Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἆρα πᾶν ὅπερ ἡ αἴσθησις ἀθροίσασα τῇ κατὰ βραχὺ θεωρίᾳ, ἐμπειρίαν τοῦτο ὀνομάζουσα, προσαγάγῃ τῇ ψυχῇ, καὶ μετὰ τοῦτο ἐπισφραγίσηται ὁ λογισμὸς τῇ ἐμπειρίᾳ, τοῦτο φῶμεν ἐπιστήμην εἶναι; οἷον τὸ τοιόνδε λέγω.

Οἱ πρῶτοι ἄνθρωποι οὔπω ναῦν εἰδότες, ἐρῶντες ἐπιμιξίας, ἀγόμενοι μὲν ὑπὸ τῆς χρείας, εἰργόμενοι δὲ ὑπὸ τῆς θαλάττης, εἶδον ὄρνιν ἐξ ἀέρος καταπτάντα νηχόμενον, εἶδον δὲ καὶ φόρτον φερόμενον κούφως ὑπὲρ τοῦ κύματος, ἤδη δέ που καὶ [*](12 ἡ αἴσθησις sq. vi. or. 10. 7d; 32. 2e cf. Plat. Theaet. 191d lulian. VI 189d Porph. ap. Stob. ecl. I 373 Sext. Emp. math. VII 224 (peripateticorum) Stob ecl. lI 73 (stoicorum).) [*](10 τοιαυτὶ — 11 προστίθεμεν v (: τοιαυτὶ) || 16 οἱ πρῶτοι — p. 67. 21 γραφική p (ommissis verbis p. 67. 3 τάχα δὲ — μέρει)) [*](1 αὐτοῖς Mφ (Duebn.) αὐτῷ Duk. || 2 ἔδει Reiske || 4 ταυ- τηνὶ τὴν Duebn. ταύτην ἐστὴν (i. e. ταυτηνεὶ τὴν) ταύτην δὴ τὴν B ταύτην τὴν ceτt. (δΔ) || 8 γνωριμώτατα R!Mφ γνωρίσματα cett. (δΔ) || 10 τοιαυτη (═ τοιαυτει) R! (corr. pr. man.) v || 11 προσ- τίθενται v || 12 ὅπερ ἂν ἡ α(δ) || 19 φορυτὸν Markl. (Duebn.) χόρτον Orelli || 20 ὑπὸ B)

67
δένδρον ἀπενεχθὲν ἐκ ποταμοῦ εἰς κλύδωνα·

καὶ τάχα μέν τις καὶ ἄκων κατενεχθείς, κινῶν τὰ ἄρθρα, ἐξενήξατο, τάχα δὲ καὶ ἑκὼν ἐν παιδιᾶς μέρει·

ἀθροίσασα δὲ ἡ πεῖρα τὴν ἔννοιαν τοῦ πλοῦ σχεδίαν τινὰ φαύλην τὸ πρῶτον ἐξειργάσατο, ὕλην κούφην ξυνδεόντων, αὐτοσχέδιον ναῦν·

κατὰ βραχὺ δὲ προϊοῦσα ἡ αἴσθησις ὁμοῦ τῷ λογισμῷ ἐσοφίσατο καὶ ἐξεῦρεν ὄχημα κοῖλον, ἐρεσσόμενόν τε, καὶ ἐξ ἱστίων πλέον, καὶ ὑπὸ ἀνέμων φερόμενον καὶ ὑπὸ οἰάκων εὐθυνόμενον, καὶ ἐπέτρεψεν αὐτοῦ τὴν σωτηρίαν ἐπιστήμῃ μιᾷ τῇ κυβερνητικῇ.

Φασὶν δὲ καὶ ἰατρικὴν εὑρῆσθαι τὸ ἀρχαῖον ὡδί· κομίζοντες οἱ οἰκεῖοι τὸν κάμνοντα εἰς τῶν ἀγυιῶν τὴν ἐντριβῆ, κατετίθεντο· ἐφιστάμενοι δὲ οἱ ἄνθρωποι, καὶ [*](39b)ἀνερωτῶντες τὸ ἄλγος ὅτῳ τὸ αὐτὸ ξυμπεσόν, ἔπειτα ὤνατο ἢ ἐδωδῇ τινι, ἢ καύσας, ἢ τεμών, ἢ διψήσας. παρετίθεντο ἕκαστοι ταῦτα τῷ κάμνοντι οἱ πεπονθότες πρότερον καὶ ὠφελημένοι·

ἡ δὲ ὁμοιότης τοῦ πάθους συναθροίσασα τὴν τοῦ ὠφελήσαντος μνήμην τῇ κατʼ ὀλίγον ἐντεύξει ἐπιστήμην ἐποίησεν τὸ πᾶν.

Οὕτω καὶ τεκτονικὴ συνέστη, καὶ χαλκευτική, καὶ ὑφαντική, καὶ γραφική, ὑπὸ τῆς πείρας ἑκάστη χειραγωγουμένη.

[*](11 ἰατρικὴν sq. cf. Plut. de occ. viv. 2 Herod l 197 Strabo III 234 XVI 1082 Serv. ad Aen. XII 395 Isidor. orig. X 1072)[*](12 οἱ οἰκεῖοι — 13 κατετίθεντο v (: τρίβος))[*](2 κεινωι R! || 5 κοῦφον B | ξυνδεόντων] ξύλων δεόντων φα(δ) unde ξύλων, δεόντων τινῶν Duk. || 6 προ-ιοῦσα R! || 10 αὐτῳ φα(δ) corr Markl. || 12 ἀγρῶν B || 13 ἐντριβὴν B ἐν τριβῇ Mφα(δΔ) 〈μάλιστα〉 ἐν τριβῇ Markl. || 15 διαψήσας Reiske (Duebn.) διψήσας 〈ἢ λιμώξας〉 Steph || 16 ταῦτα κάμνοντι nescio unde Δ° || 19 ἐποίησεν B (cum R!))