Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἄιδεταί τι ἐξ ἀρχαίου ᾆσμα ἐν εὐχῆς μέρει, [*]((Ariphro Sicyon. ap. Athenaeum 702 a. b))

  • ὑγεία πρεσβίστα μακάρων,
  • μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς.
  • Ἐρωτῶ δὴ τὸν ποιητὴν τοῦ ᾄσματος, τίνα καὶ οὖσαν τὴν ὑγείαν ταύτην ξύνοικον αὐτῷ ἐλθεῖν παρακαλεῖ κατὰ τὴν εὐχήν.

    Ἐγὼ μὲν γὰρ ὑποπτεύω δαιμόνιόν τι εἶναι χρῆμα καὶ εὐχῆς ἄξιον· οὐ γὰρ ἄν εἰκῇ οὐδὲ ἐκ τοῦ προστυχόντος κατηξιώθη ᾠδῆς, καὶ ἔμεινεν ᾀδόμενον.

    [*](11 ἐρωτῶ sq. ut or. 22. 1 c ‖ 15 ἔμεινεν ᾀδόμενον cf. Lucian pro la ps. 6 (733) ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω ‘ὑγίεια’ sq. etiam Athen. XV 702 a)[*](2 τῆς 〈ποιμενικῆς〉 ἐπιστήμης ἀπολελειμμένοι Reiske ‖ 3 μου- σικήν om. MN φα(δ) dissertationis finem mutilum esse suspicatur Markl. asteriscis indicat Duebn)[*](Codices RBMN φ (= Paccius) α (= Stephanus); H (teste Davisio))[*](4 Z R! ‖ 6 in muge ια΄ R! | πότερα — 7 ψυχῆς RB (om. 7 τὰ) MZ (adiect. ιγος teste Schenkl) N (add. verb. τοῦ αὐτοῦ) αφ (adiect. λόγος μα΄) ‖ 9 ὑγίεια MN α(δ) et ita Lucianus ‖ 10 σεῦ (e Luciano) Δ | νέοιμι RM et libri Luciani teste Davisio βιοτῆς B ‖ 11 δὴ] δὲ B ‖ 12 αὑτῷ α(θ) | κατὰ om. MN α(δ) 13 τῇ εὐχῇ α(δ) | εἶναι om. MN α(δ) ‖ 15 ἠξιώθη B)
    76

    Εἰ δὲ καὶ τοιοῦτόν ἐστιν, ὁποῖον αὐτὸ ὑποπτεύω εἶναι, ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ ποιητοῦ ὁ λόγος αὐτός·

    δύο γὰρ ὄντοιν ἐν τῇ τοῦ ἀνθρώπου ἁρμονίᾳ, ψυχῆς καὶ σώματος, εἰ μὲν οὐ πέφυκεν ψυχὴ νοσεῖν, ἦν ἂν δήπου τὸ ᾆσμα τοῦτο εὐχὴ σώματος, τοῦ καὶ πεφυκότος νοσεῖν καὶ ὑγείαν στέργοντος· εἰ δὲ ἀμφοῖν ὁμοίως συγκεκραμένων μὲν πρὸς τὸ κάλλιστον ὑπὸ τῆς φύσεως, ταραττομένων δὲ ὑπὸ τῆς παροινίας τῶν μερῶν, ἐπειδὰν πλεονεκτήσῃ τὶ ἐν αὐτοῖς, ὡς ἐν πόλει δῆμος ἢ τύραννος, κωλύει τὰ ἄλλα καὶ λυμαίνεται αὐτῶν τῇ συμμετρίᾳ, καλοῦμεν δὲ ἑκατέραν τὴν πλεονεξίαν, τὴν μὲν ψυχῆς, τὴν δὲ σώματος, καὶ πρὸς μὲν αὐτὸ ἑκάτερον ὁμοίως ὑγείας ἐνδεές, πρὸς δὲ τὸ πλησίον | οὐ κατʼ ἰσηγορίαν τάττεται· τὴν ποτέρου αὐτοῖν [*](42b) [*](Ed. Duebn. p.48)συμμετρίαν καὶ σωτηρίαν,

    πρεσβίσταν ‖ μακάρων ὀνομάζωμεν; Ἵνα δὴ καὶ τὴν ἑκατέρου νόσον ἐκ τοῦ ἐναντίου θεασώμεθα, ποτέρᾳ τῷ ἀνθρώπῳ μεῖζον κακόν, φέρε δὴ οὑτωσὶ τὸ πᾶν διαιτήσωμαι.