sintenis coll. FPront. strat 3, 8, 2 duo oppida simul oppugnaturus; ἀκροπόλεις FH, sed cf. infra v. 9. 12. 15 7 τέσσαρας] quattuor Frontinus; τετρα- κισχιλίους FH: δ΄ P2 8 αγγέλοντας F 10 ἡττῆσθαι Roth; ᾑρῆ- σθαι H 11 ἥψας FH; ἀνάψας M 12 οἱ δὲ ὡς ἥδη γεγενη- μένης καταπλαγέντες τὴν μέλλουσαν ἥλωσιν H || 22 τοὺς] τε τοὺς K.)

86
χάρακα κατέφλεξε. τοῦ δὲ πυρὸς ἐπὶ μέγα αἰρομένου πανταχόθεν οἱ μὲν πολέμιοι διώκειν ἐκωλύοντο, οἱ δὲ ἀμφὶ Πελοπίδαν ἀσφαλῶς τὸν ποταμὸν διῆλθον.

[*](379)

Θήβας ἐφύλασσε φρουρὰ Λακωνικὴ, καὶ φρούραρ- χος ἐπὶ τῆς Καδμείας ἐτέτακτο. ἦν Ἀφροδίτης ἑορτή· αί μὲν γυναῖκες ἔπαιζον τῇ θεῷ· οἱ δὲ ἄνδρες ἀμφὶ ταύτας εἶχον. ἔδοξε τῷ φρουράρχῳ τιμῆσαι τὴν θεόν· ἐκάλεσεν ἑταίρας. ἔχων ξιφίδιον κρυπτὸν [Πελοπίδας] εἰσέρχεται καὶ τὸν φρούραρχον ἀνελῶν ἠλευθέρωσε τὰς Θήβας.

[*](379)

Γοργίδας πρῶτος ἐν Θήβαις τὸν ἱερὸν λόχον συν- [*](e.14,8) έταξεν. ὁ λόχος ἦν ἐρασταὶ καὶ ἐρώμενοι τριακόσιοι. φιλοῦντες γὰρ δὴ ἀλλήλους οὐκ ἄν ποτε φύγοιεν, ἀλλʼ ἢ ὑπὲρ ἀλλήλων ἀποθάνοιεν ἢ νικῷεν τοὺς πολεμίους.

[*](378)

Γοργίδας ἱππεῖς ἔχων Θηβαίους παρετάσσετο Φοι- βίδᾳ πελταστὰς ἔχοντι· στενόπορον ἦν τὸ χωρίον. Γοργίδας φεύγειν προσποιούμενος τοὶς πελταστὰς ἐπὶ πόδα ἀνεχωώρει· τῶν δὲ πολεμίων ἐγκειμένων, ὑπήγαγεν αὐτοὺς ἐς τὴν εὐρυχωρίαν. ἔνθα δὴ Γοργίδας κράνος ἐπὶ δόρατος ἀνατείνας σημεῖον ἔδωκεν ἀναστροφῆς. αὡς δὲ ἐν πλατυτέρῳ χωρίῳ τὸ ππικὸν ἀνέστρεψε, τὴν ἐμβολὴν τῶν ΐππων οὐ φέροντες οἱ πελτασταὶ προ- [*](Cap. 4 § 3. cf Plut. Pelop. 11.) [*](Cap 5. § 2. Ct. xenoph. Hellen. 5, 4, 42 sqq. — Curtius, Griecb Gesch. III4, p. 271. J. p. 550 sq.) [*](8 [ΙΠελοπίδας] om. F 11 Γοργίδας Cas. coll. 2, 1, 2; Γοργίας F coustunter 14 φύγοιεν ἄν ἢ F 17 στενόπορον R; στεε σπόριον F; στενοπορία vulg.: cf. 2, 10, 2 23 ἵππων| equitum V unde ἱππέων W.)

87
τροπάδην ἐς Θεσπιὰς ἔφυγον. ἀφʼ ὧν * * * ἐν τῇ φυγῇ· Θοιβίδας δὲ διῶώκων αὐτίκα φεύγων ῷχετο.

