Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦτό τοι νόμιζε γίγνεσθαι καὶ ἐν τῇ φύσει, ὥσπερ ἐν ἁρμονίᾳ τελεωτάτῃ· καὶ τίθεσο θεὸν μὲν κατὰ τὸ ἀπαθὲς καὶ ἀθάνατον, δαίμονα δὲ κατὰ τὸ ἀθάνατον καὶ ἐμπαθές, ἄνθρωπον δὲ κατὰ τὸ ἐμπαθὲς καὶ θνητόν, θηρίον δὲ κατὰ τὸ ἄλογον καὶ αἰσθητικόν, φυτὸν δὲ κατὰ τὸ ἔμψυχον καὶ ἀπαθές.

Καὶ τὰ μὲν ἄλλα ἡμῖν, τὸ νῦν ἔχον, κατὰ χώραν ἔστω· ἐπεὶ δὲ τῆς δαιμονίων φύσεως πέρι σκοπούμεθα, ἣν φαμὲν μεσότητα εἶναι πρὸς ἄνθρωπον καὶ θεόν, ἴδωμεν εἴ πῃ δυνατὸν [*](1 ἀπὸ τῶν τιμιωτάτων sq. vi. or. 27. 7 h et l ‖ 2 ἐὰν δέ τι τού- των ἐξέλῃς, διέκοψας sq. or. 5. 8 d; 15. 5 c al. ‖ 3 ὥσπερ ἐν ἁρμονίᾳ sq. vi. or.13. 3 b ὡς κορυφαία sq. cf Plut. def orac 436 f 8 τοῦτό τοι νόμιζε sq. vi. or. 11. 8 bsq. ‖ 9 τίθεσο θεὸν κατὰ τὸ ἀπαθὲς καὶ ἀθάνατον cf. Plut. def. orac. 420 e ἔδει ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι ‖ 10 δαίμονα κατὰ τὸ ἀθάνατον καὶ ἐμπαθὲς cf. Plut. def. orac. 419 a τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς . . ἔχουσι ib. 420 d πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας sq. lulian lI 70 b ‖ 12. 13 φυτὸν δὲ κατὰ τὸ ἔμψυχον καὶ ἀπαθές sed cf. Clem. Alex. Str. VIII 10 κατὰ τοὺς Στωικοὺς οὔτε ἔμψυχον οὔτε ζῷόν ἐστι τὸ φυτὸν Dio Chrys. 12. 35) [*](3 ἐν ἁρμονίᾳ — χειρουργίᾳ p) [*](1 τιμιώτερον K ‖ 5 τὸν βαρύτατον BΚα(δ Δ) | ταῖς] τῆς p φωνῆς p ‖ 8 τοῦτο τοίνυν BMN α(θ) | ὥσπερ] ὅπερ φα(θ) corr. Reiske ‖ 14 ἐπεὶ Dav. (Duebn.) ἐπὶ codd. (θ) ‖ 15 πέρι σκοπού- μεθα Hob. (et ita Dürr) περισκοπούμεθα R (Duebn.) περισκο- πώμεθα cett. (δΔ°) ‖ 16 εἴδωμεν R καὶ ἴδωμεν M)

102
ἐξελέσθαι αὐτήν, καὶ διασῶσαι τὰ ἄκρα.

Ἆῤ οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ ἀθάνατον μέν, ἀπαθὲς δέ·

τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐδὲ τοῦτο· ἀλλὰ θνητὸν μέν, οὐ μὴν ἀπαθές.

Ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία·

δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρισθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, | ἐὰν μή τις [*](50a) κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται.