Gynaeciorum Libri IV

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

Τἰ ἐϲτιν δυϲτοκία.

1 [53]. Οἱ Ἡροφίλειοι καὶ μάλιϲτα Δημήτριόϲ φαϲιν δυϲ. τοκίαν εἶναι δυϲχερῆ τόκον· κατὰ δέ τιναϲ δυϲτοκία ἐϲτὶν ἡ μετὰ δυϲεργείαϲ ἀποκύηϲιϲ. [ἐπιλιπεῖϲ δέ μοι δοκοῦϲιν οἱ ὅροι εἶναι, ὅθεν αὐτόϲ φηϲιν δυϲτοκίαν εἶναι δυϲχέρειαν τῶν κυουμένων παρά τινα αἰτίαν γινομένην] * *

Ὁ Καρύϲτιοϲ Διοκλῆϲ ἐν τῷ δευτἐρῳ τῶν Γυν αικείων λέγει δυϲτοκεῖν τὰϲ πρωτοτόκουϲ καὶ νέαϲ, εὐτοκεῖν δὲ τὰϲ πολλάκιϲ τετοκυίαϲ φηϲί· σἴτιον δὲ εἶναι δυϲτοκίαϲ τὸ μὴ κατ’ εὐθὺ εἶναι τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ ἢ ἀποϲκληρυνθὲν μεμυκέναι καὶ μὴ ῥοδίωϲ εἴκειν, φηϲὶ δὲ καὶ τὰ μεγάλα τῶν ἐμβρύων αἰτίαν εἶναι. ἐν μέντοι τῷ τρίτῳ τῶν Γυναικείων λέγει αἰτίαν εἶναι τὰ ἄτροφα τῶν βρεφῶν καὶ τὰ τεθνηκότα, φηϲὶν δὲ δυϲτοκεῖν τὰϲ καθύγρουϲ καὶ θερμάϲ. ἁμαρτάνει δὲ μὴ ἐπιὼν τὰϲ αἰτίαϲ δι’ ἃϲ εὐτοκοῦϲιν· πῶϲ δὲ οὐκ ἔϲτιν γελοῖον λέγειν δυϲτοκεῖν * ἐν τῇ κυοφορήϲει μήτραϲ τὴν ϲύγ- κρίϲιν, ὁ δὲ Κλεόφαντοϲ ἐν τῷ πρ ώτ ῳ τῶν Γυν αικείων 3 εἰπὼν τὰϲ πρωτοτόκουϲ δυϲτοκεῖν ἐπιλέγει· “καὶ ὅϲαι δὲ ἀπὸ τῶν ὡμων ἔχουϲι πλήθη, ἀπὸ δὲ τῶν ἰϲχίων οὐκ εἰϲὶν εὐογκότεραι, αὗταί [*](2 I § 1— 5] cf. Aet. XVI 22 (Ἀϲπαϲίαϲ); Pau III 76, Must. II cap. XVII 1 — 8 11 ὀ Καρόϲτιοϲ Διοκλῆϲ] fr. 178 Wellm. 20 λεόφαν- τοϲ] Cteombroti f., Erasistrati frater cf Wellmann, Herm. XXXV 381 sq.) [*](2 Quae sunt de difficili partuι copitula μζ′-να’ p. 99, 12 -119, 9 D. port μϛ’ Περὶ ἐγκατεχομένων δευτέρων habet P (cf ‘Gynak d. Sor ’ p. 62 82)) [*](Περιδυϲτοκειῶν mg. μζ’ P 4— 8 del. Esmerins 4 ἡρόφιλοι P: corr. Dietz 6 — 8 ἐπιλιπεῖϲ . . . γινομένην seclus. Rose ut verba comuptlatoris 7 sq. τι αἰτίαν P. corr. Dietz 8 lacunam stat. Rose 9 τίϲ 13 αἴτιον δὲ φηϲιν εἶναι Ermerins 15 et 16 σἴτιον Ermerins 16 εὔτροφα P: cor) Ermerins 18 δυϲτοκοῦϲι Ermerins: οὐκ εὐτοκοῦϲι Rose πῶϲ δὲ] πῶϲ γὰρ Rose 19 oratio lacera μητρὸϲ Rose (sed cf. infra p. 133, 13 sqq. 20 ἑνδεκάτῳ P. fort. ex ?? pro α Rose (cf. p. 94, 21 ; 149, 17))

130
δυϲτοκοῦϲιν “ταύταιϲ”, φηϲίν, “ὁ ὕδρωψ 〈έρράγη〉 πρὸ τοῦ τὰ ϲώ- ματα [καὶ] τὰϲ ὠδῖναϲ ἐπιϲχεῖν ’’ 〈καὶ〉 δυϲτοκίαν γίνεϲθαι (παρα- ϲημειωτέον δέ, ὅτι ‘ὕδρωπα’ λέγει τὸ πρόρρηγμα]. καὶ ὅϲαιϲ δὲ τὰ ἔμβρυα μὴ ἐπὶ κεφαλὴν φέρεται, ἀλλ’ ἐπὶ πόδαϲ ἢ διπλᾶ ἐπὶ τὰ ἰϲχία ἢ πλἀγια ἢ τὴν κεφαλὴν ἔχει πρὸϲ τοῖϲ βουβῶϲιν, χεῖρα δὲ μίαν ἢ τὸ ἔν ϲκέλοϲ προ〈βεβληκότα〉 καὶ τὰϲ τὰ ἤθη ὀξεί〈αϲ οὔϲαϲ ἢ τρυ〉φερῶϲ ἢ ἀργῶϲ βιού〈ϲαϲ〉 φηϲὶ δυϲτοκεῖν· ἡ γὰρ ἀργία δυϲτοκίαϲ αἰτία, τὰ δὲ γυμνάϲια εὐτοκίαϲ καὶ τῶν κατὰ γαϲτρὸϲ εὐτροφίαϲ. ἁμαρτάνει δὲ καὶ οὑτοϲ μὴ πάντα τὰ αἴτια ἀναγράψαϲ. Ἡρόφιλοϲ δὲ ἐν τῷ Μαιωτικῷ λέγει “δυϲτοκεῖϲθαι γοῦν 〈παρὰ τὸ πλῆθοϲ〉 † ὡϲ γὰρ Ϲίμωνοϲ τοῦ Μάγνητοϲ πολλάκιϲ ὡράθη, ὅτι τρὶϲ ἀνὰ πέντε ἐκύηϲεν ἐργωδῶϲ. γίνεται δὲ δυϲτοκία πλαγίου γεννωμένου τοῦ ἐμβρύου ἢ τοῦ αὐχένοϲ τῆϲ μήτραϲ ἢ καὶ τοῦ ϲτόματοϲ οὐχ ἱκανῶϲ διεϲτῶτοϲ ἢ τοῦ ὑμένοϲ τοῦ περιέχοντοϲ τὸ ἔμβρυον, ὅπου τὸ ὕδωρ ϲυλλέγεται, παχυτέρου ὄντοϲ καὶ μὴ δυναμένου πρὸ τοῦ τόκου ῥαγῆναι” ἑωρἄϲθαι δέ φηϲιν ἔμβρυα προπεπτωκότα ἄνευ τοῦ τὸν ὑμένα ῥαγῆναι, τὰ δὲ τοιαῦτα ἔτι ἐργωδῶϲ τίκτεϲθαι. 〈γίνεϲθαι〉 δὲ δυϲτοκίαν καὶ παρὰ τὸ ἀτονεῖν τὴν μήτραν ἡ τὸ ϲτόμα. ἀπορία δέ ἐϲτιν τὸ ἀτονεῖν τὴν μήτραν ἐν τῷ ϲώματι. “καὶ παρὰ τὰ ἔξωθεν δὲ προϲπίπτοντα καὶ προϲφερόμενα καὶ ποιούμενα καὶ τὰ ἐκ τοῦ ϲώματοϲ ἐκκρινόμενα αἱματώδη πλείονα ὑγρὰ δυϲτοκία γίνεται. καὶ παρὰ τὸ διαταθῆναι ὑπὸ τοῦ ἐμβρύου τὴν μήτραν ὠδῖϲι τοῦ τίκτειν γίνεται δυϲέργεια παρά τε ψῦχοϲ ἢ καῦμα ἢ φῦμα ἢ ἀπόϲτημα ἐν τοῖϲ ἐντέροιϲ, ἐν ἐπι- [*](1 ὕδρωψ] cf Ps. Aristot. De anim. hist. VII 9 p. 587 a 6. Non memorat vocem Soraus ubi poterai supra p. 42, 1 sqq. 11 Ϲίμωνοϲ τοῦ Μἀγνητοϲ] Vi. detur medici testimonium afferri (cf. Diog. Laert. II 13, 123). Ps. Aristot. De animal. hist. VII 4 p. 584 b 33 πλεῖϲτα δὲ τίκτεται πέντε τὸν ἀριθμόν ἤδι γὰρ ὧπ ται τοῦτο καὶ ἐπ| π λειὁν ων ϲυμβεβηκόϲ. μία δἐ τιϲ ἐν τέτταρϲι τόκοιϲ ἔτεκεν εἶκοϲιν ὰν ὰ π ἐντε γὰρ ἔτεκε. Herophilum auctorem nominat Paulus III 76, 1 19 sq ] αἴτια τὰ παρὰ τὰ ἔξωθεν προϲπίπτοντα, προϲ- φερόιενα, ποιούμενα, κενούμενα c. pr. Gal. I 367 ) V 884 sq.) VI 78sq.) cf.. Mus. Rhen LI 185 189; M. Wellmaum, Die pmeunat. Schule p. 15. 114) [*](1 φηϲιν P: γὰρ Rose ὁ ὕδρωψ scrpsi pro οὐδὲ P: post οὐδὲ (ἤδια Reinhold) ἐρράγη suppl. Ermerins ; ad rem cf. C Schroeder, Lchrb. d. Gebierts- huife ?? p 555 2 καὶ transp. Rose: ῶϲτε διὰ τοῦτο ante δυϲτοκίαν add. Ermerins 6 πρὸϲ aute lac. septem fere litt P: suppl. Rose τὰϲ τὰ ἥθι ??si τὰ ϲτήθη P 6sq. ὀξείαϲ . . . βιούϲαϲ restituebam: ξέει (lac. deceu frec litt.) δεροϲ ἢ ἀργοὺϲ βίου (lac. quattuor fere litt.) φηϲὶ P ; cf. τὰ ψυχικὰ. σἷτία infra p. 131, 13 sqq ; 135, 8 eqq. 8 τῶν P: τῆϲ Dietz: τοῦ Ermerins) [*](9 ἐν Ermerins: ἐπὶ P 10 fort. δυϲτοκεῖται 10 sqq. locus non sanatus παρὰ τὸ πλῆθοϲ addidi: δυϲτοκεῖϲθαι γοῦν 〈καὶ διὰ τὸ πολλὰ κυίϲκεϲθαι. οὕτ〉ωϲ γὰρ 〈ἡ 〉 Ϲ. τ. Μ. παλλακὶϲ ἑωρ. ὅτι τρὶϲ Rose 11 ἑωράθη editt. τρϲῖϲ P ἐκύηϲεν Dietz 15 πρὸϲ P: corr. Ermerns 17 γίνεϲθαι add. Et. uerius 18 ϲῶμα Reinhold 18 sq. ἀπορία . . . ϲώματι secius. Reinhold 18 ἀπορία] scil. τῆϲ ἀποτέξεωϲ: ἀφορία Rose τὸ Rose: τοῦ P 21 δια- τεθῆναι P: corr:. Ermerins 22 ὠδῖϲι scripsi: ἢ δι?? P: δίᾳ Rose ; ef. infra. p. 134, 17 τοῦ Ermcins: τὸ P 22 sq. παρά τε scrpsi (cf. supra p. 111, 17 τε ἢ): παρὰ τὸ P: καὶ παρὰ τὸ Ermerins: ἢ παρά τι Rose 23 ἢ ἐν ὑπο- γαϲτρίῳ Ermerins)
131
γαϲτρίῳ. καὶ τὸ ἐν ὀϲφύι δὲ καὶ ῥάχει γινόμενον κοίλωμα αἴτιον δυϲτοκίαϲ γίνεται, καὶ διὰ πιμελῶδεϲ ἐν ἐπιγαϲτρίῳ καὶ ἐν ἰϲχίῳ δυϲ- τοκία γίνεται ὡϲ ἂν ἀποπιεζομένηϲ τῆϲ μήτραϲ κοὶ διὰ τὸ τεθνηκέναι τὰ ἔμβρυα.’ καὶ τοϲαῦτα μὲν Ἡρόφιλοϲ. ὁ δὲ Ἀνδρἐαϲ ἐν τῷ Π ρὸϲ Ϲὠβιον (ἐϲτὶν δὲ ἐπιϲτολικόν) τοῖϲ ἀπὸ Ἡροφίλου ϲυντίθεται μόνον προϲθεὶϲ τὸ παραλελυμένον ἔμβρυον καὶ ἰϲννόν· “τὰ γὰρ τοι- αῦτα, φηϲί, βάροϲ μὴ ἔχοντα δυϲτοκίαν ἐργάζονται.’

2 [54.] ὁ δὲ Ἡροφίλειοϲ Δ ημήτριοϲ ἀντιδιαϲτέλλεται τοῖϲ ῥηθϲῖϲι λέγων τὰ αἴτια τὴϲ δυϲτοκίαϲ τὰ μὲν παρ’ αὐτὴν εἶναι τὴν τίκτουϲαν, τὰ δὲ παρ’ αὐτὸ εἶναι τὸ τικτόμενον, τὰ δὲ παρὰ τὸ δι’ οὐ ἡ ἔκτεξιϲ γίνεται. καὶ δὴ παρὰ τὴν τίκτουϲαν δυϲτοκία γίνεται, ὅταν 〈ἢ〉 ἐν ψυχικῇ δυνάμει ᾖ τὸ αἴτιον ἢ ἐν τῇ ζωτικῇ, ἤγουν τοῖϲ ϲώμαϲι. καὶ 〈ἐν〉 ψυχικῇ μὲν δυνάμει γίνεται, ὅταν λύπη, χαρά, φόβοϲ, δειλία, ἔκλυϲιϲ, ὀργὴ γένηται 〈ἢ〉 τρυφὴ ὑπερτεταμένη (ἔνιαι γάρ εἰϲιν ϲπαταλώδειϲ καὶ οὐκ ἐντείνονται]· καὶ παρὰ ἀπειρίαν δὲ τοῦ τίκτειν γίνεται 〈ὡϲ μὴ〉 ϲυνεργεῖν τῇ ὠδῖνι· καὶ δι’ ἐποχὴν δὲ διανοίαϲ γίνεται, ἀμαυρᾶϲ γοῦν γινομένηϲ τῆϲ ἀλγηδόνοϲ (τοῦτο δ’ ἃν τιϲ εἶποι ἐπὶ τῶν ἀποπληκτικῶν γυναικῶν καὶ ληθαργικῶν)· καὶ διὰ ὑπόνοιαν δὲ τοῦ μὴ ϲυνειληφέναι δυϲτοκία γίνεται. αἴτια δὲ τῆϲ ζωτικῆϲ δυνάμεωϲ τῆϲ ἐν τοῖϲ ϲώμαϲι ταῦτα· ἀπεψία, ἀνορεξία, ἀτρο- φία, δύϲπνοια, ὑϲτερικὴ πνίξ. ἐν δὲ 〈ταύτη〉 τῇ δυνάμει γενομένου τοῦ αἰτίου 〈φηϲὶν〉 ἀποτελεῖϲθαι πάθη δυϲτοκιῶν, ὅταν λαπαρὸν ἦ τὸ ϲῶμα ἄγαν, οὐ γὰρ δύναϲθαι ϲυμπαθεῖν διὰ τὴν ἀτονίαν. ἢ ὅταν πολλὴ ἡ ϲάρξ, τότε γίνεται δυϲτοκία, ϲτενοῦνται γὰρ οἱ πόροι. καὶ παρὰ τὸ ὑπερδιαφορεῖϲθαι τὰ ὑγρὰ ἀραιῶν ὄντων τῶν ϲωμάτων. γέ- νοιτο δ’ ἄν δυϲτοκία καὶ παρὰ τὸ ϲτενοῦϲθαι τοὺϲ πόρουϲ καὶ τὰ ὑγρὰ ἐπέχεϲθαι· βαρυνόμενα γὰρ φύϲει τὰ ϲώματα ὑπὸ τῶν ὑγρῶν ἀτονεῖ καὶ θλιβόμενα ϲτενοῖ τοὺϲ πόρουϲ δι’ ὧν ἡ ἔκτεξιϲ γίνεται. καὶ δριμέα δὲ ὑγρὰ ἢ καὶ τὸ ἀνάπαλιν [μὴ] ἀμβλέα μὴ κεντρίζοντα [*](5 Ϲὠβιον] nomen ( Ephoso) affert Bechtel, Die histor. Personemamen des Giechischen p. 413 11 —1 13 cf. Act. XVI 22 p. 26, 24 sq. Z.) [*](1 γενόμενον Rose 2 τὸ ante πιμελῶδεϲ add Rose 5 Ϲῶϲιον Well manu ὑποϲτολικὸν P: corr. Ermerins ἀπὸ scripsi: ὑπὸ P post Ἠροφίλου add. εἰρημένοιϲ Ermerus 7 ἐργάζεται Rose. fortasse ἐργάζεϲθαι 8 ἡρόφιλοϲ P ; corr. Diets 10 sq. τὰ δι’ ὧν Schoenc 11 τὴν τίκτουϲαν scripsi: τὸ τικὸν P τὸ τεκὸν Dietz 12 ἢ add. Rone 13 ἐν add. Rose 14 ἔκλυϲιϲ P ὀργὴ scripsi (iracimda’ Must.p. 77,6): ὡϲ μὴ ante γένηται P. post γίνεται (10) tranm. Rose ὴ add. Rose 15 sq. ἀπειρίαν serpsi: ἀπορίαν P: conferendum videtur ‘primariola’ Must. p. 77, 7 i c. πρωτοτόκοϲ καὶ ἀπορία τοῦ τίκτειν γίν. 〈τῷ μὴ〉 ϲ. Ermerins 1 γοῦν Rose. γὰρ P: del. Dietz γενομένηϲ Rose 21 ταύτη addidi τῇ 〈ζωτικῇ 〉 δυνάμει Rose 21 sq. γενομένου τοῦ αἰτίου Rose: τοῦ γενομένου αἰτίου P 22 φηϲὶν addividi ἀποτελεῖται Ermerimus et 23 δόναται Dietz λαπαρὸν Rose (cf. ‘gracilis Must.): λιπαρὸν P 24 ἡ] ῇ Dietz: ῇ ἡ Reinhold τότε γίνεται δυϲτοκία soclus. Ermerius 27—p. 132, 2 βαρυνόμενα . . . ὀλίγον post (s. 132, S) γίνεται P: in ordiem re- slituit Ermerimns 27 φύϲι P: φηϲι Ermerimns 29 ἢ καὶ τὸ ἀνάπαλιν post. μὴ ἀμβλέα (sic) μὴ κ. τ. ϲ. p : transpus sublato μὴ Ermerimns)

132
τὰ ϲώματα καὶ τὰ παχέα ὑγρὰ ὁμοίωϲ δυϲτοκίαν ποιεῖ. ἃ μὲν ἐν τῷ φέρειν πνεῦμα 〈πλεῖον〉, ἃ δὲ ἐν τῷ ὀλίγον. καὶ αἱ ὑψηλαὶ δὲ γυναῖκεϲ δυϲτοκοῦϲιν καὶ ὅϲαι ἄνωθεν μὲν πλατεῖαί εἰϲιν, κάτωθεν δὲ ϲτεναί· [ταῦτα λέγει Δημήτριοϲ ὁ Ἡροφίλου] οὐ γὰρ ἔχουϲι τὸ φυϲι- κὸν μῖγμα τῶν ϲωμάτων. καὶ παρὰ τὸ νοϲεῖν δὲ τὸ ϲῶμα τῆϲ μήτραϲ δυϲτοκία γίνεται, οἴον εἰ εἴη ἔκπυροϲ ἤ φλεγμονὴν ἔχοι ἢ ἔκλυϲιν ἢ παράλυϲιν ἢ ϲπᾶται ἦ ναρκᾶ. ταῦτα δὲ λέγει ϲωματικά, ἐπεὶ περὶ τοῖϲ ϲώμαϲιν 〈τὰ〉 πλείω γίνεται.

