Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τοῦτο μέν σοι παῤ ἐμοῦ καὶ αὖθις λελέξεται· νῦν δὲ ἴθι αὐτὸς πρὸς αὑτὸν ἐκκαθηράμενος ταυτηνὶ τὴν δόξαν, ἵνα σοι καὶ προτέλεια γένηται ταῦτα τοῦ μέλλοντος λόγου·

ὅτι θεοὶ ἀνθρώποις ἀρετὴν καὶ κακίαν ἔνειμαν, ὥσπερ ἐν σταδίῳ ἀγωνισταῖς, τὴν μὲν ἆθλον μοχθηρίας φύσεως καὶ γνώμης πονηρᾶς, τὴν | [*](48a) δὲ ἐπινίκιον γνώμης ἀγαθῆς καὶ φύσεως ἐρρωμένης, ὅταν κρατῶσιν καλοκαγαθίᾳ.

Τούτοις καὶ τὸ θεῖον ἐθέλει ξυνίστασθαι τε καὶ συνεπιλαμβάνειν τοῦ βίου, ὑπερέχον χεῖρα καὶ κηδόμενον· τὸν μὲν φήμαις σώζει, τὸν δὲ οἰωνοῖς, τὸν δὲ ὀνείρασιν, τὸν δὲ φωναῖς, τὸν δὲ θυσίαις.

Ἀσθενὴς γὰρ ἡ ἀνθρωπίνη ψυχὴ πρὸς πάντα ἐξικνεῖσθαι τοῖς λογισμοῖς, ἅτε περιβεβλημένη ἐν τῷ δευτέρῳ βίῳ πολλὴν καὶ σκοτεινὴν ἀχλύν, καὶ ἐν πολλῷ ψόφῳ καὶ θορύβῳ τῶν δεῦρο κακῶν διατρίβουσα, καὶ ταραττομένη ὑπʼ αὐτῶν.

Τίς γὰρ οὕτω [*](9 ὅτι sq. vi. or. 38 6 h ‖ 10 ὥσπερ ἐν σταδίῳ sq. cf. simil. Epici. diss. l 24. 1 Philo prov. 2. 4 ‖ 11 ἆθλον μοχθηρίας sq. spectat ἀρετῆς ἀγῶνα vi. or. 13. 4 d ἀριστείαν sq. cf. Epict l 24. 1 Philo prov. 2. 4 ‖ 14 ξυνίστασθαι τε καὶ συνεπιλαμβάνειν vi infra p. 96. 7 θεοῦ δεῖ ξυλλήπτορος καὶ συναγωνιστοῦ (═ or 38. 6 k) cf. Senec. ep. 41 et 73 ‖ 15 τὸν μὲν φήμαις σώζει sq. cf. Albin 16 Apul. deo Socr. 3 sq. Diog. Laert. II 103 ‖ 17 ἀσθενὴς sq. vi. supra p. 29. 1 etiam or. 34. 2 e; 38. 6 l 21 ταραττομένη sq. vi. or. 7. 1 e; 10. 1 g) [*](1 διδούς del. Duk. | ἀφαιρήσεις (αι in ras.) R! ‖ 4 ἀμφι- σβητεῖν om. MN φα(δ) ‖ 11 μοχθηρᾶς α(δ) | πονηρᾶς· 〈 ὅταν κρα- τῶσι φαυλότητι·〉 τὴν δὲ Reiske ‖ 12 ἐρωμένης Nα(Δ°) ‖ 14 ἐθέ- λον Reiske ‖ 19 δευτέρῳ] δεῦρο Reiske (Duebn.) ‖ 20 21 διατρί- βουσα (ριβ in ras.) R!)

