Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

ζ΄.  Ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν συνηγορουμένων, ὅταν, αὐτῶν ὡς ἀδυνάτων ὑπεραπολογεῖσθαι, λέγωμεν, [*](450) οἷον τὴν μὲν ἀπειρίαν τοῦ λέγειν καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, πάντες ὁρᾶτε, ὦ δικασταί.

η΄. Ἔτι δʼ ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν θεῶν, ὅταν τὴν αὐτῶν εὔνοιαν ἐκφαίνωμεν· οἷον ἐπὶ πολλῶν ἄν τις ἴδοι, ὡ δικασταί, τὴν παρὰ τῶν θεῶν εὔνοιαν τῇ πόλει φανερὰν γιγνομένην, οὐχ ἥκιστα δʼ ἐν τοῖς παροῦσι πράγμασιν.

θʹ. Ἀπὸ δὲ πραγμάτων λαμβάνεται τὰ προοίμια, προαγγελίᾳ, συγκρίσει, μερισμῷ, ἐφόδῳ, χρόνῳ, αἰτίᾳ, γνώμῃ.