3 [55]. καὶ παρὰ μὲν τὴν κύουϲαν τοϲαῦτα ἂν γένοιτο αἴτια δυϲτοκίαϲ· παρὰ δὲ τὸ κυούμενον, ὅταν ἢ ὑπερμέγεθεϲ ὅλον |ἦ ἢ κατὰ μέροϲ, οἷον εἰ ἔχει μεγάλην κεφαλὴν ἤ θώρακα ἤ κοιλίαν ἐμπεπληϲμέ- νην, ὡϲ ἐπὶ ὑγροκεφάλων· οὐ γὰρ μόνον τὰ κατὰ φύϲιν μεγάλα γίνε- ται ὅλῳ τῷ ϲώματι ἢ μέρεϲιν, ἀλλὰ καὶ τὰ παρὰ φύϲιν. καὶ παρὰ πλῆθοϲ δὲ δυϲτοκία γίνεται (ὅταν ἤτοι δύο ἢ τὰ τικτόμενα καὶ ἀθρόωϲ ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆϲ μήτραϲ ϲφηνῶται), ἢ παρὰ τὸ ἀποτεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ ϲυνεργεῖν τῇ ἀποτέξει ἤ καὶ ἀπο- θανὸν διοιδηκέναι, ἢ παρὰ τὸ παρὰ φύϲιν ἐϲχηματίϲθαι. τὸ γὰρ κατὰ φύϲιν ϲχῆμα τοῖϲ γεννωμένοιϲ τὸ ἐπὶ κεφαλήν ἐϲτι παρατεταμένων τῶν χειρῶν τοῖϲ μηροῖϲ καὶ ἐπ’ εὐθὺ φερομένου τοῦ ἐμβρύου· τὰ δὲ παρὰ φύϲιν, εἰ παρακεκλιμένα τῇ κεφαλή εἰϲ τὰ δεξιὰ ἢ ἀριϲτερὰ μἑρη τῆϲ μήτραϲ ἐρείδεται, ἢ μία χεὶρ ἔξω ἐκπίπτει ἢ αἱ δύο, τὰ δὲ ϲκέλη ἔνδον διεϲτήκαϲιν ἀπ’ ἀλλήλων. τῶν δὲ 〈λοιπ ῶν〉 ϲχηματιϲμῶν ἀμείνων ὁ ἐπὶ πόδαϲ τέ ἐϲτι καὶ μάλιϲτα ὅταν ἐπ’ εὐθεῖαν φέρηται τῶν χειρῶν παρὰ τοὺϲ μηρούϲ παρατεταμένων. τὰ δὲ ἢ ἕν τι τῶν ϲκελῶν προβεβληκότα, τὸ δὲ ἕτερον ἔνδον ἔχοντα, ἤ δεδιπλωμένα, ἢ ἐνερείδοντά τινι μέρει τῆϲ ὑϲτέραϲ διορθώϲεωϲ χρήζει καὶ τὰ τὰϲ χεῖραϲ ἀνατεταμέναϲ ἔχοντα. τῶν δὲ λοιπῶν δύο ϲχηματιϲμῶν ἀμεί- νων ὁ πλάγιοϲ. τρεῖϲ γάρ εἰϲι πλάγιοι ϲχηματιϲμοί, ὅ τε ἐπὶ πλευρὰν ὁποτέραν 〈καὶ ὁ ἐπ’ ἰϲχία〉 καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ | ἐπ πλευράν· τόπον γὰρ δίδωϲι τῇ χειρὶ τῆϲ μαίαϲ εἰϲ τὸ μεταϲχηματίϲαι ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδαϲ. τὰ δὲ δεδιπλωμένα φερόμενα χείριϲτοϲ [*](1 δυϲτοκυῖα P: corr. Dietz 2 πλεῖον add. Ermerins 4 ταῦτα . . . Ἡροφίλου del. Ermerms (cf. p 134, 25 sq. 5 μῖγμα Rose (cf. p. 133, 27 sqq.) ἄνιγμα P: ϲχῆμα Dietz μητρὸϲ Rose 6 ἐκ πυρὸϲ P. ἔκπυρον Emerins ἔχοι seripsi: ἔχον (eiat ἔχων) P ἔκλυϲιν seripet: ἔκκαυϲιν P (cf. p. 131, 14, ubi ἔκλυϲιϲ P) 7 ναρκαν P: corr. Dietz 8 τὰ add. Ermerins 11 fort. ἔχοι 12 ‘hydropicus’ Must. p. 77, 19, legit ὑδρωπικῶν 14 ῇ τα τικτόμ(ενα) scripsi (coll. Aetio): ἤ καὶ τριῶν P: ἢ καὶ τρία Ermertms 15 ἐν τῷ Ermerins ϲφηνῶται Dietz ϲφηνοῦϲθαι P: ‘fort. ἐνϲφηνῶται’ Rose. 16 ἀποθανόντα P: corr. Ermerins 17 διοιδηκέναι P εἰ Actti mes. (cf. Croenert, Men Gr . Here. p. 208, 2): διῳδηκέναι Rose 19 19 τὸ Aet. 20 εἰ Rein- Hold: ἡ P παρεγκεκλιμένη ἡ κεφαλὴ Aet. post ἢ iterum εἰϲ τὰ Aet. 21 ἐμπίπτει P: corr. Dietz coll. Aetio 22 λοιπῶν add. Aet. ϲχμμάτων P Aet. (qui μεινον τὸ) . corr. Dietz 23 εὐθείαν P: εὐθείᾳ sive ϲὐθείαϲ Aet. codd. 24 ἔν τινι P Aet. codex: corr. Ermerins. 20 τὸ P: corr. Dietz: om. Aet. 27 ἔχοντα Aet.: ἔχειν P. ἔχον Ermerins 29 καὶ ὁ ἐπ’ ἰϲχία add. Rose (desunt et opud Aetium) ἔμπροϲθεν ἢ ὄπιϲθεν ἢ τὰ πλάγια supre. ἰτκα?? expticatio in P κοιλίαν Aet.: ϲκολιαν P 31 χείριϲτα P : corr:. Reinhold)

133
πάντων τῶν ϲχηματιϲμῶν ἐϲτιν, καὶ τούτων ὅϲα ἐπὶ τὰ ἰϲχία φέρε- ται. τριχῶϲ γὰρ καὶ τὰ δεδιπλωμένα ϲχηματίζεται· ἢ γὰρ πρὸϲ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ τά τε ϲκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπι- γάϲτριον ἢ τὰ ἰϲχία. ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸϲ τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ· διελόντων γὰρ ἡμῶν τὸ ἐπιγάϲτριον καὶ κομιϲαμένων τὰ ἐντοϲθίδια, ϲυμπεϲόντοϲ τοῦ ϲώματοϲ εὐχερὴϲ γίνεται ὁ μεταϲχη- ματιϲμόϲ. γίνεται δυϲτοκία καὶ παρὰ τὸ τερατῶδεϲ κυῖϲκεϲθαι, καὶ παρὰ τὸ γεγυμνῶϲθαι δὲ τὸ ἔμβρυον καὶ νυϲϲομένηϲ τῆϲ μήτραϲ ὑπὸ τοῦ ὀϲτέου· γυμνοῦται δὲ τοῦ ἐμβρύου τὸ ὀϲτέον μυδώϲηϲ τῆϲ ϲαρκόϲ (τοῦτο δὲ ϲπανίωϲ γίνεται), ἢ πολλάκιϲ ἀπείρωϲ ἐμβρυουλκουμένου τοῦ ἐμβρύου ἀποϲπῶνται ϲάρκεϲ καὶ τὰ γυμνούμενα ὀϲτέα νύϲϲει τὴν μήιραν.

4 [56]. παρὰ δὲ τὰ δι᾿ ὧν ἡ ἔκτεξιϲ δυϲτοκία γίνεται, ὅταν ἡ μήτρα ἦ ϲτενόϲτομοϲ ἢ μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ. | ὡϲ ἐπίπαν δὲ αἱ μικρομεγέθειϲ τὴν ἡλικίαν καὶ τὴν μήτραν ἀναλογοῦϲαν τοῖϲ λοιποῖϲ μέρεϲι κέκτηνται. γίνεται δὲ δυϲτοκία καὶ παρὰ τὸ ϲκολιὸν ἔχειν τὸν τράχηλον τῆϲ μήτραϲ ἢ παρὰ τὸ ϲάρκα παρὰ φύϲιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόϲτημα ἢ ϲκίρον ἔχειν ἢ παρὰ τὸ ἰϲχυρὸν ὄντα τὸν τοῦ προρρήγματοϲ χιτῶνα μὴ ἰϲχύειν τό ἔμβρυον τοῦτον ἀπορρῆξαι. ἢ ἐκκριθέντοϲ τοῦ ἠθροι- ϲμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντοϲ καιροῦ ἄνικμοι καὶ κατά- ἔηροι μένουϲιν οἱ τόποι κατ᾿ αὐτὸν τὸν χρόνον τῆϲ ἀποκυήϲεωϲ, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλιϲθον καὶ εὐπετῆ διέξοδον παρέχοντοϲ τῷ ἐμβρύῳ. | ταῦτα δὲ γίνεται, τὸ εἶναι μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ, διὰ πολλὰϲ αἰτίαϲ. ὅταν γὰρ πρόωροι γαμηθεῖϲαι ϲυλλάβωϲιν καὶ τίκτωϲιν μηδέπω τῆϲ μήτραϲ τέλεον ηὐξημένηϲ μηδὲ τοῦ πυθμένοϲ 〈τῆϲ〉 ὑϲτέραϲ διεϲτῶτοϲ. ἤδη δὲ καὶ παρὰ τὴν φυϲικὴν ἰδιοϲυϲταϲίαν ἢ ϲυγκριϲίαν παρέπεται δυϲτοκία, ἤδη γὰρ ἔνιαι φύϲει τὴν μήτραν ἔχουϲι μικρὰν | ὡϲ καὶ ἄλλο τι μέροϲ τοῦ ϲώματοϲ. αἱ δὲ ἔτι καὶ 〈διὰ〉 τὸ ἀπὸ χηρείαϲ πολυχρονίου ϲυνειληφέναι, ἔνιαι δὲ καὶ διὰ τὸ [*](14] cf. Aet. XVI 22 p. 27, 1 sq. Z. 14 —24] Aet. XVI 22 p. 27, 2— 12 Z.) [*](30—p. 134, 3 ἔνιαι . . . ϲῶμα] Aet. XVI 22 p. 27, 23 —25 Z.) [*](2 γὰρ] δὲ Rose 5 παρ᾿ ἡμῶν P: corr. Dietz: παρ᾿ ἡμῶν γὰρ διε- λόντων Aet. (qui γὰρ correcturam tidetur superscriptant legisse) 7 post γίνεται add. δὲ Ermerins 8 καὶ ante νυϲϲομένηϲ del. Ermerins 9 τῶν ὀϲτέων Reinhold τὸ ἔμβρυον τοῦ ὀϲτέου P: corr Ermerins μυδούϲηϲ P (ex usu posteriorum): corr. Ermerins 11 αἰ antc ϲάρκεϲ add. Ermerins) [*](14 ὡϲ ἐπίπαν . . . τῷ ἐμβρύῳ (24) post μέροϲ τοῦ ϲώματοϲ (29) posuit Rose 15 τὴν ἡλικίαν i. e. staturam 16 γίνεται δὲ δυϲτοκία . . . τῷ ἐμβρύῳ (24) post μέροϲ τοῦ ϲώματοϲ (29) posuit Ermerins ἔχει P: corr. Dietz 23 sq. τῷ ἐμβρύῳ Aet.: τοῦ ἐμβρύου P 24 post ἐμβρύῳ add. ἐπὶ τοῦ δέον- τοϲ καιροῦ Aet. ταῦτα P. τοῦτρ Rose τὸ εἶναι . . . μικροτράχηλοϲ del. Rose 26 τὴϲ add. Ermerins 27 ὑϲτέραϲ Dietz: ἀϲτέροϲ P παρά τινα Ermerins διοϲυϲταϲίαν P: corr Dietz 28 ϲυνκριϲίαν P: ἰδιοϲυγκριϲίαν Reinhold δυϲτοκία del. Ermerins εἰ δἡ Rose: del. Er- merins ἔνιαι γὰρ Ermerins 29 αἱ δὲ ἔτι scripsi: ἤδὲ (sic) ἔτι P: ἤδη ἔτι Rose: αἴτιον δὲ Ermerins ῆδη ἔτι . . . αἴτια δυϲτοκίαϲ (p. 134, 3) uncis inclusit Rose 30 〈διὰ〉 τὁ supplevi: τῷ Rose)

134
〈προ〉βεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦϲαι 〈δυϲτοκοῦϲιν〉, ἕτεραι δὲ διὰ τὸ πρώτωϲ τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρωϲ ἔχειν 〈τοῦ〉 ϲχηματίζειν τὸ ϲῶμα. ταῦτα πάντα αἰτια δυϲτοκίαϲ. καὶ παρὰ τὸ πιέζεϲθαι ὑπὸ κοπρίων ἢ ὑπὸ οὕρων καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύϲτει τὴν τίκτουϲαν [καὶ] τῇ θλίψει τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ δυϲέργεια γίνεται.

5 [57]. ἢ παρὰ τὰ ἐν τῷ ϲώματι ἤ ἐντὸϲ ἢ ἐκτόϲ. ἤγουν παρὰ τὸ κατάϲαρκον καὶ καταπίμελον εἶναι τὴν τίκτουϲαν· ἡ 〈ὄτι〉 ὁ περι- έχων ὑμὴν δυϲδιαίρετοϲ ἢ μὴ ἔχων ὑγρὸν εἰϲ ὄλιϲθον αὐτάρκη· ἢ τῶν τῆϲ ἥβηϲ ὀϲτῶν ἀλλήλοιϲ ϲυμπεφυκότων ὡϲ μὴ ἰϲχύειν ἐν τόκῳ διά- ϲταϲιν δέχεϲθαι (καὶ γὰρ ἐπὶ |τῶν γυναικῶν οὐχ ὥϲπερ ἐπὶ τῶν ἀν δρῶν καθ’ ἁρμονίαν ϲυμπεφύκαϲι τὰ τῆϲ 〈ἥβηϲ ὀϲτᾶ〉, ἀλλὰ ϲύνδεϲμοϲ ἰϲχυρὸϲ ταῦτα πρὸϲ ἄλληλα ϲυνδεῖ)· καὶ παρὰ τὸ κοιλότερον εἶναι τὸν κατὰ τὴν ὸϲφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν. τὰ δὲ ἐκτὸϲ τοῦ ϲώματοϲ· οἷον παρὰ τὸ μὴ προεργάϲαϲθαι τὸ γυναικεῖον ἢ ἐν μέθαιϲ εἰθἱϲθαι ἢ ἀγρυπνίαιϲ ἢ τὸ ὑπέρψυχρον καὶ χειμερινὴν εἶναι τὴν ὥραν (καὶ διὰ τοῦτο πυκνοῦϲθαι τούϲ πόρουϲ) ἢ τὸ ὑπέρθερμον καὶ ἐκλυτικὴν ἢ ἀπειρίᾳ μαίαϲ ἢ ἰατροῦ. ἤδη δὲ καὶ παρὰ τὰϲ ὠδῖναϲ. γίνεται [ὅταν γὰρ] καὶ διατεινομένηϲ ϲφόδρα ἢ ἀποϲπωμένου τοῦ χορίου ἀπὸ 〈τῆϲ〉 μήτραϲ, ἢ κατὰ μέροϲ τὴν μήτραν θλίβοντοϲ ἢ καὶ ἀθρόωϲ προϊόντοϲ. καὶ παρά τὸ μὴ καταφέρεϲθαι τὸ αἰμα διὰ τῆϲ μήτραϲ εἰϲ τὸ χόριον, ἀλλ’ ἐν ἀγγείοιϲ 〈τοῖϲ〉 εἰϲ τὴν μήτραν δια- πεφυκόϲιν φλεβώδεϲι καὶ ἀρτηριώδεϲι μένοντοϲ καὶ διατείνοντοϲ τἀ ἀγγεῖα. ἐπεὶ καὶ παρὰ τὴν ἄλλην ἀλγηδόνα γίνεται, ὡϲ ἐλέγομεν, δυϲτοκία. ἀλγηδὠν δὲ ὁτὲ μὲν μετὰ πνεύματοϲ, ὁτὲ δὲ μετἀ πνεύ- ματοϲ ϲυμβαίνει καὶ τὰϲ ὠδῖναϲ γίνεϲθαι. 〈ταῦτα λέγει Δημή τριοϲ ὁ Ἡροφίλειοϲ.〉 τούτων οὖν ῥηθέντων τῶν αἰτίων οὐδείϲ [*](4 sq. καὶ παρὰ τὸ λίθον . . .γίνεται] Aet. l. c. p. 27, 13 —15. 6 sq. ἤ(γουν) . . τίκτουϲαν] Aet. XVI 22 p. 27, 15 sq. 8 — 12 τῶν τῆϲ ἤβηϲ . . . ϲυνδε] Aet l. c. p 27, 16— 20 12 sq. καὶ παρὰ τὸ κοιλότερον . . . τὴν μήτραν] Aet. l. c. p. 27, 20 — 22 15 —17 ἢ τὸ ὑπέρψυχρον . . .ἐκλυτικὴν] Aet. l. c.p. 28, 27—29) [*](23 ὡϲ ἐλέγομεν] cf. p. 13 , 27 sqq.) [*](1 〈προ〉βεβηκέναι suppletum ap. Dietz δυϲτοκοῦϲιν add. Aet. 2 πρώτερον P: πρώτερον et πρώτωϲ codd. Aet. τοῦ om. P Aet : suppl. Er- merins 5 καὶ P Aet : del. Ermerins δυϲεργία P 6 sq. ἢ παρὰ τὰ . . . τίκτουϲαν post 13 τὴν μήτραν legi voluit Ermerins His potssimum para- graphis genuinum nos Sorani textum non tenere ex ipsis editorum trans- positionibuns et uncis opparet. Quorun conamina neque recepi meque auxi, cum. ordinis pristini reconstituendi regulam satis certam diesidferari tideam potiusque ducam nihal nocere quam speceiem cxhibere fallacem. 7 — 13 ὅτι ὸ περιέχων . . . τὴν μήτραν superiorbus δυϲέργεια γίνεται (5) adnexuit Rose, ἢ ὅτι ὁ περι- έχων . . . αὐτάρκη seclusit 7 ὅτι add. Ermerins 11 κατ’ ἁρμονίαν P ἤβηϲ ὁϲτᾶ om. P: suppleta ex Aetio 14 παρὰ Ermerins . παιδία P. διὰ Rose) [*](προεργάϲαϲθαι ( quia sibi ante mo praeparaterit cubiculum’ ) Rose (cf supfa p. 50 sqq : προηγήϲαϲθαι P ἐν v del. Ermerins 15 ἡθῆϲται P: corr. Dietz 18 ὅταν γὰρ καὶ sed. Ermcrins: [ὅταν γὰρ] ἢ Rose post ϲφόδρα add. τϲ ὑϲτέραϲ Ermerins ἀποϲπομένη P. corr. Dietz 19 τῆϲ addid) [*](19 sq. ἢ κ. μ. τ. μ. θλίβ. post ἢ καὶ (γὰρ P) ὰθρ. προϊόντοϲ (προϲιόντοϲ P) pos. Ermcrins 21 ἀγγείοιϲ scrpsi: αὐτοϊϲ P τῖοϲ add. Ermerins 23 ἔπειτα Ermerins παρά τινα Ermerins 25 sq. ταῦτα . . . Ἡίροφ. ex superioribus (p. 132, 4) tiansposui cun. Schoenic 26 ἡροφίλου P: corr. Schoene)