[*](e.39,2)

Δερκυλίδας ὥμοσε Μειδία τῷ τυράννῳ τῆς Σκή- [*](393) ψεως, ἐφʼ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύσειν αὐτὸν πείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ἀφίημί σεʹ, ἔφη, νῦν ἐς τὴν πόλιν· τοῦτο γὰρ ὥμοσα· κἀγώ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ- χομαι.᾿

Ἀλκέτας ακεδαιμόνιος ἀπὸ στιαίας ὁρμώμενος [*](377) βουλόμενος λαθεῖν, πεπληρωκως ναῦς πολλὰς, καθελ- κύσας τριήρη μίαν καὶ ἐς ταύτην ἀνὰ μέρος ἐμβιβάζων [*](Cap. 6. Cf. Xenopn. Hellen. 3, 1, 10-28.) [*](Cap. 7. Cf. Front. 4, 7, 19. — Xenoph. Hellen. 5, 4, 56.) [*](1 Θθεσπιὰς M; Θεσπίδας F; Θεσπείας vulg. ἀφʼ ὧν * *] | excidit fere [ὁ μὲν ἐδίωκεν] coll. 4, 13 vel [|ὸ μὲν ἐνίμησεν] coll. 5, 22, 1; ἀφʼ ὧν τὸ μὲν ἔφευγον F; ἀφ ὧν ἔφευγον M; ἀφʼ ὧν οἱ μὲν ἔπεσον ῆ τοὺς μὲν ἐφόνευον armarius in marg. cod. δ; [ τοὺς μὲν ἐζώγρησαν, τοὺς δὲ διέφθειραν| W coll. 1, 8. 2, 27, 2. 3, 9, 33. 5, 44, 4. 7, 14, 2 2 ὁ διώκων Hertlein coll. 4, 13 3  Δερκυλίδας H vulg., quod probat Hertle Δερ- κυλλίδας F 4 Μειδίᾳ H; Μηδίρᾳ F 5 ἐφʼ τε H ut solet auctor 1, 45, 2. 2, 1, 8. 2 12. 7, 13. 8, 45; ἐφʼ ᾧ F προελθόντα καὶ ὁαιλήσαντα ταχὺ πάλιν R; προελθόντα ταχὺ F ; προελθόντα τοῦ τείχους Κ ; βραχὺ Patakis; cf. 1, 35, 1. 4, 3, 4; sitatius Polvaeno ἔξω τοῦ τείχους 6 ἀπεῖναι F 9 σε νῦν εφη Η ||10 εἰσέρχομαι. τοῦτο γὰρ ποιῆσαι οὐκ μοσα H 14 κατ- ελκύσας F || 15 ἀνὰ F ut 3, 9, 19. 5, 22. 4; κατὰ M; om. vulg.)

88
τοὺς στρατιώτας, ἴνα δοκοίη τοῖς πολεμίοις ἓν σκάφος ἔχειν, ἤσκει τῶν τριήρων ἁπασῶν τὰ πληρώματα.

Ἀρξιλαΐδας ὁ Λάκων μετὰ στρατεύματος διαπο- [*](e.35,1) ρεύεσθαι μέλλων ὁδὸν ὕποπτον, ὅ μὴ προῄδει γενό- μενον, ἐλογίζετο δὲ δύνασθαι γενέσθαι, τοῦτο ὡς προεγνωκὼς ἀπήγγειλε τῷ πλήθει καὶ προσέταξε διε- σκευασμένους πρὸς μάχην ὁδοιπορεῖν ὡς τῶν πολεμίων λοχῶώντων. κατὰ τύχην δὲ εὑρεθέντος μεγάλου λόχου, ὡς ἄν οὐ προίδωσι τὴν τῶν πολεμίων παροσκευὴν, αίτὸς φθάσας ἐπέθετο καὶ ῥᾳδίως ἅπαντας διέφθειρε τοὺς ἐνεδρεύσανας τῷ προπαρεσκευάσθαι καταστρα- τηγήσας.

