Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

ιστ΄. Διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων δήλωσις, περὶ τὸ τοῦ λέγοντος μέρος ῥέπουσα. ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης.

466

ιζ΄. Σαφήνεια μὲν οὖν λέγεται, ὅταν μήτε λέξεσι ξέναις χρώμεθα μήτε διανοίαις μήτε ὑπερβατοῖς.

[*](453)

ιη΄. Συντομία δὲ ὅταν αὐτὰ μόνα τὰ ἀναγκαῖα διεξίωμεν μήτε πόρρω ἀρχόμενοι μήτε ἐπὶ μακρότατα παυόμενοι.

ιθ΄. Πιθανότης δὲ ὅταν τὰ ἀληθῆ καὶ δυνάμενα πιστευθῆναι δηλῶμεν.

κ΄. Τρόποι δὲ τέσσαρες, διήγησις, παραδιήγησις, προδιήγησις καὶ ὑποδιήγησις.

κα΄. Διήγησις μὲν οὖν ἐστίν, ὥσπερ ἔφημεν, ἁπλῆ τῶν γεγενημένων φράσις, οἷον ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος τουτί, παρούσης δὲ τῆς ἐκκλησίας ἐν τὸν ἄρχοντα ἐπικληροῦν ὁ νόμος τοῖς χοροῖς τοὺς αὐλητὰς κελεύει, λόγου καὶ λοιδορίας γενομένης, καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δʼ ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής.

κβ΄. Παραδιήγησις δέ ἐστιν ἡ πρὸς τὸ χρήσιμον τοῦ ὑποκειμένου λόγου ἔξωθεν προστιθεμένη καὶ παραλαμβανομένη διήγησις ἐν τρόπῳ ἀφηγήσεως, οἷον ἐπεὶ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει· εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν. ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας, Σάτυρον τουτονὶ τὸν κωμικὸν εἶδεν ὑποκριτήν, [*](454) ὃς οὐδὲν ἐπαγγέλλεται. καὶ ὁ Ξενοφῶν· ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τῶν Φρυγῶν βασιλέως, ἐφʼ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτόν. καὶ πάλιν· ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί διὰ τοῦτο δὲ ὁ ποταμὸς καλεῖται Μαρσύας.

467

κγ΄. Προδιήγησίς ἐστιν ἡ πρὸ τῆς εἰς τὸ πρᾶγμα τελούσης διηγήσεως αἰτία παραλαμβανομένη, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκεν, οἷον ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεῶν ἐχθρῷ, ᾧ τελευτῶσα ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνι λέγω.

κδ΄. Ὑποδιήγησις δὲ ὅταν μετὰ τῶν πραγμάτων καὶ τὰς γνώμας τῶν πραξάντων ἑκάστου καὶ τὰς αἰτίας λέγωμεν, οἷον οὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ἡμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπὸ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρία ἔπασχε κακά.