135
ἐϲτιν ὁ ἀντερείϲαϲ αὐτῷ καὶ ἀντειπών, ἀλλὰ καὶ μαρτυρήϲαϲ καὶ ϲτηρίξαϲ αὐτὸν ὡϲ ἀληθῶϲ [ἆρα καὶ] λέγοντα· εἰ μὴ ἄρα καὶ δικαίωϲ ἐν τούτῳ μεμψαίμεθα τοὺϲ Ἡροφιλείουϲ, ἐπεὶ δυνάμειϲ ἐπιτελε- ϲτικάϲ φαμεν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν· οὐδὲ γὰρ αὐτοὶ τὴν οὐϲίαν αὐτῶν ὁμολογοῦϲιν.

6 [58]. Τῶν ῥηθέντων αἰτίων τῆϲ δυϲτοκίαϲ ἃ μὲν ἐξ αὐτῶν ἐϲτι καταληπτέα, B δὲ οὕ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἥ〉 χαλᾷ καὶ ἀνίηϲιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίϲεωϲ κατελήμφθη ὡϲ μὴ ϲυνεργοῦντα τῇ εὐτοκίᾳ· κάροϲ δὲ καὶ λήθαργοϲ πρόδηλά ἐϲτι, ἔτι δὲ τούτων ϲημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου. ἤδη δὲ καὶ τὸ μέγεθοϲ τοῦ ἐμβρύου δυϲτοκίαν ποιοῦν ϲημειούμεθα ἐκ τοῦ ὄγκου τῆϲ κοιλίαϲ· ἐὰν δὲ προπεϲὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑπο- ληπτέον πολλὰ εἶναι τὰ κυούμενα. ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ προβάλλοντα τὰϲ χεῖραϲ, ἤτοι 〈τὰ παρὰ φύϲιν〉 ἐϲχηματιϲμένα, ταῖϲ καθέϲεϲι τῶν δακτύλων ϲημειούμεθα. * * * αὐτάϲ. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουϲα καὶ ἐντείνεται, θερμὸν τε αὐτῆϲ 〈τὸ ἐπιγάϲτριον εὑρίϲκεται, τῆ δὲ καθέϲει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲϲ ὁρᾶται, ἐὰν δὲ ῇ νεκρόν, οὐχ οὕτωϲ ὠδίνει ἡ κύουϲα τό τε ἐπιγάϲτριον αὐτῆϲ ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέϲει τῶν δακτύλων οὕτε θερμὸν ὑπο- πίπτει τὸ ἔμβρυον οὕτε ἀϲθμαῖνον, ἐάν τε καὶ προπέϲῃ τι μέροϲ. τοῦτο μέλαν καὶ νεκρῶδεϲ εὑρίϲκεται. τὴν δὲ μήτραν πεπονθυῖαν ϲημειούμεθα ἐκ τῆϲ ἁφῆϲ. μετάγοντεϲ τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάϲχῃ, τὰϲ κινδυνευούϲαϲ ἐν τῷ τίκτειν ϲημειούμεθα ἐκ ϲφυτμοῦ, ἐξ ἀναπνοῆϲ, τὰϲ δὲ ἀπολλυμέναϲ ἐκ τῆϲ ἀϲφυξίαϲ καὶ ἐκ τοῦ θανάϲιμα ἔχειν τὰ ϲημεῖα.|

[*](3 δυνάμει] seil. ψυχικὴ et ζωτικὴ, de quibus supra p. 131, 12 sqq. 4 φαμὲν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν] libri Soranei men- tionen fert falso putat Rose p. 412 11 ἐκ τοῦ περὶ ὀξέων . . . τόπου] cf. quoc docent et huius libri capita muita (cf. ’Gynak d. Sor’ p. 48 sq.) et Sorani Περὶ τῶν ὀξέων παθημάτων Cadio Aurel. interprete 23 sq. τὸ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα] passim scil. in antecedente libri parte p. 106, 2] 107, 1, 127, 25)[*](1 ἀντερείϲαϲ sice ἀντερίϲαϲ Hericerden: ἀντερήϲαϲ P αὐτῷ, seil. De- metrio (cf. supr p. 131 , 8): del. Rose (cf. ‘Ganak. d. Sor.’ p. 83, 2) 2 αὐτὰ Rose ἄρα καὶ del. Ermecins λέγοιτο P. corr. Kind 3 ἡροφί- λουϲ P: corr . Dietz ἐπιτελεϲτικὰϲ scripsi (cf. Stoic. vet. fragm III 123, 22 Arn.) ἐπιτεθι P: ἐπιλεληθυίαϲ Rose ὑποθετικάϲ Ermecins ἐπιθετικάϲ Kalbfleisch. 6 in mg. μθ’ P 8 ἣ add. Rose χαλᾶν P. corr. Dietz 9 καὶ τὰ ἄλλα Er- meris: κατὰ τὸ P ἀνελήμφθη P. corr. Kind 11 ἐκ τοῦ Ermecins: ἐν τῶ P)[*](13 δὲ Rose: γὰρ P: avte ἐὰν γὰρ excidisse nonnulla sumps. Ernierins 15 τὰ παρὰ φύϲιν suppl. Ermerins ἐϲχηματιϲμέναϲ P. corr. Ermecins 10 ἰαϲθ- nam stat. Ermerins γὰρ P. δὲ Rose ζῶον P: fort. ζῶν 17 ἐντείνουϲα P: corresi (cf. supra p. 131, 15): ἐντείνει Rose 11 sq. lacunan suppl. Rose)[*](18 τῶν δακτύλων Rose: τοῦ δακτυλίου P 20 δὲ add. Rose 24 〈ἐν 〉. τῷ τόκῳ Ermerins 25 ἀπολυμέναϲ P: ἀπολουμέναϲ Ermerins)
136

7 [59]. Ἐπἱ τῶν δυϲτοκουϲῶν χρὴ τὸν ἰατρὸν ἐπερωτᾶν τὴν μαῖαν. 〈εἰτε γὰρ〉 διὰ ϲτέγνωϲιν καὶ ϲυναίρεϲιν τῶν διοδευθηϲομένων ὑπὸ τοῦ ἐμβρύου χωρίων εἴτε διὰ ψύξιν τοῦ περιέχοντοϲ ἢ θέρμην εἴτε διὰ ϲκληρίαν τοῦ ϲώματοϲ εἶτε διὰ τὸ κοίλην εἶναι τὴν ὀϲφῦν ἢ φύϲει μικρομεγέθη τὴν ὑϲτέραν ἡ πρόωρον ϲύλληψιν ἢ πιμελῆϲ βάροϲ ἢ θλίβονταϲ ὄγκουϲ ἢ λύπην ἢ φόβον ἢ τραχήλου ϲκολίωϲιν ἢ φλεγ- μονὴν ἢ ξηραϲίαν ἢ ὁποιανδήποτε πρόφαϲιν ἄλλην, τῇ ἀνέϲει καὶ τῷ χαλάϲματι δεῖ πρῶτον ϲυνεργεῖν καὶ μήτε εὐθέωϲ ἐγχειρεῖν τῇ χειρουρ γίᾳ μήτε ἐπὶ πολὺ ϲυγχωρεῖν τῇ μαίᾳ διαϲπαράττειν τὴν μήτραν. εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀϲφὺν τὴν τίκτουϲαν ἡ δυϲτοκία γίγνοιτο, ϲχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑϲτέρα μετα- πεϲοῦϲα εἰϲ τὸν κατὰ τὸ ἐπιγάϲτριον τόπον κατ’ εὐθ ϲχηματιϲθῇ τῷ τραχήλῳ· ὁμοίωϲ δὲ καὶ τὰϲ πιμελώδειϲ καὶ καταϲάρκουϲ ϲχηματιϲτέον. εἰ δὲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μέμυκε, τοῖϲ λιπάϲμαϲι μαλάϲϲειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν ϲυνεχῶϲ ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ ϲὺν ἀφεψήματι τήλεωϲ ἤ μολόχηϲ ?? λινοϲπέρμου, ποτὲ δὲ καὶ τῶν ψῶν 〈τῷ λευκῷ〉· οὔτω γὰρ παρηγορεῖται εἰϲ ἄνεϲιν μὲν τὸ θλῖβον, νοτίζεται δὲ εἰϲ ὄλιϲθον τὸ δυϲοδοῦν. μετὰ δὲ ταῦτα καὶ καταπλάϲ- ϲειν λινοϲπέρμῳ ἢ τήλει δι’ ἐλαίου καὶ ὑδρομέλιτοϲ τὸ ἐφήβαιον, ἐπι- γάϲτριον, ὀϲφύν, ἐγκαθίζειν τε λιπαρῶϲ ἢ πυριᾶν διὰ ϲπόγγων ῥάκεϲιν ϲυντόμωϲ ἀφαρπαζομένηϲ τῆϲ ὑγραϲίαϲ. ταῖϲ δὲ ἐν ὀδύνη καὶ κύϲτειϲ ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρειϲ〉 ἤ μαρϲίπουϲ ὠμὴν λύϲιν θερμὴν ἔχονταϲ· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι ϲυμμέτρωϲ θερμῷ μετεωροτέραν τὴν κεφαλὴν ποιήϲαντεϲ τῆϲ καμνούϲηϲ, λεληθυῖα γὰρ κίνηϲιϲ ὑπομιμνἡϲκει τὴν ἔκκριϲιν. ἔνιοι δὲ καὶ καταϲειϲμοὺϲ εὐτόνουϲ παρέλαβον. οἱ μὲν γὰρ μετεωρίϲαντεϲ τοὺϲ περὶ τὴν κεφαλὴν τῆϲ κλίνηϲ πόδαϲ, τὴν δὲ κάμνουϲαν διὰ κηρίαϲ ἐν τοῖϲ ἐνηλάτοιϲ τῷ [*](1sq. [1] cf. Aet. XVI 22, Paul. III 76; Must. II cap. XVIII 28 οἴ μέν] cf. Hipp. De morb mul. I 68 (VIII 142 sq. L.)) [*](3 in mg. ιν’ P 4 εἶτε γὰρ add. Rose, εἴτε Dietz. Plura excidisse opinor, ut εἴτε γάρ δυϲτοκία γίνεται 5 περιέχοντ |. corr. Deitz 6 ϲκληρίαν τοῦ ϲώματοϲ] ‘duritia corporis infantis’ Must. p. 81 , 17 falso) [*](κοινὴν P: corr. Dietz 9 ὅλην suprascr. P τὴν ἄνεϲιν P: corr. Dietz 11 post μήτε add. μὴν Aet. διαϲπαράττει P: corr. Dietz 17 ἀναϲχαλᾶν P: corr. Dietz 18 ἀποψὴματι P: corr. Dietz τῶν del. Ermcrins 19 τοἶϲ λευκοῖϲ add. Aet.: τῷ λευκῷ Ermcrins (cf. supra p. 80, 19)) [*](οῦτε P: cor:. Dietz ἀνάνεϲιν P: corr. Dietz 21 τὸ om. Paul., del. Ermerins 22 ἐγκοθίζει P. corr. Dietz λιπαροῖϲ Rose 23 ἀπαρπαζο- μένηϲ P: corr. Dietz κύϲτει P: corr. Rose: κύϲτιν Ermcrins post κύϲτειϲ πλήρειϲ add. Rose (πλήρη Ermcrins , post θερμοῦ ego 24 ἢ Ermcrins : καὶ P μαρϲίπου τι P: corr Rose: ‘sacellis Must. p. 82, 6 ψμὴ λύϲει P: corr. Dietz 27 ὑπομνήϲκει P: corr. Dietz 29 δἐ P: τε Rose ὁνηλά- τοιϲ P. corr. Dietz)

137
θώρακι προϲκαταλαβόντεϲ προϲέταξαν ὑπηρέτῃ τὰ πρὸϲ τοῖϲ ποϲὶ τῆϲ κλίνηϲ μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφουϲ, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακαϲ ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν ϲτάντα τινὰ τῆϲ τικτούϲηϲ καὶ ὑποβαλόντα ταῖϲ μαϲχάλαιϲ τὰϲ χεῖραϲ ἐξὰροι [ἤ] καὶ. εὐτόνωϲ καταϲεῖϲαι. πάνταϲ δὲ τούϲ τοιούτουϲ καταϲειϲμοὺϲ ἀπο- δοκιμαϲτέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξειϲ καὶ ϲυμπαθείαϲ ἐπιφέρει. χρηϲτέον δὲ τοῖϲ ἔμπροϲθεν ὑποδειχθεῖϲιν καὶ τὴν μὲν ὠδίνουϲαν ἐπι θαρρεῖν παραινετέον ὡϲ ἐν ἀκινδύνῳ τυγχάνουϲαν, τὴν δὲ ἄπειρον ὠδίνων διδακτέον ἐντόνωϲ μάλιϲτα τὸ πνεῦμα κατέχειν καὶ πρὸϲ τὴν λαγόνα ϲυνωθεῖν, τὴν δὲ λειποθυμοῦϲαν τοῖϲ ἀπλήκτοιϲ 〈ὀϲφραντοῖϲ〉 ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰϲ ἀϲθενείαϲ βραχέοϲ κουφι- ϲμοῦ παρεμπεϲόντοϲ θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, ϲικύῳ πέπονι, ἀλφίτῳ νενοτιϲμένῳ, μήλῳ, πᾶϲι τοῖϲ παραπληϲίοιϲ)· φόβοϲ γάρ ἐϲτι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μετα- βάλῃ. τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸϲ διὰ τῶν μαλακτικῶν καὶ λιπαϲμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ ϲκολιόϲ ἐϲτιν, παραϲτέλλειν δὲ μετὰ λιπαϲμοῦ τὸν ὄγκον, εἰ παρακείμενοϲ εἴη, εἰ δὲ μή, διὰ χειρουργίαϲ ἐκκόπτειν, εἴτε θύμοϲ ἐϲτὶν εἴτε κόνδυλοϲ ἀπὸ ἐπαναϲτάϲεωϲ εἴτε διαφράττων ὑμὴν ἢ ϲαρκὸϲ περίφυϲιϲ ἢ ἄλλο τι τῶν τοιούτων ἐμποδίζον. περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν ϲκύβαλον διὰ κλυϲτῆροϲ ὑδρελαίου ἤ ὑδρομέλιτοϲ ἐνεθέντοϲ, τὸ δὲ οὖρον κομιϲτέον διὰ τοῦ καθετῆροϲ, εἰ πεπληρωμένη ἡ κύϲτιϲ οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντοϲ ἐϲφηνωμένου διώϲαϲθαι χρὴ τὸν λίθον καθετῆρι ἐκ τοῦ τραχήλου τῆϲ κύϲτεωϲ καὶ εἰϲ τὸ κύτοϲ ἀπωθεῖν. χόριον δὲ μὴ ἀναϲτομούμενον κατιάδι προϲεχόντωϲ διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέροϲ· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυϲτη- ριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰϲ τὸν γυναικεῖον ἐνιέναι κόλπον.

