Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ οὐχὶ δαιμόνων πᾶς πάντα δρᾷ, ἀλλʼ αὐτοῖς διακέκριται κἀκεῖ τὰ ἔργα, ἄλλο ἄλλῳ.

Καὶ τοῦτό ἐστιν ἀμέλει τὸ ἐμπαθές, ᾧ ἐλαττοῦται δαίμων θεοῦ. Ὡς γὰρ εἶχον φύσεως, ὅτε περὶ γῆν ἦσαν, οὐκ ἐθέλουσιν ταύτης παντάπασιν ἀπαλλάττεσθαι· ἀλλὰ καὶ Ἀσκληπιὸς ἰᾶται νῦν, καὶ ὁ Ἡρακλῆς ἰσχυρίζεται, καὶ Διόνυσος βακχεύει, καὶ Ἀμφίλοχος μαντεύεται, καὶ οἱ Διόσκουροι ναυτίλλονται, καὶ Μίνως δικάζει, καὶ [*](52a)Ἀχιλλεὺς ὁπλί | ζεται.

Ἀχιλλεὺς νῆσον οἰκεῖ εὐθὺ Ἴσιρου κατὰ τὴν Ποντικὴν θάλατταν, Ἀχιλλέως ναός, καὶ βωμοὶ Ἀχιλλέως· καὶ ἑκὼν μὲν οὐκ ἄν τις προσέλθοι, ὅτι μὴ θύσων· θύσας δέ, ἐπιβαίνει τῆς νεώς.

Εἶδον ἤδη ναῦται πολλάκις ἄνδρα ἠΐθεον, ξανθὸν τὴν κόμην, πηδῶντα ἐν ὅπλοις· τὰ ὅπλα χρυσᾶ·

οἱ δὲ εἶδον μὲν οὐδαμῶς, ἤκουσαν δὲ παιωνίζοντος·

οἱ δὲ καὶ εἶδον καὶ ἤκουσαν.Ἤδη δέ τις καὶ κατέδαρθεν ἄκων ἐν

τῇκαὶ αὐτὸν Ἀχιλλεὺς ἀνίστησιν, καὶ ἐπὶ [*](1 τοῖς ἀδικουμένοις τιμωρεῖν cf. lulian. lI 90 b (τιμωροὶ) τοῖς ἀδικοῦσιν προστιθέναι τὴν δίκην cf. lulian lI 90 b Plut def. orac. 417 b nam velut carnifces sunt (ὥσπερ δήμιοι) lulian lI 90 b Synesii ep 44 (Herch. 657) Plut. qu Rom. lI 27 ‖ 4 δια- κέκριται τὰ ἔργα nam πάθη daemonum eadem ac hominum Plut. def. orac. 416c; 417 b et f ‖ 8 Ἀσκληπιὸς . . Ἡρακλῆς . . Διόνυσος. Διοσκοῦροι exempla daemonum etiam ap. Himerium or. l 40 (Boissonade) cf. Arrian. peripl. 21 sq) [*](8 Ἀσκληπιὸς — 11 ὁπλίζεται n) [*](6 ὡς] ἧς Reiske ‖ 9 οἱ (ante Διοσκοῦροι) om. α(δ) 12 θάλατταν 〈οὗ〉 vel 〈ἐν ᾖ〉 Reiske ‖ 13 προσέλθῃ Bα(θ) 14 νεώς (in mge νήσου man. antiqua) R(Δ) νήσου (suprascr νεώς) Κ νήσου cett. (δ) νεώ („on entre dans le temple“) Combes 17 παιανίζοντος K (suprascr ω) ϛ(δ Δ))

110
σκηνὴν ἄγει, καὶ εὐωχεῖ· ὁ Πάτροκλος ᾠνοχόει, Ἀχιλλεὺς ἐκιθάριζεν, παρεῖναι δὲ ἔφη καὶ τὴν Θέτιν, καὶ ἄλλων δαιμόνων χορόν.

Ὁ δὲ Ἕκτωρ κατὰ χώραν μένει, ὡς ὁ Ἰλιέων λόγος, καὶ φαντάζεται πηδῶν ἅμα τὸ πεδίον, καὶ ἀστράπτων.

Ἐγὼ δὲ τὸν μὲν Ἀχιλλέα οὐκ εἶδον, οὐδὲ τὸν Ἕκτορα εἶδον· εἶδον δὲ καὶ Διοσκούρους ἐπὶ νεώς, ἀστέρας λαμπρούς, ἰθύνοντας τὴν ναῦν χειμαζομένην εἶδον καὶ τὸν Ἀσκληπιόν, ἀλλʼ οὐχὶ ὄναρ· εἶδον καὶ τὸν Ἡρακλέα, ἀλλʼ ὕπαρ.