Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

δ΄. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργάζεσθαι.

ε΄. Λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι τοῦ ἰδίου, ὅταν ἑαυτοὺς συνιστῶμεν, οἷον πρῶτον μέν, [*](449)

464
Ἀθηναῖοι, θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι καὶ παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. ἢ ἀπὸ τῶν ἀντιδίκων τὰ προοίμια λαμβάνεται, ὅταν αὐτούς διαβάλλωμεν, οἷον τὴν μὲν ἀσέλγειαν, ὧ Ἀθηναῖοι, καὶ τὴν ὕβριν πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι.

στ΄. Ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν, ὅταν αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμὰς, ὦ Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς ὑπὸ Θηβαίων ἀναστάτους γεγενημένους.