[*](3 οἱ δὲ τὸ κλιμάκιον ἐδοκίμαζον] cuius rationis Cuidus medici auctores crant (cf. Hipp. De inorb. mul. II 144 ; VIII 318, 5 L.I, ex quibus nominatur Ermcrins infra p. 144, 23 sqq.; 149, 11)[*](1 ὑπηρετεῖ P: corr. Rose (αἴρειν δ’ ἐξ ἑκατέρου ποδὀϲ ἄνδρα τῇδε καὶ τῇδε (Ηipp. VIII 144, 12 L.): ὑπηρέτιδι Dietz 2 ἐπερεῖν P: corr . Dietz τοὺϲ ἐλάφουϲ P: corr. Dietz 3 oἰ δὲ add. Ermcrins 5 ὑπολαβόντα P. corr. Ermcrins ἐξέραι P: corr. Dietz ἢ del. Ermcrins 7 ῥήξειϲ Rose: πλήξειϲ P 9 παραινεκτέον P. corr:. Dietz 10 ἐν τοῖϲ τόποιϲ P: corr. Rose ex Paulo III 76 (ubi εὐτόνωϲ Heiberg) 11 ὀϲφραντοῖϲ add. Rose ex Paulo)[*](12 post ἀναληπτέον quac ehibet P οῖον ἄρτῳ . . . παραπληϲίοιϲ suo loco (13 sq.) atiribuit Rose absonum verborum ordinem testatur iam: Mustio p. 83, I)[*](13 ὀλίγου P: corr. Dietz 14 νενοτιϲμένοιϲ P. corr. Rose 15 ἢ πλείω P: corr. Reihold 〈ἢν〉 καὶ Ermcrins 15 sq μεταβάλῃ Kalbflesch: μετα- λἀβη P ἤν πλείω μεταλάβῃ καὶ φθαρῇ Rose 16 γενομένων Ermcrins γιν. P)[*](16 sq. διὰ τῶν μαλακτ. καὶ λιπαϲμ.] cf supra I. 130, 16 sqq. 17 ἀνοίγειν καὶ P: ὰνέψγε, δὲ Rose 19 sq. ἀπὸ ἐπαν. del. Ermcrins (cf. Aet. p. 155, 23 Z. κονδύλωμά ἐϲτι ϲτολίδοϲ ἐπανάϲταϲιϲ) 20 ἐπαναϲτάϲειϲ P: corr . Dietz 21 〈τὸ〉 ἐμπ. Kind τῶν περίττωμα P. corr. Dietz ἐκβαλεῖν P. corr. Rose)[*](22 ϲκυβάλων P: corr. Diete 24 διῶϲαι Ermcrins διώϲαντα Rose delens καὶ v. 25: διώϲαϲθαι item Aet. p. 29, 9 Z. 20 κατιαδεῖ P: κατιὁδι δεῖ Dietz)[*](27 προϲκοιλαίνοντα P: corr. Ermcrins)
138

8 [60]. παρὰ φύϲιν δὲ ἐϲχηματιϲμένου τοῦ ἐμβρύου τὸν κατὰ φύϲιν ἀποδιδόναι ϲχηματιϲμόν. καὶ εἰ μὲν ἐπὶ κεφαλὴν ἐνεχθὲν παρεγκέκλιται, καθεῖναι τὴν εὐώνυμον χεῖρα λελιπαϲμένην (ὠνυχιϲμέ- νων τῶν ἄκρων εἰϲ τὸ μὴ νύϲϲειν ἐκτεταμένων τῶν δακτύλων 〈και〉 κατὰ τὰϲ ῥᾶγαϲ ϲυμβεβλημένων ἀλλήλοιϲ μειούρου χάριν ϲχηματιϲμοῦ εἰϲ τὸ ἀϲκυλτότερον τῆϲ καθέϲεωϲ) 〈καὶ〉 καθ’ ἔν καιρὸν φυϲικῶϲ τὸ τῆϲ ὑϲτέραϲ διαϲτέλλεται ϲτόμιον (εἰϲ τὸ μὴ ϲυνιόντοϲ αὐτοῦ καὶ ϲυϲτελ λλομένου μετὰ ϲκληρᾶϲ ἀντιβάϲεωϲ γίνεϲθαι τὴν ἔνθεϲιν], τοῦ ἐμβρύου λαβόμενον κατ’ εὐθὺ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ παράγειν αὐτὸ ϲυνεργοῦντα τῇ μεταθέϲει καὶ διὰ τῆϲ ἀκολούθου κατακλίϲεωϲ. ἑπὶ γὰρ τὸ ἀντικείμενον μέροϲ ἐϲχηματίϲθαι δεῖ τὴν κάμνουϲαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰϲ τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλι- κότοϲ, ἐπὶ δὲ τὴν ἀριϲτερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντοϲ, ὑπτίαν δὲ κατωφερῆ τὴν θέϲιν ἔχουϲαν εἰϲ τὰ ἔμπροϲθεν καὶ ὡϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ, πρηνῆ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἐνδον καὶ ὡϲ ἐπ’ ὀϲφὺν τοῦ ἐμβρύου παρεγκλί- ναντοϲ. εἰ δὲ καὶ μετὰ ϲφηνώϲεωϲ γέγονεν ἡ παρέγκλιϲιϲ, ἀναβιβά- ζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥϲτε ἀπὸ τοῦ ϲτομίου τῆε ὑϲτέραϲ ἀποϲτῆναι, καὶ οὕτωϲ ἀπευθύνειν. εἰ δὲ καὶ χεῖρα προβέβλη- κεν, μὴ ἐπιϲπἅϲθαι λαβόμενον αὐτῆϲ (μᾶλλον γὰρ ἐπιϲφηνοῦται προϲ- ανακλωμένηϲ ἢ ἐπινευούϲηϲ τῆϲ κεφαλῆϲ ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺϲ δακτύλουϲ ἄκρουϲ ἐπερείϲαντα προανωθεῖν αὐτὸ κάν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμ- ψαντα τὸν ἀγκῶνα καὶ οὕτωϲ πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν χεῖρα πρὸϲ τὸ ἀπαραπόδιϲτον τῆϲ ἀποτέξεωϲ. εἰ δὲ ἀμφοτέραϲ προ βέβληκεν τὰϲ χεῖραϲ, κατὰ τῶν δυοῖν ὤμων ἄκρουϲ ἐρείϲαντα τοὺϲ δακτύλουϲ ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺϲ βραχίοναϲ ἀπώϲαντα, κάμψαντα. δὲ τοὺϲ ἀγκῶναϲ ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰϲ χεῖραϲ τοῖϲ μηροῖϲ [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίωϲ. εἰ δὲ μικροῦ τοῦ κεφαλίου τυγχάνοντοϲ τὰϲ δύο προβέβληκε χεῖραϲ, ἀπευθύνειν μὲν τὸ κεφάλιον ἀνακεκλαϲμένον, ϲυλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπι- ϲπᾶϲθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου ϲφήνωϲιϲ ἐνιάκιϲ οὐ γίνεται. εἰ δὲ ἐπὶ πόδαϲ ἐνεχθὲν παρεγκέκλικεν εἰϲ τι μέροϲ, μετ- ἀκτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπληϲίωϲ. εἰ δὲ τὸν [*](3 καθῆναι P: corr. Dietz 4 καὶ add. Ermcrins 5 τοὺϲ ρώγαϲ P. corr. Ermcrins μυούρου P ϲχηματιϲμὸν P. corr. Detz 6 καὶ addidi) [*](7 ϲυνιέντοϲ P: corr. Dietz 9 post ἐμβρύου add. δὲ Rose 14 ὑπτία P corr. Dietz 14— 17 εἰ. τὰϲ ἔνδων· καὶ ψϲ ἐπ’ ὸϲφὺν τοῦ ἐμβρύου παρεγκλίνον- τοϲ (sic)· πρινὴ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἔμπροϲθεν· καὶ ὠϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ P: ordiem turbatum restit. Ermcrins 16 τὰ ἐνδὸν Dietz παρεγκλίναντοϲ Ermerins 22 καὶ ex Paulo add. Rose ἀλλὰ spplevi ex Paulo τοὺϲ ὤμουϲ P: corr . Rose coll. P al. ἄκρωϲ P: corr. Ermcrins 23 ἐπερίϲανταϲ P: corr. Ermcrins 24 πλευρὰν P: corr. Dietz παρατείνανταϲ P: corr:. Ermcrins 26 ἀκρωϲ ἐρείϲανταϲ P. corr. Ermcrins 28. 29 καὶ transp. Rose 29 ἡρέμα· ὠϲ P : corr. Rose 30 ἀνευθύνειν P: corr. Ermcrins 31 ϲυλλαμβανομένων Ermcrins 34 ἐπευθυντέον P: corr. Ermcrins)

139
ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ ϲφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου ϲυγκαμπτομένου), τούϲ δακτύλουϲ δὲ ἄκρουϲ κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰϲ τὸ κύτοϲ ἀπωϲάμενον αὐτὸν τῆϲ μήτραϲ, εἴτα καθέντα τὴν χεῖρα τὸ ἕτερον ϲκέλοϲ ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν. 〈εἰ〉 δὲ τοὺϲ δύο πόδαϲ προβέβληκεν τῆϲ ἑτέραϲ χειρὸϲ ἀνακεκλαϲμένηϲ ἢ καὶ τῶν δυοῖν, πάλιν ὡϲαύτωϲ ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰϲ χεῖραϲ καταϲτέλλειν. εἰ δὲ διαϲτῆϲαν τοὺϲ πόδαϲ διαφόροιϲ μέρεϲι τῆϲ ὑϲτέραϲ ἐνήρεικεν, ζευγνύειν τούττϲυϲ 〈καὶ〉 κατ’ εὐθὺ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ τάϲϲειν. εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἶληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτωϲ τῶν ϲκελῶν ἁπλωθέντων ἐπὶ πόδαϲ ἐξέλκειν. εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται, καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ ϲκέλη ἐξαπλοῦν, τὰϲ χεῖραϲ δὲ παρα- τείναντα τοῖϲ μηροῖϲ ἐπὶ πόδαϲ ἐξέλκειν. εἶτα πλάγιον ἐπικείμενον, εἰ μὲν πρηνὲϲ 〈ἤ〉 ὕπτιον, πράωϲ αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν ϲτρέφειν, ὅπωϲ εἰϲ κάθεϲιν τῇ χειρὶ γένηται τόποϲ. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐϲχηματιϲμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πράωϲ ἀνατρέπειν αὐτό , πλὴν ἀνίϲου μὲν τοῦ πλαγιαϲμοῦ τυγχάνοντοϲ κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ ϲώματοϲ * * ὁ κατὰ τοὺϲ πόδαϲ· ἀμεί- νων γὰρ ὁ ἐπὶ κεφαλὴν ϲχηματιϲμὸϲ προδιοδευθέντων τῶν πλατυτέ- ρων, μὴ προϲανακλωμένων τῶν χειρῶν. εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον, ἄνω μὲν τοῦ διπλώματοϲ ὑπάρχοντοϲ, ἐξ ἴϲου δὲ τῶν ἄκρων ἀλλήλοιϲ παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τούϲ κατὰ ϲκέλη τόπουϲ· ἀνίϲου δὲ τοῦ διπλώματοϲ ὄντοϲ ϲτρέφειν αὐτὸ πρῶτον καὶ τὸ δί- πλωμα πρὸϲ τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ εἰρήκαμεν. εἰ δὲ πλέονα τοῦ ἑνὸϲ ἐμβούου καταφέροιτο, πάλιν ἀνωθεῖν αὐτὰ καὶ ἀνατρέπειν ὡϲ ἐπὶ τὸ κύτοϲ καὶ καθ’ ἕν κομίζεϲθαι. πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάϲτωϲ καὶ ϲυνεχῶϲ ἐλαιοχυτοῦντα τοὺϲ τόπουϲ, ὥϲτε καὶ τὴν κύουϲαν ἀϲυμπαθῆ καὶ τὸ κυούμενον ϲῶον δια- φυλάξαι· πολλὰ γὰρ οὕτωϲ δυϲτοκηθέντα βιώϲαντα βλέπομεν.

[*](1 τοῦτον P: corr. Ermcrins 3 τὸν περιιὸν κίου (ν κιο tenuioribus litt) P: τὸν τοῦ περιναίου Ermcrins ‘ad ingina infatis’ Must. (legebat uisi fallor περὶ τὸν τοῦ νέου τόπον) 4 αὐτὸν scripsi ( ‘cum’ Must.): ἀπὸ P del. Ermcrins τὰϲ χεῖραϲ P: corr. Ermcrins 5 εἰ add. Dietz. 8 ἐνήρεικεν scrpsi (cf. Ϲroemert, Memor. Graec. Hercut. p. 206, 4): ἐνεἰρήκει P: ἐνερἡρεικε Rose : ἐνερείδει Ermerins 9 ζευγνύοντα Rose καὶ add. Dietz 10 ἄνωθεν P: corr. Dietz 12 τοῦτο] fort. τότε 14 ἢ add. Ermcrins (‘vel’ Must.) 16 παρενέραντα P. corr. Dietz 18 lacanam indicavi. Sensum cognascere licet c Mustiona (p 88, 19 sqq: ‘st quiten ab omnibus melior descensus per capucel intecnitur sed sed si pedes fuerint proximtiores, ipos adprehmdat et sic addicere conetur’. ὁ κατὰ τοὺϲ πόδαϲ (del. Rose)[*](ἀμείνουϲ P. corr. Dietz 19 δὲ fro γὰρ Rose 20 πραϲαναπλωμέ- νων P: corr. Ermcrins 22 ἁπλοῦντεϲ P. corr . Rose: ἁπλοῦμεν Ermcrins)[*](πρὸϲἀνωθοῦντεϲ P: corr. Ermcrins et Rose 25 πλέον P: corr. Er- merins ἄνωθεν P: corr. Dietz 26 καὶ ante καθ’ ἕν scripsi: ἢ P. εἰτα Ermcrins)
140

9 [61]. Εὶ δὲ μὴ ἐπακούοι πρὸϲ τὴν διὰ τῶν χειρῶν ἐφολκὴν διὰ μέγεθοϲ ἢ νέκρωϲιν ἢ καθ᾿ οἱονδηποτοῦν τρόπον ϲφήνωϲιν, ἐπὶ τοὺϲ εὐτονωτέρουϲ τρόπουϲ δεῖ μετελθεῖν, τὸν τῆϲ ἐμβρυουλκίαϲ καὶ τῆϲ ἐμβρυοτομίαϲ· καὶ γὰρ εἰ τὸ κυηθὲν διαφθείρει, τὴν κυοφοροῦϲαν τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίν- δυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆϲ ϲυμπαθείαϲ, ἔϲθ᾿ ὅπου δὲ καὶ φλεγμονῆϲ ὑπερβαλλούϲηϲ, καὶ γάγγραιναν μάλιϲτα ὑποφαίνειν ὀλίγαϲ ἐλπίδαϲ ἔχειν (ἐφ᾿ ἧϲ ἔκλυϲιϲ, περιίδρωϲιϲ, περίψυξιϲ, ϲφυγμῶν ὑπόδυϲιϲ, πυρετὸϲ ὀξύϲ, παρακοπή τε καὶ ϲπαϲμόϲ)· μὴ ἀφίϲταϲθαι δὲ ὅμωϲ βοηθείαϲ. 〈δεῖ τοίνυν ἐπὶ κλίνηϲ〉 πᾶϲαν ϲχηματίζειν καταφερῶϲ ἀντιβατικώτερον ἐϲτρωμένηϲ ὡϲ μὴ πρὸϲ τὸ εἴκον ἐνδιδόναι τὴν ὀϲφύν, διεϲτώτων δὲ τῶν μηρῶν καὶ ϲυνηγμένων πρὸϲ τὸ ἐπιγάϲτριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου ϲτηρίζειν. εἶτα ἑκατέρωθεν δι᾿ ὑπηρετῶν τὸ ϲῶμα κατέχειν [ἢ γυναῖκεϲ ἔμπειροι καὶ ἰϲχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ παρείηϲαν, διὰ κηρίαϲ τῷ κλινιδίῳ τὸν θώρακα προϲκαταλαμβάνειν, ὥϲτε μὴ πρὸϲ τοὺϲ ἐπιϲπαϲμοὺϲ τοῦ ἐμβρύου ϲυνεπακολουθοῦν τὸ ϲῶμα τῆϲ καμνούϲηϲ τὸν τῆϲ ὁλκῆϲ τόνον ὑπεκλῦϲαι. καθίζειν δὲ αὐτὸν ἄντικρυϲ ὀλίγον ταπεινότερον πρὸϲ τὸ τὰϲ χεῖραϲ ἐπ᾿ ἵϲηϲ τοῖϲ. ποϲὶν τῆϲ καμνούϲηϲ ὑπάρχειν, καὶ παραϲτελλομένων τῶν πτερυγω- μάτων ἑκατέρωθεν δι᾿ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ καὶ προϲηνεϲτέραν εἰναι τῆϲ δεξιᾶϲ καὶ μετ᾿ εὐπρεπείαϲ εὐεργεϲτέραν καθίεϲθαι) ϲυνηγμένων κατὰ κορυφὰϲ είϲ μείουρον τῶν δακτύλων καὶ λελιπαϲμένων καθιέναι [καὶ] διεϲτῶτοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, εἰ δὲ μή, θλίψεϲιν καὶ ϲυνεχέϲιν ἐλαιοχυτήϲεϲιν προαναχαλαϲθέντοϲ. ἔπειτα πειρᾶϲθαι τὸ παρεγκεκλικόϲ, εἰ | δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν τόπον εἰϲ κατάπαρϲιν ἐμβρυουλκοῦ πρὸϲ τὸ μὴ ἐκπεϲεῖν ῥᾳδίωϲ.