[*](370/69)

Ἰσίδας ὁ Λάκων μετὰ τὴν περὶ Λεῦκτρα συμφο- ρὰν Γύθειον, τὸ τῆς Σπάρτης ἐπίνειον, Θηβαίων ἔμφρουρον ποιησάντων, ἑκατὸν ἡλικιῶώτας κοινωνοὺς προσλαβῶών λίπα τε ἐποίησεν αὐτοὺς ἀλείψασθαι καὶ στεφάνους ἐλαίας περιθέσθαι καὶ ξίφος ὑπὸ μάλης [*](Cap. 9. Cf. Hertzberg, Agesilaus p. 358, not. 178.) [*](1 δοκοίη m; δοίη F 2 ἤσκει Roen. (exercebat Frontinus); ἢ καὶ F; ην δὲ Schneider ad Xenoph. Hellen. 5, 4, 56 τριήρων M ; τριηρῶν F; τριῶν vulg., ad quod cf. enoph. ἐπληρώσατο τρεῖς τριήρεις 4 μετὰ τοῦ H 5 γενησόμενον Κ || 7 παρήγγειλε H προσέταξε πάιτας H διεσκευασμένους FH; διασκευασαμένους vulg. 10 προίδωσι F, cf. H συνέβη εὺρεθῆναι λόχον μέγαν, μὴ προοραώμενον τὴν τῶν πολεμίων παρασκευήν, ne praeniderent hostium apparatum, ipse prior im petum fecut; προειδόσι vulg. 12 προπαρεσκευάσθαι R Κ; προ- παρασκευᾶσθαι F 14 Τσδας F, Plut. Ages. 34; σάδας Maasv. Κ; Aelian. v. h. 6, 3 16 Γύθειον Hertlein; Γύθιον F 18 ἔπεισεν Herttein coll. 5, 1, 3.)

89
ἔχοντας ἕπεσθαι. αὐτὸς μὲν δὴ γυμνὸς ἐξῆλθε δρόμῳ πολλῷ· οἱ δὲ ἡλικιῶται γυμνοὶ συνέθεον. τῶν δὲ Θθηβαίων ὑπὸ τοῦ σχήματος ἀπατηθέντων καὶ γυμνοὺς καὶ παίζοντας δεξαμένων οἱ Λάκωνες τὰ ξίφη σπάκα- μένοι τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ ἐξέβαλον καὶ τὸ Γύθιον αὐτοὶ κατέσχον.

[*](e.8,3)

Κλεανδρίδας ὁ Λάκων ἐπὶ Τέριναν ἄγων τὴν στρα- [*](post 443) τιὰν ὁδὸν κοίλην λάθρα προσπεσεῖν ἐπεχείρησε τοῖς Τε- ριναίοις· οἱ δὲ προαισθόμενοι διʼ αὐτομόλων σπεύ- σαντες ἐπὶ τὴν ὁδὸν ὑπὲρ κεφαλῆς ἐγένοντο τοῦ Κλεανδρίδου. ὁ δὲ, τῶν στρατιωτῶν ἀθύμως ἐχόν- των, θαρρεῖν αὐτοὺς κελεύσας τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν· ὅς ἄν Τεριναίων τὸ σύνθημα λέγῃ τὸ προσυγκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκούσαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ὑπόπτως ἔσχον ὡς δὴ σφῶν αὐτῶν ὄντας τινὰς προ- δότας, καὶ ἔδοξεν αὐτοῖς τὴν ταχίστην ἀπαλλαγεῖσι φυλάττειν τὴν πόλιν. οἱ μὲν ἐξαπατηθέντες ἀπέχω- ρουν. Κλεανδρίδας δὲ ἀκινδύνως ἀνεβίβασεν ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν, προσέτι καὶ λεηλατήσας τὴν χώραν ἀσφαλῶς ἀπηλλάγη.

[*](e.18,2)

Κλεανδρίδας Θουρίων ἡγούμενος μάχῃ ωιχήσας [*](post 443) Λευκανοὺς μετὰ τὴν νίκην ἦγε τοὺς Θουρίους ἐπὶ τὸν [*](Cap. 10. Cf. J. p. 559—561. M.Duncker, Gesιh. d. Altert. 9, p. 272 sqq. et p. 301 sqq.) [*](3 καὶ ὡς γυμνοὺς Hertlein 7 Κλεανδρίδας ὁ Ἀάκων F in titulo, unde ὁ Ἀάκων inserui v. 8 8 ἄγων Hertlein; ἀγαγῶών 10 προαισθόμενοι HP; προσαισθανόμενοι  F διʼ αὐτομόλου H 15 πρυσυγκείμενον Κ ; προκείμενον F 16 κηρύγματος Hertlein; συνθήματος W 21 ὑψηλὰ καὶ τὴν F τὴν στρατιὰν διαβιβάσας H|  προσέτι καὶ F] καὶ προσέτι M V, cf. 5, 2, 2.)

90
τόπον τῆς μάχης δεικνύων αὐτοῖς, ὅτι αὐτοὶ μὲν ἐν τῷ αὐτῷ μείναντες διὰ τοῦτο ἐνίκησαν, οἱ πολέμιοι δὲ πολὺ ἀπʼ ἀλλήλων πεσόντες τοῦτο ἔπαθον τῷ μὴ μένειν, ἀλλὰ διεσπάσθαι. ταῦτα διεξιόντος πρὸς τοὺς Θθουρίους, ἐπεφάνησαν οἱ Ἀευκανοὶ πολλῷ πλείονα δύναμιν ἔχοντες. ὁ δὲ ἐκ τῆς εὐρυχωρίας ἐς στενόπο- ρον χωρίον ὑπεξήγαγε τὴν ἑαυτοῦ στρατιὰν, ἵνα τὸ πλῆθος τῶν πολεμίων ἀχρεῖον κατασκευάσας ἴσους τοὺς αὐτοῦ στρατιnώτας (ἐν) τῇ στενότητι τοῦ τόπου πρὸς τὸν κίνδυνον καταστήσῃ· καὶ δὴ πάλιν Λευκανοὺς ἐνίκησαν οἱ Θούριοι.

[*](ante 445)

Κλεανδρίδας τοὺς ἀρίστους Τεγεατῶν λακωνίζειν [*](e.8,4) ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃῶώσας, τὰ δὲ τῶν ἄλλων λυμηνά- μενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας ἐς δίκην προδοσίας ὑπήγαγον· οἱ δὲ ἁλῶναι δείσαντες τὴν ψῆφον προλαβόντες προέδωκαν τὴν πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι φόβῳ βια- σθέντες.

[*](post 443)

Κλεανδρίδας Λευκανοῖς πολεμῶν ὑπερέχων ἡμιολίῳ [*](e.17,2) πλήθει λογισάμενος ὡς, εἰ φανερὸν τὸ πλῆθος γένοιτο τοῖς πολεμίοις, ἀναχωρήσουσι [μὴ| διακινδυνεύσαντες, τὴν φάλαγγα συνήγαγεν ἐς βάθος. ἐπεὶ δὲ Λευκανοὶ καταφρονήσαντες ὡς ὀλίγων ἐπὶ μῆκος ἐξέτειναν τὰ [*](Cap. 10. ς 4. Cf. Pront. 2, 3, 12.) [*](3 τῶ D; τοῦ F 4 διεσπάσθαι H; διασπᾶσθαι F 5 πλείονα P2 ; πλεῖον F; πλείω vulg 9 τοὺς αὐτοὺς F ἐν del. Hertleιn coll. 1, 32, 1 12 τῶν Γεγεατῶν H 14 μόνων R, Patnkis; μόνα Hertlein λυμαινόμενος H 16 ὑπῆγον H 18 τῷ φόβῳ H 22 [μὴ] inseruit Κ.)

91
ζυγὰ ὑπερφαλαγγῆσαι πειρώμενοι καὶ βουλόμενοι καὶ * ἦν αὐτοῖς ἡ ἀναχώρησις ἡπλωμένης τῆς φάλαγγος, παρήγγειλε τοὺς ἐπιστάτας μεταβαίνειν εἰς παραστά- την· πολλῷ δὲ ποιήσας ὑπερμηκεστέραν τὴν τάξιν ὑπερεφαλάγγησε τοὺς Λευκανούς. οἱ δὲ κυκλωθέντες, βαλλόμενοι πανταχόθεν πάντες ἀπαώλοντο πλὴν ὀλίγων, οἳ] διεσῶώθησαν αἰσχρῶς φεύγοντες.

Κλεανδρίδας Θουρίοις ἐλάττοσιν οὖσι παραγγέλλων [*](post 443) μὴ συμβάλλειν πλήθει πολεμίων ἔφη ὅπου μὴ ἐξαρκεῖ ἡ λεοντῆ, τότε χρὴ καὶ τῆς ἀλωπεκῆς προσράπτεινʹ.