Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Θαυμάζεις εἰ Σωκράτει συνῆν δαιμόνιον, φίλον, μαντικόν, ἀεὶ παρεπόμενον, καὶ μόνον οὐ τῇ γνώμῃ αὐτοῦ ἀνακεκραμένον; ἀνδρὶ καθαρῷ μὲν τὸ σῶμα, ἀγαθῷ δὲ τὴν ψυχήν, ἀκριβεῖ δὲ τὴν δίαιταν, δεινῷ δὲ φρονεῖν, μουσικῷ δὲ εἰπεῖν, εἰς δὲ τὸ θεῖον εὐσεψεῖ, [*](3 ἀμήχανος — 5 τόλμης n) [*](1 κἂν] καὶ B ‖ 2 δήμους R! B | φθάνει] ἀνθεῖ Wakefield 3 ἀμήχανος α(δ) εὐμήχανον B | γὰρ om. p ‖ 4 ἔθει n ‖ 5 ἀνε- πιτιμήτου (τι in ras.) R | τόλμης. τέλος σὺν τῷ θεῷ ἀμὴν M τόλμης. τέλος (rubr.) καὶ τοῦτο ἐξισώθη κατὰ τὸ ἑαυτοῦ πρωτό- τυπον, ἵνα μὴ εἴπω καὶ κρεῖττόν τι N) [*](Codices RBMN φ (= Paccius) α (═ Stephanus); H (teste Davisio)) [*](11 ἀνδρὶ sq vi or. 3. 3 b ἀνὴρ) [*](11 ἀνδρὶ — p. 87. 1 ἀνθρώπινα p) [*](6 H΄ ‖ 8 in mge ιβ΄ R! | τί τὸ δαιμόνιον Σωκράτους. α΄ R om. α΄ NZ (add. ιδος teste Schenkl) add. λόγος κζ΄ αφ τοῦ αὐτοῦ τί τ. δ. Σωκρ. M om. (concesso spatio a rubricatore non expleto) B ‖ 10 μονονοὺ BN μονονουχὶ α(δ) ‖ 11 ἀνὴρ κα- θαρὸς p ‖ 12 ἀγαθὸς et ita in seq. ἀκριβής, δεινός, μουσικός, εὐσεβής, ὅσιος p ‖ 13 τὰ θεῖα p)

87
ὁσίῳ δὲ τὰ ἀνθρώπινα.

Τί δήποτε οὖν τοῦτο μὲν θαυμάζεις, γύναιον δὲ τὸ τυχὸν Δελφικὸν Πυθοῖ, ἢ Θέσπρωτον ἄνδρα ἐν Δωδώνῃ, ἢ Λίβυν ἐν Ἄμμωνος, ἢ Ἴωνα ἐν Κλάρῳ, ἢ Λύκιον ἐν Ξάνθῳ, ἢ Βοιωτὸν ἐν Ἰσμημίου, τούτους ἅπαντας οὐ θαυμάζεις τῷ δαιμονίῳ ὅσαι ἡμέραι συγγιγνομένους, καὶ οὐ τὰ σφίσιν μόνον πρακτέα ἢ μὴ γιγνώσκοντας, ἀλλὰ καὶ τοῖς

ἄλλοις χρησμῳδοῦντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ; ἢ διότι ἡ μὲν πρόμαντις καθίζουσα ἐπὶ τρίποδος, ἐμπιμπλαμένη δαιμονίου πνεύματος, χρησμῳδεῖ· ὁ δὲ ἐν Ἰωνίᾳ ὑποφήτης, ὕδωρ ἐκ πηγῶν ἀρυσάμενος καὶ πιών, μαντικῶς ἔχει· οἱ δὲ χαμεῦναι, καὶ ἀνιπτόποδεςʼ, ἐν Δωδώνῃ θεραπεύοντες δρῦν, παῤ ἐκείνης, ὡς ὁ Θεσπρω τῶν λόγος, μαθόντες χρησμῳδοῦσιν;