10 [62]. ἐπιτήδειοι δὲ πρὸϲ καταπαρμὸν τόποι τῶν μὲν ἐπὶ κεφαλὴν ὀφθαλμοὶ καὶ ἰνίον καὶ ϲτόμα πρὸϲ οὐρανίϲκον καὶ κλεῖδεϲ [*](1 III] cf. Aet. XVI 23 (φιλουμένου〉: PauI. VI 74; Must. II cap. XIX 26—30) [*](1 cf. ad v. 11 2 ἐπολκὴν P: corr. Dietz 4sq. καὶ 〈τὸν〉 τῆϲ Rein- hold 5 διαφθείρει, scil. ὁ τρόποϲ: διαφθείρειϲ Ermerins διαφθείρεται Rose) [*](6 ἐπικείμενον P: corr. Ermerins 8 γάγγραινα P: corr. Rose 11 post βοηθείαϲ sit. να′. Περὶ ἐμβρυοτομίαϲ· καὶ ἐμβρυουλκίαϲ P Προϲήκει τὸν ἰατρὸν . . . μᾶλλον κατάρροποϲ (p. 113, 11 — 21 D.) Aetiana p. 30, 13 —23 Z. ex Philumeno δεῖ eqs. suppl. Rose 15 ἢ γυναῖκεϲ . . . ἑκατέρωθεν seclusi ex Aet. (p. 30, 24sq. Z.) desumpta: ἢ γυναικῶν ἐμπείρων καὶ ἰϲχυρῶν Rose) [*](16 προϲκαταλαμβάνειν Rose ex Paulo (cf. supra p. 137, 1): προϲλαμβά- νειν P 17 ϲυνεπακολουθοῦν scripei: μὴ ἐπακολουθ |ο|θ|ν (in ras.) P: ἀκολου- θοῦν Paul: μὴ del. Rose 18 ὑπ᾿ ἐγκλόϲη P: corr. Dietz 12 αὐτὸ P.) corr. Dietz 21 ὑπηρέτου Rose ex PauIo 22 εὐεργέϲτερον P: corr. Rose: ἐνεργέϲτερον Dietz 24 καὶ del. Ermerins 25 θλίψιν καὶ ϲύϲχεϲιν P: corr. Rose προϲαναχαλαϲθέντοϲ P (cf. Paul.): corr. Dietz 27 ἐμβρυουλκοῦ P, ut solet 28 τῶν Dietz: τῶ P 29 post κεφαλὴν add. καταφερομένων ex Paulo Rose post οὐρανίϲκον add ἀνθερεών τε ex P Paulo Rose)

141
καὶ οἱ ὑπὸ πλευρὰν τόποι, μαϲχάλαι δὲ οὐδαμῶϲ (ἐν γὰρ ταῖϲ διολ- καῖϲ ἐπιδιιϲταμένων τῶν βραχιόνων εἰϲ ϲφήνωϲιν ἡ τοῦ ἐμβρύου πλατύ- νεται περιοχή), ἀλλ᾿ οὐδὲ οἱ ἀκουϲτικοὶ πόροι (δυϲπαράδεκτοι διὰ ϲκο- λιότητα καὶ ϲτενοὶ λίαν)· τῶν δὲ ἐπὶ πόδαϲ τὰ ὑπὲρ τῆϲ ἥβηϲ ὀϲτέα καὶ μεϲοπλεύρια καὶ κατακλεῖδεϲ. ὅταν δὲ τῶν εἰρημένων μηδεὶϲ εὑρίϲκηται τόποϲ, εἰϲ κατάπαρϲιν ἑτοιμάζεται ϲπάθη διαίρεϲιϲ. θερμῷ δὲ ἐλαίῳ προκεχλιαϲμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖϲ δακτύλοιϲ κρύψαντα τῇ εὐωνύμῳ χειρὶ. πράωϲ ϲυνειϲφέρειν καὶ καταπείρειν εἴϲ τινα τόπον ἄχρι κενεμβατῇ- ϲεωϲ 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον. ὅπωϲ ἰϲόρροποϲ καὶ μὴ ἑτεροκλινὴϲ 〈ὁ〉 ἐπιϲπαϲμὸϲ ἐπιτελῆται καὶ διὰ τοῦτο τοῦ μέρουϲ παρεγκλίνοντοϲ ϲφήνωϲιν ὑπομένῃ τὸ ἔμβρυον. εἶτα διδόναι τούϲ ἐμβρυουλκοὺϲ ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπωϲ πειθηνίωϲ δι’ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε ϲπαράττων ἐν τοῖϲ ἐπιϲπαϲμοῖϲ μήτε πάλιν ἀνιείϲ (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν), ἀλλ’, ὅταν δέη τὴν ἐφολκὴν ἐπιϲχεῖν, ἐν τὴ· προύπαρχούϲη τάϲει φυλάϲϲων τοὺϲ ἐμβρυουλκούϲ, μήτε μόνον ἐπ’ εὐθείαϲ ἐπιϲπώμενοϲ, ἀλλὰ καὶ εἰϲ τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖϲ κομιδαῖϲ γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆϲ μοχλείαϲ μεταϲχηματιζόμενον τὸ ἔμβρυον τούϲ τε τόπουϲ ἀνευρύνει καὶ εὐκόμιϲτον γενήϲεται. τούτῳ δὲ τῷ τρόπῳ δεξιῶϲ ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὐ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ καὶ τοῦ ἐϲφηνωμένου ϲώματοϲ περι- άγειν κυκλοτερῶϲ οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶϲ φερόμενον, καὶ τοὺϲ τόπουϲ ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων. κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν ἐπιϲπαϲμὸν μὴ εὐθέωϲ ὑπακούοντοϲ εἰϲ ἐξολκὴν τοῦ ἐμβρύου, κατ᾿ ὀλίγον δὲ καὶ πρὸϲ λόγον τῆϲ ἐφολκῆϲ ἐπακολουθοῦντοϲ, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰϲ τὰ ὑπερκείμενα δεήϲει, κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕωϲ ἂν ὅλον τὸ τοῦ ἐμβρύου ϲῶμα διοδεύϲη. ὡϲαύτωϲ δὲ ἐνεργεῖν κᾶν ἐπὶ πόδαϲ φέρηται.

11 [63]. προβεβλημένου δὲ χερίου [ὡϲ] καὶ ἀνατρέπεϲθαι μὴ δυνα. μένου διὰ τὴν ὑπερβάλλουϲαν ϲφήνωϲιν ἢ καὶ ἀποτεθνηκότοϲ ἤδη τοῦ [*](24 sq. τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων] cf. p 136, 18 sq.) [*](3 post δυϲπαράδεκτοι add γὰρ Experiens 5 μεπλεὐρια P: corr Dietz 6 εὑρίϲκεται P: corr. Dietz κατάπαλϲιν P: corr. Dietz πἀθῃ P corr. Ermerins 7 δεὶ P: corr. Rose 8 κρύψανταϲ P: corr. Ermerins: ἐγκρύψαντα ex Paulo Rose 9 το| ??πον P 10 ὧν add Rose : ὡϲ Dietz) [*](τοότων P: corr. Ermerins (cf. Aet. p. 31, 21 Z.; Paul.) δεύτεροϲ P: corr. Dietz 11 ὁ Paul.: om. P Aet. ἐπιτελκῖται P: ἀποτελῆται Eimerinns 14 ἐφέλκυται P: corr. Dietr 17 ἐπιϲπώμενον P: corr. Diets 20 ἀνευρύ νειν P. corr. Dietz: —νε Kalbfleisch 22 περιάγει P: corr. Diets 23 περι- δέρονταϲ καὶ εὐθύνονταϲ P: corr. Ermerins 25 τὸν Dietz: τι P 27 ἐξολκῆϲ P: corr. kind τὸν add. Dietz 28 τὸν ἰατρὸν scrpsi: ὅντινα P: del. Er - merins 30 ὡϲαότωϲ . φέρηται sches. Ermerins 31 προβεβλημένον P. corr. Dietz χερίου ex Paulo Rose: τῆ χειρὶ P ὡϲ sustuli)

142
ἐμβρύου (καθὼϲ ϲυμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲϲ εἰναι τὸ μέροϲ μήτε θερμὸν μήτε ϲφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄϲφυκτον) περι- βάλλοντα δεῖ ῥάκη εἰϲ τὸ μὴ ὀλιϲθαίνειν ποϲῶϲ ἐπιϲπᾶϲθαι, καταϲχόντα δὲ πρὸϲ τὸ ἐμφανέϲτερα γενέϲθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ϲκέλουϲ προπεϲόντοϲ. εiτα τοῖϲ δακτύλοιϲ ἀναϲτρέψαντα τὸ ἄλλο ϲῶμα διὰ τῆϲ καταπάρϲεωϲ τῶν ἐμβρυουλκῶν κομίζεϲθαι. τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεϲθαι δυναμένων μήτε παρακρούεϲθαι τοῖϲ ϲπαϲμοῖϲ, ὡϲ τὴν μίαν καὶ τὰϲ δύο διὰ τῆϲ παρὰ τοῖϲ ἀκρωμίοιϲ περικοπῆϲ ἀναιρεῖν. εἰ δὲ μείζονοϲ τοῦ κεφαλίου ὑπάρχοντοϲ ἡ ϲφήνωϲιϲ ἀπὸ τελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ ϲπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεϲιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφοϲ, διαιρεῖν, ἱνα τοῦ ὑγροῦ κενωθέντοϲ ἡ περιοχὴ ϲυμπέϲη τῆϲ κεφαλῆϲ, εἰ δὲ φυϲικῶϲ ἁδροκέφαλον, τῇ χειρὶ ϲυνθλαϲτέον τὴν κεφαλήν, ϲυνείκει 〈γὰρ〉 εὐμαρῶϲ ἁπαλῶν ἔτι τῶν ϲωμάτων ὄντων. εἰ δὲ μή, τῷ ϲπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἡ κατὰ τὸν τοῦ βρέγματοϲ τόπον, εἰ δὲ μή, καθ’ οἱονδήποτε τρόπον· προεκκριθέντοϲ γὰρ τοῦ ἐγκεφάλου ϲυμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆϲ διαιρέϲεωϲ ἀποϲτρέφειν καὶ ϲυνθραύειν τὰ ὀϲτάρια δι’ ὸδον- τάγραϲ ἢ ὀϲτάγραϲ. εἰ δὲ διὰ μέγεθοϲ τοῦ ὅλου ϲώματοϲ μηδὲ οὕτωϲ ἑλκόμενον ὑπακούοι, τῶν δύο ὥμων ἐνερειδομένων τοῖϲ πλαγίοιϲ μέρεϲιν τῆϲ μήτραϲ, καὶ εἰϲ τὰϲ ϲφαγὰϲ βαπτίζειν τὸ ϲπαθίον μέχρι κενεμβατήϲεωϲ εἰϲ τὸ ἔμβρυον· ἀποκριθέντοϲ γὰρ τοῦ αἵματοϲ ἰϲχνὸν γίνεται τὸ ϲῶμα. μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεϲοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶϲ γὰρ πολ λάκιϲ ὑγρῶν καὶ αὐτὸϲ ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 ϲυνδεδεμένα μέρη τοῦ ϲτήθουϲ διὰ τῶν δακτύλων ἀποϲπῶντα τὰϲ κατακλεῖδαϲ ἀπὸ τῶν ἀντιϲτέρνων ν〈ἤμὴ〉 εἰκόντων ἀπορρηγνύναι ϲυμπὶπτει γὰρ τὰ περὶ τὸ ϲτῆθοϲ μηκέτι διερειδόμενα ταῖϲ λεγομέναιϲ κλειϲίν. εἰ δὲ μηδ’ οὕτωϲ ὑπακούοι, τὸ ἐπιγάϲτριον διαρρινᾶν, ὡϲαύτωϲ κὰν ὑδρωπικὸν ἦ τὸ ἔμβρυον· κενωθέντοϲ γὰρ τοῦ ὑγροῦ ϲυμπίπτει [*](2 ϲφύζειν P. corr. Ermerins όψυκτον P: corr. Ermerins 4 πρὸϲ τὰ P: corr. Ermerins 5 τὸ δὲ . . . προπεϲόντοϲ secl Ermerins 6 ἄλλον p: corr. Ermerins καταπάλϲεωϲ P : corr. Dietz 8 παρακούεϲθαι P: corr. Rose: παρακολουθεῖν Ermerins ἐπιϲπαϲμοῖϲ Ermerins 9 εἰϲ τὴν P: corr. Bose ἀκρωμένοιϲ P: corr. Dietz 10 ἐνερείνει δὲ P. corr. Dietz μείζονον p: corr. Dietz τοῦ male iter. init. pers. P 13 ὑδροκέφαλοϲ Ermerins: ‘hsirocealus’ Must. p. 93, 5 15 ϲὺνθλάϲαντα P. corr. Rose: ϲυνθλᾶν αὐτν cmi. Kind ϲυνήκει P: corr. Ermerns (cf. infra p. 156, 7) γὰρ add. Rose) [*](16 καὶ del. Ermerines, alte τῷ ϲπαθίῳ pos. Rose διαιρεῖ P: corr. Dietz 17 ἰ κατὰ P. corr. Diets: εἰ del. ?? τρόπον P. τόπον Detz del. Rἔoss) [*](18 προκριθέντοϲ P: corr. Diεtz τούτ’ P: cor) . Dieta 19 ἀποϲτρέφει (erat φή) P: corr. Dieta 19sq. pro δι’ . . . εἰ hab διδόντα γράϲιοϲ· τὰ γράϲη P. corr. DG.etz et Ermerins 21 δύο Rose; δὲ P: del Ermerins ἐνερειδομένοιϲ P. corr. Diel: 25 τὸν add. Ermerins 26 τὰ add. Ermeris) [*](28 ἢ μὴ add. Rose ἡκόντων P. corr. Rose del. Ermerins (addito καί ants διά) 30 ὑπακούοι scripsi ὑπήκοιτο P: ὑπείκοι Dietz ὑπογάϲτριον P: corr. Rose διὰρινῶν P: corr. Dietz)
143
πρὸϲ ἰϲχνωϲιν ἡ περιοχὴ τοῦ ϲώματοϲ. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει. τῷ ἐπιγαϲτρίῳ τινὰ διόγκωϲιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ λοιπὰ τῶν παρακειμένων ϲπλάγχνων οὕτωϲ τε τὴν ὅλην ἐξενεγκεῖν ϲύγκριϲιν.

12 [64]. τὰ δ᾿ αὐτὰ ποιεῖν κἂν ἐπὶ πόδαϲ φέρηται. πρὸϲ ανακεκλαϲμέναϲ δὲ τὰϲ χεῖραϲ ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγε- θέϲτερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυϲχερέϲτερον ἐπὶ τοῦδε τοῦ ϲχήματοϲ διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήϲει δὲ τῇ δεξιd τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύ- νεῖν ἔνδοθεν· ἀνακλαϲθὲν γὰρ εἰϲ τὸν αὐχένα τῆϲ ὑϲτέραϲ ἀποϲπᾶται πολλάκιϲ. ἐργῶδεϲ δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸϲ τὰϲ ἐξολκὰϲ ἔχειν οἰκειότητα τῷ καὶ τοὺϲ ὄφειϲ διὰ τῆϲ αὐτῆϲ ἕλκεϲθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰϲ κάθεϲιν κεχρηϲίμευκεν, ὡϲ ἔμ- προϲθεν ὑπεδείξαμεν. ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εί μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφ᾿ ὧν μὲν τὸ ἐπιγάϲτριον, ἐφ᾿ ὧν δὲ τὰϲ μαϲχάλαϲ καὶ τὰ μεϲοπλεύρια καὶ τὰ παρὰ τοῖϲ νεφροῖϲ ωϲ ἐπὶ λαγόνα. εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθεϲ ὑπάρχοι, τὸ μὲν ὅλον ἐνδὸν αὐτὸ κατατέμνειν ἐπιϲφαλέϲ, ἄμεινον δὲ τὸ προπαλὲϲ ἀεὶ γενό- μενον. οἷϲ γίνονται ἀποκοπαὶ κατ᾿ ἄρθρα, καὶ γὰρ τὰ ὀϲτᾶ κατὰ πέραϲ ῥᾳδίωϲ ἀπὸ τῆϲ ϲυνόδου λύεται. ϲυντιθἐναι δὲ τὰ κομιϲθέντα καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται. πολλάκιϲ δὲ διὰ τὴν ἐπὶ πόδαϲ ἀπείρων ὁλκὴν ἀποϲπᾶται τὸ κεφάλιον καὶ δύϲληπτόν ἐϲτιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆϲ μήτραϲ. ὁπότε Ϲ ὠϲτρατοϲ μὲν ὡϲ ἐπὶ τῶν λίθων εἰϲ τὴν ἔδραν καθεὶϲ τὸν τῆϲ εὐωνύμου χειρὸϲ δάκτυλον, τῇ δεξιᾶ δὲ πιέζων τὸ ἐπιγάϲτριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡϲ ἐν τῷ ἀπευθυϲμένῳ 〈ὁ〉 δάκτυλοϲ οὐ δύναται τῆϲ κεφαλῆϲ ἐφικέϲθαι· προχειροτέραϲ γὰρ οὔϲηϲ τῆϲ κύϲτεωϲ πολὺ προανακεχώρηκεν ἡ ὑϲτέρα, καθάπερ ἔμ- προϲθεν ὑπεδείξαμεν. διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύϲαντα τοῦ κεφαλίου προβιβάζειν αὐτὸ κατ᾿ ἐπικυλιϲμὸν ἄχρι τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, εἶτα δι᾿ ἐμβρυουλκοῦ καταπάρϲεωϲ κομίζεϲθαι. μεμυκότοϲ δὲ. τοῦ ϲτομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάϲκειν μέλλομεν.

