Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἶεν· τοῦτο μὲν, φήσει τὶς, πείθομαι, ὅτι κατʼ ἀρετὴν τρόπου καὶ φύσεως γενναιότητα ἠξιώθη ὁ Σωκράτης δαιμονίου συνουσίας· τί δὲ καὶ ἦν τὸ δαιμόνιον, ποθῶ μαθεῖν.

Ἐὲν πρῶτον, ὦ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή· γελοῖον [*](Ed. Duebn. p.53)λοῖον γὰρ ‖ ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκράτους, [*]((c))τὸ πᾶν ἀγνοοῦντα· οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας· ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς.