Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς οὖν καὶ ἐμπαθὲς καὶ ἀθάνατον τὸ δαιμόνιον γένος, ὥρα λέγειν· καὶ πρῶτον γε περὶ τοῦ ἀθανάτου.

Τὸ φθειρόμενον πᾶν ἢ τρέπεται, ἢ διαλύεται, ἢ τήκεται, ἢ κόπτεται, ἢ ῥήγνυται, ἢ μεταβάλλει· ἢ διαλύεται, ὡς πηλὸς ὑπὸ ὕδατος· ἢ ῥήγνυται, ὡς ὑπὸ ἀρότρου γῆ· ἢ τήκεται, ὡς ὑπὸ ἡλίου κηρός· ἢ κόπτεται, ὡς ὑπὸ σιδήρου φυτόν· ἢ μεταβάλλει καὶ τρέπε‖ται, ὡς ὕδωρ εἰς ἀέρα, καὶ ἀὴρ εἰς πῦρ.

Δεῖ [*](Ed. Duebn. p. 58) δὴ τὴν οὐσίαν τοῦ δαιμονίου, εἰ μέλλει ἔσεσθαι ἀθάνατος, μὴ διαλύεσθαι, μὴ σκεδάννυσθαι, μὴ τρέπεσθαι, μὴ ῥήγνυσθαι καὶ μεταβάλλειν, μὴ κόπτεσθαι· εἰ γὰρ πείσεταί τι τούτων, ἀπολεῖ τὸ ἀθάνατον.

Πῶς δʼ ἂν [*](51a)καὶ πάθοι, εἴπέρ ἐστιν τὸ δαιμόνιον | αὐτὸ ψυχὴ ἀποδυσαμένη [*](11 εἰ μέλλει ἔσεσθαι ἀθάνατος sq. cf. Plut. def. orac. 420 d ἔδει ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἄφθαρτον εἶναι ‖ 15 τὸ δαι- μόνιον αὐτὸ ψυχὴ sq. cf. Plut. de gen. Socr. 593 d def. orac. 431 b Diog. Laert. VII 151 Heinze Xenocr. 96 Thales Pythag. Plato ap. Aetium Diels doxogr. 307) [*](5 τὸ φθειρόμενον — 10 εἰς πῦρ n) [*](5 in mge infer. fol. 50 b (vet. schol. u) R!: τὸ φθειρόμενον τρέπεται διαλύεται τήκεται κόπτεται ῥήγνυται μεταβάλλει ὑπʼ ἀλλήλων ὕδατι ἡλίῳ σιδήρῳ ἀρότρῳ ὑπʼ ἀλλήλων τὰ στοιχεῖα πηλός κηρός φυτόν γῆ τὰ στοιχεῖα || 15 in mge dextr. fol. 51 a ση . . . . . . (vet schol. quattuor vers. marg. efficiens; erasum) R!) [*](5 ἢ τρέπεται om. φα (δΔ) | ἢ τήκεται om. B 〈ἢ ῥήγνυται〉 ἢ τήκεται Duebn. || 6 ἢ ῥήγνυται (post κόπτεται) om. Duebn. | μετα- βάλλει 〈καὶ τρέπεται〉 φα(δΔ) ‖ 6. 7 διαλύεται γὰρ ὡς nescio unde Duk. ‖ 10 ἐς πῦρ δΔ ‖ 12. 13 μὴ ῥήγνυσθαι. μὴ τρέπεσθαι Heins. (Duebn. ‖ 14 πείσεσθαί τε M | ἀπολεῖται K ‖ 15 καὶ πάθοι] καὶ θάνοι Heins. ἀποθάνοι Duk. | ταὐτό, ψυχῇ ἀποδυσαμένῃ Duebn. )

106
τὸ σῶμα; ἣ γὰρ καὶ τῷ σώματι τῷ φύσει φθειρομένῳ παρέχει τὸ μὴ φθείρεσθαι ἡνίκʼ ἂν αὐτῷ συνῇ, πολλοῦ γε δεῖ φθαρῆναι αὐτῇ.

Ἐν γοῦν τῇ συστάσει τὸ μὲν σῶμα συνέχεται, ἡ δὲ ψυχὴ συνέχει· εἰ δὲ καὶ τὴν ψυχὴν ἕτερόν τι συνέχει, ἀλλὰ μὴ αὐτὴ αὑτήν, τί τοῦτο ἔσται, καὶ τίς ἂν ἐπινοήσαι ψυχὴν

ψυχῆς; Ὅταν γὰρ ἕτερον ὑφʼ ἑτέρου σώζηται συνεχόμενον, ἀνάγκη που παύσασθαι τὴν συνοχὴν ἐπὶ πρᾶγμα προελθοῦσαν συνέχον μὲν ἄλλο, συνεχόμενον δὲ ὑφʼ ἑαυτοῦ· εἰ δὲ μή, ποῖ στήσεται ὁ λογισμὸς προϊὼν εἰς ἄπειρον;

οἷον εἰ ξυνείη τις ὁλκάδα ἐν κλύδωνι ἐκ πέτρας ποθὲν καθωρμισμένην διὰ πολλῶν κάλων. ὧν ἕτερον ἐξ ἑτέρου συνεχόμενον τῇ ξυνδέσει τελευτᾷ ἐπὶ τὴν πέτραν, χρῆμα ἑστὸς καὶ ἑδραῖον.