13 [65]. μετὰ 〈δὲ〉 τὴν ἐμβρυουλκίαν καὶ ἐμβρυοτομίαν, ὡϲ ἤδη φλεγμαίνοντοϲ τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον ϲκυλμόν, διὰ τῶν [*](13 ἔμπροϲθεν ὑπεδείξαωεν] p. 140, 21 sqq. 20sq] cf. Aet. XVI 23 p. 33, 27— 30 Z. 28sq. ἔμπροϲθεν ὑπεδείξαμεν] supra p. 6, 20 sqq. 32 ἄπερ . . διδἀϲκειν μέλλομεν] infra 146,14 14 sqq. (cf. Ggnak. d. Sor. p.100 sqq.) [*](8 ἀποκεκρύφθαι Ermerins 10 ἀνακλαϲθέντα δ P. corr. Ermerins: ἀνακλαϲθὲν δὲ Rose 15 ὑπογάϲτριον Ermerins 19 καὶ Rose. διὰ P κατὰ Rose. καὶ P 21 ?? add. Ermerins δὲ P: γὰρ Ermerins 22 ἄπειρον P corr. Rind 23 προϲανατρέχειν P. cortex κατὰ Ermerins: καὶ P 24 καθείϲ τὸν Ermerins: καθιϲτῶν P 25 πιάζων P: corr. Ermerins ὑπογάϲτριον Er- merins 27 ὁ add. Reinhold προχειρότερα P: corr. Dietz 28 προϲ- ανακεχώρηκεν P: correxi 32 φορίου P: corr. Ermerins 33 δὲ add. Ermerins 34 ϲκυαμὸν P. corr. Dietz)

144
ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίαϲ δὲ γενομένηϲ τοῖϲ πρὸϲ αὐτὴν χρῆϲθαι καταλλήλοιϲ. τὸ δὲ ὠκυτόκια προϲαναγράφειν, ὡϲ ἄλλοι καὶ οἱ περὶ τὸν Ἡ π π οκράτην ἐποίηϲαν, ϲχεδιάζοντόϲ ἐϲτιν. οὕτε γὰρ δάφνηϲ φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατοϲ οὔτε δίκτα- μνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνιϲον μετὰ γλυκέοϲ καὶ παλαιοῦ ἐλαίου οὕτε καρπὸϲ ἀγρίου ϲικύου κηρωτῇ προϲπλαϲϲόμενοϲ φοινικίνῃ καὶ ὀϲφύι περιαπτόμενοϲ ὠκυτοκίαν παραϲκευάζει·| τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθοϲ καὶ τὴν ἐξ αὐτοῦ δυϲέργειαν λύει.|

14 [1 71]. Μϲτὰ δὲ τὴν ἔκδοϲιν τοῦ ἐμβρύου πολλάκιϲ ὑπομένει τὸ χόριον, 5 〈δὴ〉 καὶ δεύτερον’ καλεῖται, καὶ δυϲχερείαϲἐπιφέρει μετα- βάλλον καὶ ϲυϲτρέφον περὶ αὺτὸ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο πόνουϲ κεφαλῆϲ καὶ ἤτρου καὶ ϲυνολκὰϲ ἢ πνιγμοὺϲ ἀποτελεῖ, ποτὲ μὲν ἔτι ϲῷζον τὴν πρὸϲ τὸν ὀμφαλὸν τοῦ ἐμβρύου ϲυνέχειαν, ποτὲ δὲ ἀπε- ϲπαϲμένον (ἀπροόπτωϲ τοῦ ἐμβρύου κατενεχθέντοϲ ἢ τῆϲ μαίαϲ ἄπει ρωϲ τὸν ἀποτιλμὸν ἐργαϲαμένηϲ], καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρουϲ προκύπτον, καὶ ἤτοι τὴν πρὸϲ τὴν ὑϲτέραν ϲυνέχειαν ἡ προϲάρτηϲιν ἔτι ϲῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότοϲ, ποτὲ δὲ διεϲτῶτοϲ ἀκμὴν τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ ἤτοι χωρὶϲ φλεγμονῆϲ ἢ ϲὺν φλεγμονῇ.

Ἱπποκράτηϲ μὲν οὑν πταρμικοῖϲ χρῆται καὶ ϲυνάγει τὰ πτερύ- για τῆϲ ῥινόϲ, ἱνα διὰ τῆϲ τοῦ πνεύματοϲ εἰϲ τὸ βάθοϲ ἐμπτώϲεωϲ ἐκπέϲῃ τὸ χόριον. Εὐρυφῶν δὲ ὁ Κενίδιοϲ οὐραγωγοῖϲ χρῆται ποτίϲμαϲιν τοῖϲ ἀπὸ δικτάμνου καὶ ἐλελιϲφάκου, καὶ πεϲϲοῖϲ τοῖϲ αἱμαγωγοῖϲ διὰ ϲτρουθίου καὶ ’λυρικῆϲ ἴρεωϲ καὶ κανθαρίδων καὶ μέλιτοϲ, καὶ καταϲειϲμῷ τῷ διὰ τῆϲ κλίμακοϲ προϲδεδεμένηϲ τῆϲ. [*](3 καμνούϲηϲ. Εὐήνωρ δὲ καὶ Ϲὠϲ τρατοϲ καὶ Ἀπ ολλ ώνιοϲ ῃ Προυϲιεὺϲ ἐπιλαμβάνεϲθαί φαϲι δεῖν τοῦ προέχοντοϲ καὶ οζτωϲ 3 ἀλλοί καὶ οἱ περὶ τὸν Ἱπποκράτην] Ηipp. De morb. mul. I 77 (VIII1 170 sq. L.) 7sq. τὰ δὲ προειρημένα βοηθήματα] nupva p. 107, 30sqq.; 119, 12sqq. 9 IV) cf. (Orib. t. IV 632sq. Aet. XVI 24 (Φιλουμένου) Paul. VI 75 (Orib. lat. t. VI 346, 6 21 Ἱπποκράτηϲ] Aphor. V 49 (I 550, 5 L..): Epid. II 5, 25 (V 132, 10 L| 23 θὐρυφῶν ὸ Κνίδιοϲ] cf. ποτὰ καὶ πρόϲθετα Ηipp. De morb mvl. I 78 (VIII 176 sqq. De nat. mul. 32 |7II 346sqρ. L) [*](2 οὐκυτοκυῖαν πρὸϲ ἀναγραφὴν P: corr. DGιetz 5 κεδρίαν P. κεδρίδεϲ ex Rppocrate (PIlI 170, 12 D ) Ermerins, sed (f. Dioso. Mat. med I 77, 3 κεδρία) ἔμβρυα καταϲπ 6 οὐτε Rose: τε P φυνικίνω P: corr Rose) [*](8 sequunπtur ima P νῆ ′ ’Ὅϲα δεῖ ποιεῖν πρὸ τοῦ τὴν ἐμβρυουλκυίαν ἐργάϲαϲθαι et νγ’ Ἐπιμέλεια μετὰ τὴν ἐμβρυοτομίαν (p. 119, 10 z— 121, 21 D.) Actiana. (cf. ‘Gunak d. Sor. p. 63 eq.). deinde cap. XV editionis nostrae de uteri προ- laps 2 de ἰoco copitis cf. supra ad p. 55, 10 10 i1 mo. μϛ’ P 11 5 . . . καλεῖται sedlus. Ermerins (cf. Aet. p. 34, 3 Z.) δὴ add. Schoene ex Paμlo 12 περlαυτιὲ (erat ῶ) P 19 δ’ ἑϲτῶτοϲ P: corr. Rose 24 λελιϲφἀ- κου P: corr. Dietz 26 πρὸϲδεδομένηϲ P. corr. Dietz 27I ϲῶϲτροϲ P corr. Ermerims)

145
ἐξέλκειν. Δίων δὲ καὶ τοῖϲ δι’ ἐλελιϲφάκου χρῆται καὶ ϲμύρνηϲ καὶ ϲελίνου ϲπέρματοϲ ποτίϲμαϲιν. τινὲϲ δὲ ὑποθυμιῶϲιν, οἷον ἄϲφαλτον, τρίχαϲ ἀνθρωπείαϲ, κέραϲ ἐλάφειον. χαλβάνην, μελάνθιον, ἀρτεμιϲίαν. Ϲτρὰτων δὲ ὁ Ἐραϲιϲτράτειοϲ εἰϲ χύτραν ἀργυρᾶν ἢ χαλκῆν καϲϲιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, καϲίαν, ἔτι δὲ πρά- ϲιον, ἀρτεμιϲίαν, δίκταμνον, Ϲούϲινον, ῥόδινον, μέλι, καὶ κρατήϲαϲ τὸ πωμάτιον αὐλίϲκον περιτίθηϲιν, οὐ τὸ ἕτερον πέραϲ εἰϲ τὸ γυναικεῖον ἁρμόζει αἰδοῖον καὶ πυριᾶ τοὺϲ τόπουϲ δι’ ὀλίγου πυρὸϲ ἀναθερμαίνων τὰ ἀγγεῖα. M αντίαϲ δὲ παρακατακλίνει τὸ βρέφοϲ τοῖϲ μηροῖϲ τῆϲ κυούϲηϲ, ἵνα διὰ τῆϲ οἰκείαϲ φύϲεωϲ καὶ κινήϲεωϲ οὔτωϲ ἐφέλκηται τὸ χόριον· μὴ ϲῳζομένηϲ δὲ τῆϲ πρὸϲ τὸ βρέφοϲ τοῦ χορίου ϲυνεχείαϲ μολίβδου μέγεθοϲ ἐκ τοῦ προέχοντοϲ ἀποκρίμνηϲιν, ἱνα τῷ βάρει καταϲπαϲθῇ τὸ χόριον.

15 [1 72]. πάντα δὲ μοχθηρὰ τὰ προειρημένα. διὰ μὲν γὰρ τῶν πταρμικῶν ὁ πλείων ϲπαραγμὸϲ παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίαϲ, ὕϲτερον δὲ τὸν ἐκ νευρικῆϲ ϲυμπαθείαϲ ἀποτελεῖ φόβον. τὰ δὲ ποτί- ϲματα κακοῖ τὸν ϲτόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεϲϲάρια δάκνοντα καὶ ἀνελκοῦντα ϲπαϲμοhϲ καὶ ϲυνολκὰϲ καὶ ϲυμπαθείαϲ παραϲκευάζει· πλήϲϲει δὲ βιαίωϲ καὶ ὁ καταϲειϲμόϲ. τὸ δὲ ὁπωϲοῦν ἐπιϲπᾶϲθαι τὸ χόριον διὰ τὸν ϲπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ ϲτόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου μέροϲ. τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ ϲυμ πληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργόϲ ἐϲτιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέραϲ τιθέμενοϲ εἰϲ τὸ γυναικεῖον αἰδοῖον αὐλίϲκοϲ τῇ διαδόϲει πυρούμενοϲ περιφλέγει τούϲ τόπουϲ. πολέμιον δὲ καὶ τὸ διὰ τῆϲ ἐξαρτήϲεωϲ τοῦ μολίβδου βιαίωϲ τὴν ἔκφυϲιν ἀποϲπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆϲ ὑπαρχούϲηϲ (ή τε τοῦ χορίου διὰ τοῦ λίνου ϲφίγξιϲ ἄτονοϲ μὲν οὐϲα περιολιϲθήϲει πάντωϲ, εὔτονοϲ δὲ ϲυμπάθειαν οἴϲει καὶ λειποθυμίαν)· ἀλλ’ οὐδὲ πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆϲ κινήϲεωϲ τοῦ βρεφουϲ ἐπιβλαβέϲ, δεῖ γὰρ ἐμπείρωϲ τὴν ὁλκὴν γενέϲθαι.

16 |1 73]. διὸ ϲῳζομένηϲ τῆϲ πρὸϲ τὸν ὀμφαλὸν αὐτοῦ ϲυνεχείαϲ ἐπὶ χειρῶν μιᾶϲ ὑπηρέτιδοϲ δεῖ τιθέναι τὸ βρέφοϲ ὑπεϲτρωμένου ῥάκουϲ· εἷτο διὰ τοῦ ϲυμπεφυκότοϲ οὐραχοειδοῦϲ ἐντέρου τῷ ὀμφαλῷ τρόπον τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίωϲ 〈τε〉 διὰ τῆϲ ἐφ’ ἑκάτερα τὰ μέρη παραφορᾶϲ ϲυνεντεινομένηϲ ἄμα τῆϲ κυούϲηϲ [*](9 Μαντίαϲ] cf. Hipp. De superfct. 8 (VIII 480 sq. L.) 32 §16] Must.II crp. XX) [*](5 βάλλειν P: corr. Dietz καϲϲίαν P πράϲιον P 7 παρεντίθηϲιν kalbfleciseb 8 fort αιδοῖον ἁρμόζει 9 παρακατακλίνειν P corr. Dietz 10 οὐτωϲ scripsi: τούτου P. τοῦτο Rose 15 προϲέχοντοϲ P: corr. Ermerins) [*](ἀποκρήμνηϲιν Rose: ἀποκριμνὴϲοι P 16 ποτίματα P: corr. Dietz 17 ϲτόμαϲτον P. corr. Dietz 25 πυρούμενον P: corr. Ermerins 27 ἤ τϲ Rose: ἤτοι P 28 ϲφίγξιϲ Ermerins: ϲφίξαϲα P 30 τι add. Ermerins 35 τε ad Rose (καὶ ante πειθ. add Ermerins) 36 ϲυνεντεινομένην P corr. Dietz)

146
ἄνευ ϲπαραγμοῦ τε καὶ ἀποϲπαϲμοῦ κομίζεϲθαι τὸ χόριον· εἰ δὲ πλεί- ονοϲ χρεία εἴη διατριβῆϲ, τὸ βρέφοϲ ἀπολύειν τῆϲ πρὸϲ τὸ κρατοῦν ϲυνεχείαϲ καὶ ταὐτὰ ποιεῖν δεῖ. καὶ εἰ μηδ’ ὅλωϲ ἐμπεφύκοι, τὸ ἔμ- βρυον ἤδη παραλαβόντα καταϲχεῖν ἁρμόϲει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε ϲυϲτέλλεται τὸ ϲτόμιον, ἐφελκόμενον δὲ ὅτε διίϲταται. καὶ μηδενὸϲ προκύπτοντοϲ μέρουϲ, ἐν διαϲτάϲει δὲ τοῦ ϲτομίου μένοντοϲ, λελιπαϲμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆϲ πρὸϲ τὴν μήτραν ϲυμφύϲεωϲ τὸ χόριον καὶ εἰϲ αὺτὸ ϲυνεϲτραμμένον εἴη, ἐπιϲπᾶϲθαι λαβόμενον, εἰ δὲ ϲυμπεφυκόϲ, ἁπλώϲαντα τοὺϲ δακτύλουϲ ἐνδοθὲν πειρᾶϲθαι διὰ τῆϲ ἐξ ἑκατέρου μέρουϲ ἀντιπεριαγωγῆϲ ἀπολύειν αὐτὸ πειθηνίωϲ· οἱ γὰρ ἀπείρωϲ κατ’ εὐθ τείνοντεϲ καὶ τὴν ὑϲτέραν ἐπεϲπάϲαντο πολλάκιϲ εἰϲ ἐκϲτρο- .φῆν. μὴ ἐπακούοντοϲ δὲ τοῦ δευτέρου πρὸϲ τούϲ ἠρεμωτέρουϲ ἐπι- ϲπαϲμούϲ ἢ καὶ μεμυκότοϲ τοῦ ϲτομίου καὶ φλεγμαίνοντοϲ καταλείπειν αὐτὸ [καὶ] δεῖ καὶ ὡϲ φλεγμονὴν θεραπεύειν δι’ ἐγχυματιϲμοῦ καὶ καταπλάϲεωϲ τῶν μορίων καὶ θερμῆϲ τροφῆϲ· ἀνιεμένηϲ γὰρ τῆϲ φλεγμονῆϲ ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδηϲιν ἐκπίπτει (καθ’ ὃν τρόπον καὶ ἐνιάκιϲ ϲυναπέπλευϲε τοῖϲ ὑγροῖϲ καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτιϲμοῖϲ ἐπηκολούθηϲεν]. χωρὶϲ εἰ μὴ βάϲειϲ μὲν χοιράδων προϲφυεὶϲ καταλείπουϲί τινεϲ ὡϲ 〈εἰϲ〉 διαμύδηϲιν γενηϲομένην. τὸ δὲ χόριον ἐμπεφυκὸϲ κατηγγειωμένωϲ ϲπλάγχνῳ μετὰ βίαϲ ἀποϲπάϲαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλαϲμῷ δυνάμενον πειθηνίωϲ περιμυδῆϲαι.|

[*](15 ὡϲ φλεγμονὴν θεραπεύειν] cf. supra p. 108, 3 sqq. 24 V] cf. (Orib. Synops. ad Eustath. IX 49 Aet. XVI 28 (Ἀρχιγένουϲ), 89ρ. 134sqq. Z; Paul. III 65; VI 73, Caet. Aural. Tard. V 91; Must. II c. XXI 25 VI] cf Orib Synops. ad Eustath. IX 50: Act. XVI 91 (Ἄρχιτένουϲ) p. 138 sq. Z ; P Paul. III 66; Must. II c. XXII 26 VII] cf. Orib. Synops. ad Eustath. IX 51; Aet. XVI 96 (Aρχιγένουϲ) p. 143 sq. z.; Paul. III 67; Must. II c. XXIII)[*](2 χρεία εη] mala χρείη είνε εἴη χρεία 3 ταῦτα π. ὄεί P. corr. Ermerins μὴ ὅλωϲ P. corr. Ermerins ἐμπεφύκει P: correxi: ἐμπέφυκε Ermerins 4 ἔδει παραλαβεῖν P: corr. Rose παραρμὸϲει P: corr. Rose 5 μὲν addidi 6 καὶ ante διίϲταται P: transp. Rose προκὸπτοντοϲ P: corr. Emerins 8 τῦ μήτραγ P (ν ex corr ): corr. Dietz 9 εἴη Ermeins: ἡ P 10 ἐνδοξον P corr. Ermerins 12 malo ἐκτροπὴν 15 δεῖ καὶ ὡϲ Ermerins: καὶ δικαίωϲ P)[*](16 καταπλάϲεωϲ τῶν Ermerins: κατὰ πλαϲμάτων P μυρίων P. corr. Dletz γὰρ Ermerins: δὲ P 18 καὶ (prius) del. Rose 19 δὲ addidi ἐπι- κολούθηϲεν P: correxi: ἐπακολουθῆϲαν Rose 20 ἡ μὴ βάϲιϲ P. corr. Dietz)[*](εἰϲ addidi 21 γενηϲομένην scripsi: γενομένην P. γενομέναϲ Rose 22 ἀπεϲπἀϲαι P. corr. Dietz 23 post περιμυδῆϲαι m P seq. Actian ap. 34, 8— 35, 20 Z. (διεϲτῶτοϲ . . . ἀγόντων), deinde μz’ Πcpl δυϲτοκειῶν)
147

