Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

κε΄. Ἀπόδειξίς ἐστι τῶν ἀμφισβητουμένων ἐν τῇ ὑποθέσει πραγμάτων εἰς ὁμολογίαν ἀποκατάστασις. ἀποδείκνυται δʼ ἕκαστον πρᾶγμα ἐκ τῶν ἐπιχειρημάτων.

κϚ΄. Ἐπιχείρημα δέ ἐστιν ἐπινόημα ὃ κατασκευάζει τὸ ζητούμενον. τῶν δʼ ἐπιχειρημάτων τρόποι τέσσαρες· τὰ μὲν γὰρ λαμβάνεται ἀπὸ προσώπων, τὰ δὲ ἀπὸ πραγμάτων, τὰ δὲ ἀπὸ παραδειγμάτων, τὰ δὲ ἀπὸ τῶν ἀτέχνων.

κζ΄. Τὰ μὲν οὖν ἐκ προσώπων λαμβανόμενα θεωρεῖται ἀπὸ τούτων ἀφʼ ὧν καὶ τὰ ἐγκώμια, γένους, φύσεως, ἀγωγῆς, τύχης, ἐπιτηδευμάτων, πράξεων, διαθέσεων.

κη΄. Τὰ δὲ ἐκ τῶν πραγμάτων ἀπὸ οὐσίας καὶ ἰδιότητος. οὐσία δὲ τὸ κοινῶς καὶ γενικῶς θεωρούμενον, οἷον [*](456) τί φόνος; τί ἱεροσυλία; τί μοιχεία; οὐσία δὲ καὶ τὰ θετικά, οἷον τί φύσει καλόν; ἡ εἰρήνη· τί φύσει φαῦλον;

468
ὁ πόλεμος. ἰδιότης δὲ ὅταν τὸ ἴδιον τοῦ ὑποκειμένου πράγματος θεωρῶμεν, ἐκ μὲν τοῦ κατηγόρου, κατὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐκ δὲ τοῦ φεύγοντος, κατὰ τὰς εὐλόγους αἰτίας. συνεστᾶσι δὲ αἱ ὑποθέσεις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομιένου. αἴτιον μὲν οὖν διʼ ὃ ἡ κατηγορία, συνέχον δὲ διʼ ὃ ἡ ἀπολογία, τὸ δὲ κρινόμενον τοῖς δικασταῖς καταλείπεται.

κθ΄. Τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ γὰρ γεγενημένου τοῦ πράγματος μνημονεύομεν, καὶ τοῦτο καλεῖται παράδειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖται παραβολή ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλʼ [*](457) ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἄν συμβαίη, καὶ καλεῖται καθʼ ὑπόθεσιν.

λ΄. Παράδειγμα μὲν οὖν ἐστὶ γεγενημένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζονθʼ οἱλέγοντες, οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δὲ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον· καὶ τὰ ἑξῆς.

λα΄. Παραβολὴ δέ ἐστιν ὄντος καὶ γινομένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου· ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας.

λβ΄. Τὸ δὲ καθʼ ὑπόθεσιν οὔτε γεγενημένου οὔτε γινομένου πράγματος δήλωσις, ἀλλʼ ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἂν συμβαίη, οἷον φέρε, ἂν δὲ δὴ πέμψας πρὸς ἡμὰς Λεύκων ἐρωτᾷ τί ἔχοντες

469
ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῃρήμεθα,  τί πρὸς θεῶν ἐροῦμεν.

λγ΄. Τὰ δʼ ἑκ τῶν ἀτέχνων θεωρεῖται ἐκ τῶν ἐγγράφων,  νόμων, συμβολαίων, διαθηκῶν. ἄτεχνα δὲ καλεῖται ἐπεὶ μηδεμιᾶς ἐστὶ τέχνης ἀναγνῶναί τι ἔγγραφον [*](458) καὶ διʼ αὐτοῦ δεῖξαι τὸ πρᾶγμα.

λδ΄. Ἕπεται δὲ τῷ ἐπιχειρήματι ἐνθύμημα καὶ γνώμη.

λε΄. Ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν, ἐπεὶ πάνθʼ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.

λϚ΄. Γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γάνεσθαι [*](459) ἀποφαινόμενον, οἷον πέρας μὲν ἅποσιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὐτὸν καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους μένους ἐλπίδα, φέρειν δʼ ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως.

λζ΄. Ταῦτα ἤρτηται ἐκ προτάσεων καὶ ὑποφορῶν καὶ ἀνθυποφορῶν.

λη΄. Πρότασις μὲν οὖν ἐστὶν ἐν μὲν κατηγορίᾳ ἡ τοῦ ἐγκλήματος αἰτία, ἐν δὲ συμβουλῇ ἡ τῆς ἀξιώσεως δήλωσις.

λθ΄. Ὑποφορὰ δέ ἐστι τὸ ὑποβαλεῖν ἔννοιάν τινα, εἶτα ἀπαντῆσαι. προσέοικε δὲ ἡ μὲν ὑποφορὰ τοῖς συμβουλευτικοῖς λόγοις, ἡ δὲ ἀνθυποφορά, ἤτοι τὸ ὑπενεγκεῖν τὸν λόγον, ᾧ χρῆται ὁ ἀντίδικος, τοῖς δικανικοῖς.

μ΄. Διείληπται δὲ ὁ δικανικὸς λόγος καὶ ὁ συμβουλευτικὸς τοῖς κατὰ διάνοιαν καὶ κατὰ λέξιν σχήμασι.