95
ταχὺς καὶ ἀσφαλὴς ὁδοιπόρων, ὡς μὴ ἐντυχεῖν βαδίζων χαράδρᾳ ἀφανεῖ, ἢ χάρακι ἀδήλῳ, ἢ κρημνῷ, ἢ τάφρῳ;

τίς δὲ οὕτω κυβερνήτης ἀγαθὸς καὶ εὔστοχος, ὡς ἀπείρατος διελθεῖν κλύδωνος, καὶ ζάλης, καὶ πνευμάτων

ἐμβολῆς, καὶ ἀέρος τεταραγμένου; τίς δὲ οὕτω ἰατρὸς τεχνικός, ὡς μὴ ἐπιταραχθῆναι ἀφανεῖ καὶ ἀνελπίστῳ νοσήματι, ἄλλου ἄλλοθεν ὑποφυομένου καὶ ὑποτεμνομένου

τοὺς τῆς τέχνης λόγους; τίς δὲ ἀνὴρ ἀγαθός, ὡς διελθεῖν βίον ἀπταίστως καὶ ἀσφαλῶς, ὡς σῶμα νοσερόν, ὡς πλοῦν ἄδηλον, ὡς ὁδὸν διεσκαμμένην, καὶ μὴ δεηθῆναι ἐν τού ‖ τοις, κυβερνήτου καὶ ἰατροῦ [*](Ed. Duebn. p.55) καὶ χειραγωγοῦ θεοῦ;

Καλὸν μὲν γὰρ ἡ ἀρετή, καὶ εὐπορώτατον, καὶ δραστικώτατον· ἀλλʼ ἀνακέκραται ὕλῃ πονηρᾷ, καὶ ἀσαφεῖ, καὶ μεστῇ πολλοῦ τοῦ ἀδήλου, ἣν δὴ καλοῦσιν οἱ ἄνθρωποι τύχην, χρῆμα τυφλὸν καὶ ἀστάθμητον. Ἀντιφιλοτιμεῖται τῇ ἀρετῇ, καὶ ἀντιστατεῖ, καὶ ἀνταγωνίζεται, καὶ πολλάκις αὐτὴν [*](1 ὁδοιπόρων sq. vi. or. 34. 2 f ‖ 3. 4 κυβερνήτης . . ἀπείρατος . . κλύδωνος vi. or. 34. 4 e similitudinem suppeditavit Plat. leg. IV 709 b quem ad verbum citat or. 13. 7 d vi. etiam or. 5. 6 b; 40. 5 e cf. Senec. dial. l 4.5 ‖ 15 τύχην χρῆμα τυφλὸν cf. Plut. de fort. II τύχη ἣν τυφλὴν λοιδοροῦμεν Cicer. Lael. 15 54 August. de civ. Dei IV 18 Cebes tab. 7. Demetr. ap. Diog. Laert. V 92 οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην unde τυφλὸς ὁδηγός est in proverbio (seond. Wyttenb. ad Plut. l. l)) [*](7 νοσήματι — 8 λόγους p (verbis tamen ἄλλου ἄλλοθεν ὑποφυομένου omissis)) [*](2 τάφῳ RM (suprascr. ρ) ‖ 5 οὕτως ϛ (δΔ) ‖ 6 τεχνῶν B ‖ 7 νό- σημα δεινὸν p ὑποτεμνόμενον p ‖ 8 τοὺς ἐπὶ τῆς p | ἀνὴρ 〈οὕτως〉 ἀγαθὸς φα(δΔ) ‖ 10 νοσερὸν 〈διελθεῖν〉 ὡς Reiske | διεσκαμ- μένων nescio unde Duebn. ‖ 11 καὶ ἰατροῦ om. Duebn. ‖ 15 τύ- χην, 〈ἣ〉 χρῆμα Reiske | τυφλὸν 〈οὖσα〉 καὶ Reiske ‖ 16 ἀντι- φιλοτιμεῖται δὲ τῇ nescio unde δ)

96
ἀντιταράττει, ὡς νέφη αἰθέρι ὑποδραμόντα τὴν ἡλίου ἀκτῖνα ἀπέκρυψεν αὐτοῦ τὸ φῶς, καὶ ἐστὶν μὲν καὶ τότε ἥλιος καλός, ἀλλὰ ἡμῖν ἄδηλος·

οὕτω καὶ |ἀρετὴν [*](48b) ὑποτέμνεται τύχης ἐμβολή· καὶ καλὴ μὲν ἡ ἀρετὴ τά τε ἄλλα, ἐμπεσοῦσα δὲ εἰς νεφέλην ἄδηλον, ἐπισκιάζεται καὶ διατειχίζεται. Ἔνθα δὴ αὐτῇ θεοῦ δεῖ συλλήπτορος, καὶ συναγωνιστοῦ, καὶ παραστάτου.