35 [84]. Πρόπτωϲιϲ ὑϲτέραϲ λέγεται ἡ τῆϲ ἐκτροπῆϲ περὶ τὴν μήτραν ἀπειλή· οὐ γάρ, ὥϲ τινεϲ ὑπολαμβάνουϲιν, ἀπολυθεῖϲα ἡ μήτρα τῶν προϲφύϲεων ὅλη προπίπτει (οὐδὲ γὰρ ἀποκαταϲτῆναι δύναται, 〈ἐὰν τοιαύτη γένηται〉 πρόπτωϲιϲ)· τὸ δὲ προπῖπτον παρα- πλήϲιόν ἐϲτιν ῷῷ ϲτρουθοκαμήλου παρὰ τὸ μᾶλλον καὶ ἧττον πρὸϲ λόγον τῆϲ κατὰ τὴν βίαν γινομένηϲ ἐκτροπῆϲ. προπίπτει μὲν οὑν ϲπανίωϲ, διὰ πλείουϲ δὲ αἰτίαϲ. καὶ γὰρ ἀφ᾿ ὕψουϲ κατενεχθεῖϲα γυνὴ καὶ ἐπὶ τὰ ἰϲχία ἑδραϲθεῖϲα πάϲχει τὸ τοιοῦτον ῥηγνυμένων 〈καὶ ἀποϲπωμένων〉 τινῶν ὑμένων τῶν ϲυνδούντων αὐτὴν πρὸϲ τὰ παρακείμενα. γίγνεται δὲ καὶ δι᾿ ἐξολκὴν εὔτονον τοῦ χορίου, ὅπερ μάλιϲτα ἐν ταῖϲ λεγομέναιϲ ὠμοτοκίαιϲ ϲυμβαίνει. καὶ ἄτεχνοϲ δὲ ἐμβρυουλκία εἰργάϲατο τὸ πάθοϲ. γίγνεται 〈δὲ〉 καὶ διὰ κατοχὴν 〈τοῦ〉 πνεύματοϲ ἢ πήδημα καὶ διὰ βάρουϲ ἄρϲιν καὶ διὰ πληγήν, [*](1 VIII] Must. II c. XXXIV 2 IXI cf. Aet. XVI 105 (φιλουμένον) p. 152 sq. Ζ.; Paul. VI 70; Must II c. XXXV 3 X] cf. Aet. XVI 106 p. 153 Z; Paul. VI 70; Must. II c. XXVI 4 XI] cf. Aet. XVI 107 (φιλουμένοτ) p. 154 Z; Paul. VI 71 Must. II e. XXVII 5 XII] cf. Crib. Synops. ad Eustath. IX 52; Act XVI 109 p. 156 Z; Paul. III 175, 1; Must. II. XXVIII e XIII] cf. Aet. XVI 105 (Ἀϲπαcαι)p. 155 Ζ.) Paul. III 75, 1 Must. II c. XXIX 7 XIV] cf. Aet. XII 99 (Ἀϲπαϲίαϲ) p. 147 sq. Ζ.; Paul. III 75, 2; Must. II c. XXX 8 XVI cf 〈Orib. Synops. ad Eustath LX 55; Aet XVI 71 (cωρανοῦ); Paul. III 72; Must. II c. XXXI (Gunoh. d Sor. p. 64 sqq 9 § 35] cf Aet. p. 109, 8– 110, 9 Z.) [*](8 Περὶ πτώϲεωϲ μήτραϲ, δι᾿ ἑμβρυουλκυία: ∽ P in textu (Περὶ προπτώ- ϲεωϲ μήτραϲ διεμβρυουλκίαν indice) 9 in my. νδ᾿ P τῆϲ ὑϲτέραϲ Aet.) [*](11 προπίπτει Aet.: πρὸϲρίπτες P 12 ἐὰν τοιαύτη γένηται add. Aet. προπίπτον Aet.: πρὸϲπίπτον 14 προπίπτει Aet.: πρὸϲπίπτει P 17 καὶ ἀποϲπωμένων add. Aet. 19 ἀτέχνωϲ P: corr. Dietz 19 9 sq. δὲ (erat δι] ἐμβρυουλκία |(erat αν) P 20 δὲ add. Aet. 21 τοῦ add Aet. ἢ πήδημα supra licaul P)

148
ἐνίοτε δὲ καὶ διὰ παράθεϲιν ὑγροῦ πολλοῦ καὶ γλίϲχρου 〈τῇ πολλῇ ἐπιτέγξει χαλαρῶν γενομένων καὶ παρειμένων τῶν κατὰ τὸν ἄνιω πυθμένα αὐτῆϲ ἐξαρτημάτων〉. ϲυνέβη δὲ τοῦτο καὶ διὰ ψυχικὸν πάθοϲ· ἢ γὰρ τέκνων ἀποβολῆϲ προϲαγγελθείϲηϲ ἢ πολεμίων ἐφόδου ἢ κατὰ θάλαϲϲαν χειμαϲθεῖϲαι ϲφοδρῶϲ ἔπαθον τὴν πρόπτωϲιν, λυθεῖ ϲαι τὸ πᾶν ϲύγκριμα, ὥϲτε καὶ τὴν μήτραν ἐξολιϲθῆϲαι. ἐϲθ’ ὅτε δὲ ἄνευ τινὸϲ αἰτίαϲ τοιαύτηϲ τῶν ϲωμάτων ἀϲθενηϲάντων |καὶ τῶν ἀντεχόντων αὐτὴν ὑμένων καὶ μυῶν ὁμοίωϲ παραλύϲει ἀτονηϲάντων ϲυνέϲτη τὸ πάθοϲ, οἰον γίνετm ἐπὶ τῶν παρηκμακυιῶν. κατ’ ἀρχὰϲ μὲν οὑν γίνεται πλείονοϲ αματοϲ φορά, ἔπειτα δὲ καὶ ὀδύνη λαγόνων καὶ ὀϲφύοϲ καὶ ἐπιγαϲτρίου καὶ αἰδοίου, καὶ φόβοϲ ἐϲτὶ ψυγένταϲ 〈τοὺϲ τόπουϲ〉 [τὸν] ϲπαϲμὸν ἐπενεγκεῖν· χρονιϲμοῦ δὲ γενομένου καὶ τῶν ϲωμάτων τυλωθέντων ὅ τε φόβοϲ καὶ ὁ πόνοϲ ἐκλύεται.

36 [85]. ἔνιοι μὲν οὑν ὅλην λέγουϲιν προπίπτειν, τῶν ἀντε- χόντων αὐτὴν ὑμένων καὶ μυῶν ῥαγέντων ἐκ πληγῆϲ ἡ τινοϲ τῶν ἐμφερῶν 〈ἢ〉 χαλαϲθέντων καὶ ὅμοιόν τι παραλύϲει ἐργαϲθέντων· οἱ δὲ π ἔρι τὸν ‘Ιπποκράτην καὶ Ἡρφιλον μόνον τὸ ϲτόμιον (γνωρίζεται δὲ ἐκ τοῦ τρuφεροῦ προπῖπτον τὸ ϲύγκριμα ὅμοιον κεφαλῆ πολύποδοϲ. ὡϲ Ἡρὁφιλοϲ ἔλεγεν, πόρον ἔχον ὡϲ παραδέξαϲθαι διπύρηνον)· οἱ δὲ μηδ’ ὅλωϲ· οὐκ ἂν γάρ φαϲιν ἀποκαθίϲαι τὴν μήτραν ἀπὸ μέρουϲ, φλεγμαῖνον δὲ τὸ ϲτόμιον ψανταϲίαν παρέχειν προπτιώ- ϲεωϲ. οἱ δὲ κατ’ ἐκτροπὴν γίνεϲθαι τὴν πρόπτωϲιν αὐτῆϲ ὑπο- λαμβάνουϲιν, ὡϲ ποτὲ μὲν 〈τὸν〉 ἔξωθεν, ποτὲ δὲ τὸν ἔνδον αὐτῆc χιτῶνα προπίπτειν· διπλῆν γὰρ αὐτὴν ὑπάρχειν καὶ τὸν μὲν ἔξωθεν αὐτῆϲ χιτῶνα τοῖϲ ὑπερκειμένοιϲ ϲυμπεφυκέναι, τὸν δ’ ἔϲωθεν τούτῳ ϲυνηρτῆϲθαι καὶ τῆ χαλάϲει τῶν ὑμνων προπίπτειν· οἱ δὲ καὶ τὴν ὅλην κατὰ ῥῆξιν ὴ παράλυϲιν, ἢ ἀπὸ μέρουϲ καὶ εἰϲ τὰ ἑαυτῆϲ κοῖλα ἔτι ἐνδιπλουμένην. ὅταν μὲν οὐν κατὰ ῥῆξιν, φαϲίν, προπέϲῃ, φανήϲεται παντελῶϲ ἔναιμοϲ, κατὰ προήγηϲίν τινοϲ πτώϲεωϲ ἢ βίαϲ [*](17 οἱ δὲ περὶ τὸν ἰπποκράτην] de orifcii prolapst cf Hipp. De morb. mul II c. 145 (VIII p. 318 sqq. L.); de totius uteri ibid c. 144 (VIII 316 sq.), unde Onidia illa a Sorano Hippocrati mom adscribi patet 19 ὡϲ ‘Hρόφιλοϲ ἔλεγεν] cf. supra ad p. 8, 23 22 οί δὲ] Demetrium Apameum de inversione μteri docuisse testis est Papyrus Goletisohtscheo Arch. f Papyrusforsch. III 159 col. III 3 (cf ‘Gynak. d. Sor p. 65, 2)) [*](1 — 3 τῇ πολλῇ . . . ἐξαρτημάτων add. Aet 2 καὶ παρειμ. γενομ. Aet. transposni 5 ϲφοδρῶϲ Aet.: ϲφόδρα P 6 ἐεαλιϲθήϲαϲαν προπεϲεῖν Aet.) [*](7 τοιαύτηϲ αἰτίαϲ Aet. 9 ϲυνέϲτη Aet : ϲύνεϲτι P 11 ἐπιγαϲτρίου Aet.: ἐπιγαϲτρίων P ψυγένταϲ Aet : φυγένταϲ P 12 τοὑϲ τόπουϲ add. Aet.) [*](τὸν om. Aet 15 ἢ add. Εrmerins. ‘aut relaxatis wembrais’ Must. τι Ermerins: τῆ P 18 — 20 γνωρίζεται . . . διπύρηνον secius. Ermirine 18 προπίπτειν P: corr. Rose κεφαλὴν P: corr. Dietz 19 πόνον P: corr. kind) [*](20 μηδ’ ὅλωϲ scripsi: μήδ’ ὁλον P φηϲίν P. corr. Irmmerins ἀποκαθίϲαν P: corr . Dietz τὴν μήτραν scrips (quo respicit αὺτῆϲ et αὐτὴν in eis quoe sequuntur): τὸ μὴ P 23 ὡϲ ποτε sc cripsi: ὡϲ τήν P. ὡϲ πὴ Rose τὸν add. Dietz ποτὲ δὲ scripsi: οι δέ Ρ: πῆ δὲ Rose 24 πρὸϲπίπτειν P: corr. Dietz.) [*](28 (νδιπλουμένηϲ P: corr Ermerins)

149
τινὸϲ ἢ πληγῆϲ· ὅταν δὲ κατ’ ἐπιχαλαϲμὸν ἢ καὶ παράλυϲιν, οὐκ ἔναιμοϲ οὔτε παχυτέρα, καὶ κατὰ τὸ πλεῖϲτον ἐξ ἀδήλου προφάϲεωϲ, ἐνιάκιϲ δὲ καὶ κατὰ τὰϲ αὐτὰϲ ταῖϲ προτέραιϲ περιϲτάϲειϲ παραλύεται. καὶ πάλιν ἀπὸ μέρουϲ μὲν αὐτῆϲ προπεπτωκυίαϲ ἀπευθυϲμένου τρόπον ἐξ ἑκατέρων τῶν μερῶν ἐκπροπτώϲειϲ ὁρῶνται. κατ’ ἐκϲτροφὴν δὲ 〈τῆϲ〉 ὅληϲ περιφερείαϲ ὄγκοϲ ϲτρογγύλοϲ εὑρίϲκεται προπίπτων, ἐμ φερὴϲ ψῷ, ποτὲ μὲν ἐν τῷ γυναικείῳ μένων κόλπῳ, ποτὲ δὲ προ- χειρὸτεροϲ γινόμενοϲ κοὶ πρὸ τῶν πτερυγωμάτων, ἐνερευθὴϲ 〈μὲν〉 κατ’ ἀρχάϲ, ὑπόλευκοϲ δὲ ὕϲτερον. ϲυγχωρήϲαντεϲ δὲ καὶ ὅλην 〈ἢ〉 ἀπὸ μέρουϲ αὐτὴν προπετῶϲ 〈φέρεϲθαι〉 μεμφόμεθα πρῶτον 〈μὲν〉 εὐρυφῶντα δι’ ἡμέραϲ καὶ νυκτὸϲ ὅληϲ 〈τὴν〉 κάμνουϲαν ἐξαρτή- ϲαντα τῶν ποδῶν ἀπὸ κλιμακίου κἄπειτα κατακλίναντα μὲν ὑπτίαν, θΘρέψαντα δὲ πτιϲάνῃ ψυχρῇ· ἀνυπομόνητοϲ γὰρ ἡ ἀνάρτηϲιϲ καὶ. φυϲώδηϲ ἡ τροφὴ καὶ ἄτεχνοϲ ἡ τῶν ἡμερῶν διαρίθμηϲιϲ, ἐξ ὧν εἰϲ τοὺϲ καιροὺϲ ἀποβλέπει. θὐήνωρ δὲ ϲάρκα βοείαν ἐντίθηϲιν εἰϲ τὸ γυναικεῖον αἰδοῖον, οὐκ εἰδὼϲ τοὺϲ ἀπὸ τῆϲ ϲήψεωϲ ἰχῶραϲ [ἐν] τῇ δριμύτητι νομῆϲ αἰτίουϲ γενήϲεϲθαι. Διοκλῆϲ δὲ ἐν τῷ δευτέρῳ τ ὧν Γυναικείων ἐνθλίβων πνεῦμα διὰ χαλκευτικῆϲ φύϲηϲ ἀπεντάϲϲει. τὴν ὑϲτέραν, εἰτα ὑοιὰϲ περιψήξαϲ καὶ εἰϲ ὄξοϲ ἀποβάπτων ἐντίθηϲιν, ϲτρόφον μὲν ἐργαϲάμενοϲ διὰ τοῦ πνεύματοϲ, θλίψιν δὲ διὰ τῆϲ ῥόαϲ· ἀπηνὴϲ γὰρ καὶ ϲτύφουϲα. τινὲϲ δὲ ϲάκκον τρίχινον τῇ ὑϲτέρᾳ προϲβάλλουϲιν, ὥϲτε διὰ τὴν ὀξύτητα τῶν τριχῶν ἀλγήϲανταϲ τοὺϲ τόπουϲ ϲυνελκυϲθῆναι, μὴ εἰδότεϲ ὅτι τὰ παραλελυμένα μὲν οὐδὲν ἀλγεῖ, τὰ δὲ ἀλγήϲαντα πρὸϲ ὀλίγον ϲυνελκυϲθέντα προπίπτει πάλιν. οἱ π ὅλοι δὲ τοῖϲ μὲν εὐώδεϲιν ἀποϲφραίνουϲιν, ὑποθυμιῶϲιν δὲ ὑπεναντίωϲ τὰϲ ὑϲτέραϲ, καὶ νῦν ὡϲ ζῷον οἰόμενοι τὴν ὑϲτέραν φεύγειν μὲν τὰ δυϲώδη, πρὸϲ δὲ τὰ εὐώδη φέρεϲθαι. μεμφόμεθα δὲ [*](11 θὐρυφῶντα] concinit eius cura cum praeceptis apud Hipp. VIII 316sq. L. (VII 318) VIlI 460sq.), ubi et ἡ τῶν ἡμερῶν διαρίθμηϲιϲ (v. 17). notandum pero is viiuperando Eursphonte de suspensione usuIlieris per (clien et moteut miti Soranu verbis male intellectis (cf. Ermerins in edit. Hipp. II p. LXXIY)) [*](17 Διοκλῆϲ] fr. 182 p 203 Wellm.; cf. supra ad p 112, 14 12 ῥόαϲ ῥόα Dioec. Mat. mcd. I 110; ῥόαι Atticorum, ῥοιαί Iayun teste Galeno ?? 605 (CMG v 4, 2 p 295, 13); de (facultate cf. et Gal. XII 115 25 εἰ πολλοί] cf supra ad p. 112, 4 26 καὶ νῦν . . . οἰόμενοι] cf. sp ta p. 112, 1 10 sqq.; 113, 3sqq.) [*](2 παχύτηϲ P: corr. Rose 3 τάϲ Rose: αἰτίαϲ P 4 προπεπτὼκει P: corr. Rose 5 ἐμπεπτώϲειϲ P: corr. Rose 6 τῆϲ add. Rose (post ὅληϲ Er- merins) πρὸϲπίπτων P: corr. Ermerins 7 ψῶ Ermerins: ὡϲ P 8 μἰν adddidi 9 ἢ add. Ermeins (cf. p. 148, 27), καὶ Sehoene 10 φέρεϲθαι add. Ermcrins μὲν add Ermerims 11 ερυῶντα P. corr. Dietz τὴν κάμνουϲαν Ermerins: κάμνουϲα P 13 ψυχρὰν P: corr. Dietz 15 ἀποβλέπειν P: corr. Ermerins 16 ἐν del. Ermerins 17 8 Rose: δωδεκάτω P 18 ἀπεντάϲϲει scripsi coll. p. 101, 24: εῖτα ἐντάϲϲειν P 19 περιψήξαϲ scripsi: περιψύξαϲ P περιψήϲαϲ Ermerins: περιλέψαϲ Dietz 21 ῥοάϲ P. corr. Dietz τύφουϲα P: corr. Dietz 22 προβάλλουϲιν P: corr. Ermerms 24 προπίπτιιν P corr. Ermerins 25 δὲ (prius) Ermerins: μὲν P 26 ταῖϲ ὑϲτέραιϲ P: corr. Schoene ὥ P)
150
καὶ Ϲτρά τῶν α ϲποδῷ δεδευμένῃ τὸν κόλπον ἀναπληροῦντα, προϲ- θέτῳ δὲ χρώμενον καϲτορίῳ· δριμεῖα μὲν γὰρ ἡ ϲποδόϲ, ϲυμπληρω- τικὸν δὲ τὸ καϲτόριον.

