Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλʼ ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφʼ αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους.

Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἑρυμανθίου συὸς φοβη- θεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται.

[*](Cap. 3. § 1. Cf. Diod 4, 12, 3.)[*](2 ἦχον] δόξαν Hertlein coll. 1, 5. 1, 21, 1. 2, 3, 7. 2, 4, 1. 8, 23, 7. 8, 23, 12, qnae tamen omnia ad oculorum ludibrium pertinent; de forma ἦχος cf. 3, 9, 5. 42. 5, 23 || 5 καινοὺς F || 6 Πανικὰ Casaub. W, quod probavit Hertlein (lahnii annal. 1861, p. 248), cf. indicem hist. s. v. et Cic. ad Att. 5, 20; Πανὶ F; Πανικοὺς Anon. VΚ || 9 ἀλλʼ ἐκείνους, ἐκκαλεσόμενος R || 19 ἐπέβαλεν scripsi cum Herchero (qui ἐπέβαλλεν); ἐνέβαλεν F; ἐνέβαλλεν M; ἔβαλλεν Κ.)
10

Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη [*](e.58,1) πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξαc ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.

Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἥν ἐκά- λεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς νδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξεʼ προστάξας καθʼ ἑκά- στην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἴνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασι- λεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.

Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἰππομαχεῖνe [*](e.37,1) ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρ- ρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὅρη δύο, Παρνασσὸν καὶ Ἡδύιον. τεμὼν δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασ- σαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται. τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περι- [*](Cap. 3. § 4. Ex Megasthenis adicis hausta esse censue- rat W (praef. p. XIII et not 20), sed cf. J. p. 423.) [*](1 Τροίαν F] Προῦσαν H: cf. Diod. 4, 32, 3, Apollod. 2, 5, 9 || 4 εἰς τὰς ναῦς H || 6 πρὸς τὴν ἠιόνα H 7 ἐπὶ θαλάττης H || 9 Πανδάμην F; corr. vulg. 11 τξεʹ] trecentos vicos auctore Megastnene Plin. n h. 7, 2, 29 coll. 6, 20, 76 12 ἀποφέρειν Hertein; ἀναφέρειν P 13 ἥδη δόντας Cas.; μὴ διδόντας F; μὴ δόντας D; ἥδη δεδωκότας πρὸς (vel ἐπὶ) τοὺς μὴ διδόντας R; διδόντας R 14 κατανοοῦσα F | καταναγκάζουσα Ca3.; καταπο- νοῦσα lac. ὲronov.; καταπολεμοῦσα Sclineidevyin; καταπτοοῦσα Hertlein 16 μινύαι F] ο Μινύαι vulg. 17 Κηφισὸς F| Κηφισ- σὸς vulg. 18 τεμῶν F] τέμνων vulg. 20 γίγνεται F | γίνεται vulg. 21 ὁ ρακλῆς vulg.)

11
τειχίσας ἀποστρέφει τὸν ποταμὸν εἰς τὸ πεδίον, ἔνθα Μινύαι καθιππάζοντο, καὶ δὴ τοῦ πεδίου λιμνάσαντος τοῖς Μινύαις τὸ ἱππικὸν ἀχρεῖον ἦν. Ἡρακλῆς κρα- τήσας ἀποτειχίζει τὸ χάσμα καὶ ὁ Κηφισσὸς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται ὁδόν.