37 [86]. ἁρμόϲει τοίνυν προϲφάτου μὲν οὔϲηϲ τῆϲ προπτώϲεωϲ. ἐναίμου δὲ τῆϲ ὑϲτέραϲ βλεπομένηϲ καὶ ἀφλεγμάντου, προπερικλύ ϲαντα μὲν τὸ ϲπλάγχνον ὕδατι ψυχρῷ ἢ [ὄξει] ὀξυκράτῳ τοῖϲ δακτύ- λοιϲ ἐγχειρεῖν τῇ τῆϲ μήτραϲ καταϲτολῇ, καὶ γὰρ ὑπακούει κατ’ ἀρχὰϲ ῥᾳδίωϲ πρὸϲ τὸν καταρτιϲμόν. εἰ δὲ μὴ ὑπακούοι, διὰ ϲπόγγου περι- φεροῦϲ προϲτεθέντοϲ ἐνδιατάϲϲειν μετεωριζομένων 〈τῶν μηρῶν〉 ὑπύ τινων δεξιῶϲ ὑπηρετεῖν δυναμένων. μετὰ δὲ τὴν καταϲτολὴν ἐκπλῃ ροῦν τὸ γυναικεῖον αἰδοῖον ἐνθέϲει ϲπογγιᾶϲ ὀξυκράτῳ βεβρεγμένηϲ ἠερίου καὶ τῇ ἐπιδέϲει ϲυλλαμβάνοντα ϲυνάγειν τούϲ μηροὺϲ καὶ περιπλέκειν ἐκτεταμένουϲ· μετεωρίζειν δὲ τὰ περὶ τὴν ὀϲφὺν ὑποθέϲει προϲκεφαλαίου ἢ τὰ περὶ τοὺϲ πόδαϲ τῆϲ κλίνηϲ μετέωρα ποιεῖν. καὶ ϲυϲτέλλειν ἄχρι διατρίτου καὶ τότε διδόναι τροφὴν ὀλίγην ἁπλῆν, εἶτα παρὰ μίαν· ϲτερεοποιηθείϲηϲ δὲ τῆϲ καταϲτολῆϲ μετὰ προϲοχῆϲ ἀναλαμβάνειν .εἰ τὰ τῆϲ ἡλικίαϲ ϲυλλαμβάνοιτο. [87.] ἐπἱ γὰρ τῶν πρεϲβυτέρων καταϲτέλλεται μὲν ἡ μήτρα, προπίπτει δὲ πάλιν εὐχερῶϲ.

38. εἰ μὲν οὑν ϲκύβαλα ἐν τῷ ἀπευθυϲμένῳ παρακέοιτο, διὰ κλυϲτῆροϲ αὐτὰ κομιϲτέον ἁπλοῦ. ὡϲαύτωϲ δὲ καὶ εί ἐν κύϲτει περίτ- τωμα εἴη, διὰ καθετῆροϲ αὐτὸ κομιϲτέον. ϲυμβαίνει γὰρ ἐπὶ 〈τὸ〉 πλεῖϲτον ἐγκατέχεϲθαι ταῦτα τῷ μέϲην τὴν ὑϲτέραν τεταγμένην ἀπευ- θυϲμένου καὶ κύϲτεωϲ παραποδίζειν 〈τε〉 ἐν ταῖϲ προπτώϲεϲι ταῖϲ φυϲι- καῖϲ ἐκκρίϲεϲι θλίβουϲαν καὶ ϲτενοχωροῦϲαν τοὺϲ τόπουϲ 〈καὶ παραποδί - ζεϲθαι ὑπ’ αὐτῶν ἐν ταῖϲ ἀναθλίψεϲιν αὐτήν〉. ϲχηματίζειν δὲ μετὰ τοῦτο τὴν κάμνουϲαν ὑπτίαν ὑψηλότερα ἔχουϲαν τὰ ἰϲχία καὶ κάμψα- ϲαν τὰϲ ἰγνύαϲ μετὰ τοῦ διεϲτάναι ἀπ’ ἀλλήλων τὰ ϲκέλη. ἔπειτ ἐλαίῳ πολλῷ χλιαρῷ καταντλήϲαντα τὸ προπεπτωκὸϲ τῆϲ μήτραϲ ἐπὶ πολὺ καὶ ποιήϲαντα ϲύϲτρεμμα ἐξ ἐρίου ϲχήματι καὶ πάχει ἀναλογοῦν τῷ γυναικείῳ κόλπω περιβάλλειν ἔξωθεν τὸ ϲύϲτρεμμα τοῦ ἐρίου ἰϲχνοτάτῳ καὶ καθαρῷ ὀθονίῳ. κἄπειτα καταβάπτειν ταχέωϲ εἰϲ [*](17 sq] Aet. p.110, 10-13 z. 19 § 38] Aet. p. 110, 13—111, 17 z.) [*](1 δεδευμένον P. corr. Ermεrins 3 post καϲτόριον lacumam statuit Rose. De toto loco usque ad 17 cf. ′Gynak. d. Sor.’ p. 65, 3 6 ὄξει seclus. Dietz) [*](7 post ἐγχειρεῖν add. δκήϲει P ex Aet. (p. 110, 9 Xὲ z) 9 ἐνδιατάϲϲει P : corr. Dintz τῶν μηρῶν add. Rose 10 τινων Rose: τῶν P δεξιῶν P corr. Di8etz 12 ϲυλαμβάνονταϲ P: corr. Rose 15 διατρίτου Rose: δια- τρίτηϲ P 17 ἀναλαμβάνειν, seil. τὴν ἀναληπτικὴν ἐπιμέλειαν παραλαμβάνειν lac. stat kolbfleisch coll. Aetio 18 προπίπτει Aet.: πρὸϲπίπτει P 21 τ Aet.: om. P 23 τε add. Aet. 24 post τόπουϲ add. Aet. καὶ παραποδί- ζουϲαν (scripsi παραποδίζεϲθαι) ὑπ’ αὐτῶν ἐν ταῖϲ ἀναθλίψεϲιν αὐτῆϲ (scrpsi αὐτὴν), ubi καὶ παραποδιϲθεῖϲαν . . . αῦθιϲ 〈οὐ καταϲτέλλεϲθαι〉 tenptavit Rose) [*](27 τὰϲ ἰγνύαϲ Aet.: τὰ ἰϲχία P διεϲτάναι P; διαϲτῆναι Aet. 28 καταντλήϲαντα Ermerins: καταντλήϲαϲ P: καταντλήϲανταϲ Aet. 29 ποιή- ϲαντα Ermerins: ποιήϲανταϲ P ὕet. ἀνολογοῦν Aet.: ἀναλογοῦντα P 31 καθαρωτάτῳ Aet.)

151
ὀξύκρατον ἢ [καὶ 〈εἰϲ〉 ἀφέψημα χλιαρὸν μυρϲίνηϲ ἢ ϲχίνου ή βάτου ἢϲιδίων ἢ ῥόδων ἐγκαθίζειν κἄπειτα καταβάπτειν] εἰϲ χυλὸν ἀκακίαϲ ἢ ὑποκιϲτίδοϲ οἴνῳ διειμένηϲ καὶ προϲτιθέναι τῇ ὑϲτέρᾳ καὶ διαβιβά- ζειν πᾶν τὸ προπεπτωκὸϲ ἠρέμα ἀναθλίβοντα, ἄχριϲ οὐ ἡ μήτρα ἐπὶ τὸν ἴδιον τόπον ἀναχωρήϲῃ καὶ ὁ τοῦ ἐρίου ὄγκοϲ ὅλοϲ ἐν τῷ κόλπῳ γένηται [τοῦτ’ ἔϲτιν ἐν τῷ αἰδοίῳ]. εἶτα ἔρια ἔξωθεν ἐπιτιθέναι οἴνῳ ϲτύ φοντι βεβρεγμένα, εἶτα ϲκέπειν τὸ ἦτρον ὅλον ϲπόγγῳ ἢ ἐρίοιϲ ἐξ ὀξυκράτου τεθλιμμένοιϲ καὶ τὸ ἐπιγάϲτριον καὶ ἐφήβαιον καὶ ὀϲφύαϲ καὶ ἐπιδεϲμεῖν ἐκτείνειν τε τὰ ϲκέλη τῆϲ γυναικόϲ, ὥϲτε τὸ ἕτερον τῷ ἑτέρῳ ἐπικεῖϲθαι. μετὰ δὲ τοῦτο ϲικύαϲ προϲβλητέον μετὰ φλογὸϲ πλείονοϲ πρὸϲ ὀμφαλὸν καθ’ ἑκατέραν λαγόνα καὶ ὀϲφραντὰ ταῖϲ ῥιϲὶν εὐώδη ϲυνεχῶϲ προϲενεκτέον. τῆ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου τῷ κόλπῳ τοῦ ἐρίου ἐγκαθιζέτω ἡ γυνὴ εἰϲ οἶνον μέλανα αὐϲτηρὸν κεχλιαϲμένον ποϲῶϲ ἢ εἰϲ ἀφέψημα βάτου ἢ μυρϲίνηϲ ἢϲχίνου ἢ ϲιδίων. μετὰ δὲ τὸ ἐγκάθιϲμα κατακλιθείϲηϲ αὐτῆϲ ὑπτίαϲ ἀναρρόπου ὡϲ ὑψηλότερα ἔχειν τὰ πρὸϲ τοῖϲ ἰϲχίοιϲ, τὸ μὲν ἐγκείμενον ἔριον ἐξαιρείϲθω, ἕτερον δὲ ἐντιθέϲθω βεβρεγμένον τῷ αὐτῷ φαρμάκῳ. καταπλαττέϲθω δὲ τὸ ἐπιγάϲτριον φοίνιξιν, ἀλφίτοιϲ, ϲιδίοιϲ, 〈φακῷ μετ’ ὀξυμέλιτοϲ〉. καὶ διὰ τρίτηϲ πάλιν τὰ αὐτὰ γινέϲθω μέχρι παν- τελοῦϲ θεραπείαϲ.

39 [88]. εἰ δὲ πολὺν ἔξω χρόνον μείναϲα φαίνοιτο ὑπόλευκοϲ ἥδη κατεψῦχθαι, ποτὲ δὲ καὶ προδήλωϲ φλεγμαίνειν καὶ περιωδυνεῖν ἢ κατὰ παράλυϲιν προπεπτωκέναι, θερμῷ ὕδατι ἢ ὑδρελαίῳ 〈καταντλεῖν〉 ἢχυλῷ τήλεωϲ ἑφθῆϲ ἢ λινοϲπέρμου ἢ μολόχηϲ καὶ οὕτωϲ ἀπεντάϲϲειν· ἄν δὲ τὸ μέγεθοϲ 〈τῆϲ φλεγμονῆϲ〉 ἀπαιτήϲῃ, καὶ φλεβοτομεῖν καὶ τοῖϲ ἄλλοιϲ χρῆϲθαι χαλαϲτικοῖϲ διὰ τὴν παράλυϲιν [ἢ τὸ μέγεθοϲ τῆϲ φλεγμονῆϲ]. εἰ δὲ χρονίϲειεν, ὥϲτε ϲυνεχῶϲ προπίπτειν, ὀξυκράτῳ περιπλύνειν θερμῷ καὶ ἐγκαθίζειν τῷ ὀξυκράτῳ ἐφ’ ἱκανὸν χρόνον, ἔπειτα τὰ προειρημένα ποιεῖν πάντα, ἤγουν ϲικύαϲ κούφαϲ καὶ τὰ ἐπιθέματα τά τε διὰ φοινίκων, μήλων ἰυδωνίων καὶ πάντων ἤδη τῶν ϲτύφειν δυναμένων ἢ τὰ δι’ ἰτεῶν καὶ τῶν τὸ αὐτὸ ποιεῖν δυναμένων. εἶτα τὴν ὅλην ϲύγκριϲιν τονοῦν τῷ ἀναληπτικῷ κύκλῳ χρώμενον, [*](29 τὰ προειρημένα] cf. supra § 38, 3 sq.) [*](1 sq. καὶ 〈εἰϲ〉 . . . καταβάπτειν conturbata seclusi: om. Aet. (cf. infra 13—15) 4 προπεπτωκὸϲ Aet.: πεπτωκὸϲ P ἀνοθλίβοντα Ermerins: ἀνα- θλίβονταϲ P Aet. 6 τοῦτ’ ἔϲτιν (τοῦ τέλουϲ P) ἐν τῷ αἰδοίῳ P Aet.: seclusi (cf. p. 150, 1; 151, 13) 7 εἰτα Aet.: ἡ καὶ P 8 ὁϲφόοϲ P : corr. Dietz 10 προβλητέον P: corr. Dietz 11 καὶ ante καθ’ add. Ermerins; sed cf. Aet. p. 111, 8 Z. 12 ϲυνεχεῖ P: corr. Dietz 14 κεχλιαϲμένον Aet.: κεχαλα- ϲμένον P 15 ἀνατρόπου P: corr. Dietz: ἀναρρόπωϲ Kind: om. Aet. 18 ἀλφί- τοιϲ Aet.: ἀμφοτέροιϲ P 18 sq. φακῷ μετ’ ὀξυμέλιτοϲ Aet. (cf. Orib ): om. P) [*](21 φαίνοιθ’ ὑπόλευκοϲ Kind: φαίνοιτο λοιπὸν P: pallida Must 23 κα- ταντλεῖν om. P: fomentamda est’ Must. 25 τῆϲ φλεγμονῆϲ inseruit Rose ἀπαι 7 P 26 sq. ἢ τὸ μέγεθοϲ τῆϲ φλεγμονῆϲ sustulit Rose 27 πρὸϲ πίπτειν P: corr. Dietz 30 καὶ ante μήλων add. Rose 31 τὰ Rose: τὴν P) [*](τοῖϲ . . . δυναμένοιϲ P corr. Rose)

152
ὕϲτερον δὲ τῷ μεταϲυγκριτικῷ· φοινίϲϲειν δὲ τὰ περὶ τὸ ἐφήβαιον καὶ τὴν ὀϲφὺν καὶ τὸ ἐπιγάϲτριον παροπτήϲει, ϲυήγμαϲιν δριμέϲιν, ϲιναπιϲμῷ, πεϲϲοῖϲ τοῖϲ διὰ νίτρου καὶ ϲταφίδοϲ 〈καὶ〉 ἁλῶν καὶ πᾶϲι τοῖϲ ἐκ τῶν μεταϲυγκριτικῶν ἐϲκευαϲμένοιϲ ὑλῶν. ἱ πλεῖϲτοι δὲ ϲυνεχῶϲ προπίπτουϲαν αὐτὴν ἁλϲὶν ἢ νίτρῳ ϲυμπάϲαντεϲ οὕτωϲ ἀπῶ θοῦϲιν, ὅπερ καὶ Θεϲϲαλὸϲ ἐνόμιϲεν 〈οὐκ〉 ἀκολούθωϲ αὺτῷ. τὰ γὰρ μεταϲυγκριτικὰ δεῖ παραλαβεῖν ἐν διαλείμματι [ἢ ὅτε] μᾶλλον ἢ ἐν ἐπιθέϲει, ὅτε προπέπτωκεν ἡ μήτρα.

40 [ 89]. μελανθείϲηϲ δὲ αὐτῆϲ ἀπὸ μέρουϲ διὰ τὸ ἔξω μεῖναι πλείοϲι χρόνοιϲ, εἰ καί τινεϲ ἱϲτοροῦϲι ϲυμβιῶϲαι μέχρι παντὸϲ ἐνίαιϲ τὴν μήτραν προπεπτωκυῖαν, τοῖϲ πρὸϲ νομὰϲ χρηϲτέον· εἰ δὲ μή, καὶ ἀποτμητέον τὸ μελανθέν, εἰ καὶ λοβὸν ῆπατοϲ ἢ πνεύμονοϲ ἀποτέμνομεν κατὰ τὴν πρόπτωϲιν μελανθέντα. κὰν ὅλη μελανθῇ, τὴν ϲύμπαϲαν ἀποτμητέον, οὐ μόνον διὰ τοὺϲ ἱϲτορήϲανταϲ αὐτὴν ἀκινδύνωϲ ἐκτέμνεϲθαι, ὧν ἔμπροϲθεν ἐμνημονεύϲαμεν, ἀλλ’ ὅτι τὸ ἀποκοπτόμενον οὐκέτι κύριόν ἐϲτιν μέροϲ, ἠλλοτριωμένον δὲ ϲῶμα καὶ ἀνοίκειον. εἰ δὲ ἐκ τοῦ ϲυνεχῶϲ προπίπτειν ἑλκωθεῖϲα ϲυμφύη τοὶϲ πτερυγώμαϲιν, ὡϲ ἱϲτοροῦϲί τινεϲ, διακριτέον τὴν πρόϲφυϲιν ὡϲ ἐντέρου πρὸϲ περιτόναιον· ἄμεινον δὲ τῆϲ ἀϲφαλείαϲ χάριν τῶν πτερυτωμάτων τι τῇ μήτρᾳ προϲχαρίζεϲθαι μὴ δυναμένηϲ τῆϲ δία κρίϲεωϲ ἴληϲ ἀποτελεϲθῆναι.

[*](15 ἔμπροϲθεν] sunra libr. I 15 22 XVI] cf. Orib. Synops. ad Eumtath. IX 53 Aet. XVI 97 p. 145 z: paul. III 73) Must. II c XXXII 23 XVIII cf. Art XV I 89 p. 136 sq. z.; Must . II c. XXXIV)[*](24 XVIII] cf. Aet. XVI 69 p. 136 sq. Z., Must. II c. XXXIV)[*](3 ϲιναπιϲμῷ Relnhold: B ποιὲ P. qἡ νοῖϲ Ermerins: ἀκόποιϲ καὶ Rose καὶ addidi 4 post ὑλῶν sequuntur p. 127, 18 -p. 128, 4 D. Aetiana ἐνίοτε . . . προείρηται (p. 111, 19-112, 6 z), quae sεεludenda putavi 5 ἁλϲὶν E- merins: ἀλόην P 6 οὐκ add. Schoene ἑαυτῷ Ermerms: αὐτῶ P γὰρ P δὲ Ermerims 7 ἐν δὲ ἀλλίμματι P: corr. Ermerins ἢ ὅτε del. Ermerins 7sq. ἢ ἐν ἐπθέϲει ὅτε Rose: ἐϲτίν ἐπιθέϲειϲ ἢ ὅτϛ P 8 πρὸϲπέπτωκεν P: corr.. Dietz 10 ϲυνιϲτοροῦϲι P: corr. Ermerins 11 ἐνίαιϲ scripsi: εἰναι P. ἐνίαϲ Reinhold τῇ μήτρᾳ προπεπτωκυίᾳ Ermerins 12 καὶ ante ἀποτμ. del. Er. merins 18 τὴν (prius) del. Rose 16 ἢ ἀλλοτριωμένον P: corr. Dietz 17 ϲυμφύη] optativ agnovit Kaltfeisch (cf. Kahner Rl. 12 p 567): ϲυμφυἠ Ἐν. merins 19 ἐντέρω P. corr. Dietz 20 δυναμένῃ P. corr. Dietz 21 post ἀποτελεϲθῆναι Aetana p. 112, 6— 8 Ζ (ὑποθυμιατέον . . . προϲάγειν) add P (p 129, 1— 3 D.)