Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί ποτʼ ἐστὶν τοῦτο, ᾧ διαφέρει ἄνθρωπος θηρίου;

καὶ τί ποτέ ἐστιν, ᾧ διαφέρει ἀνθρώπου θεός; Ἐγὼ μὲν οἶμαι θηρίων μὲν ἀνθρώπους ἐπιστήμῃ κρατεῖν, θεῶν δὲ ἐλαττοῦσθαι μοχθηρίᾳ· θεὸς μὲν γὰρ ἀνθρώπου σοφώτερον, ἄνθρωπος δὲ θηρίου ἐπιστημονέστερον.

Ἄλλό τι οὖν ἐπιστήμην σοφίας ἡγεῖ;

Οὐ μὰ τὸν Δία, οὐ μᾶλλον ἢ ζωὴν ζωῆς· ἀλλὰ κοινὸν ὑπάρχον τὸ τῆς ζωῆς θνητῇ φύσει πρὸς τὸ ἀθάνατον, κατὰ μὲν τὴν ποιότητα ἰσομοιρεῖ· κατὰ δὲ τὴν βραχύτητα τοῦ βίου σχίζεται· θεοῦ μὲν γὰρ ζωὴ αἰώνιος, ἀνθρώπου δὲ ἐφήμερος.

Ὥσπερ οὖν εἴ τις ἦν δύναμις ὀφθαλμοῖς ὁρᾶν ἀεὶ, καὶ ἀποτείνειν διηνεκῶς τὴν ὄψιν καὶ δέχεσθαι [*](5. 6 ἐγὼ μὲν sq. simil. vi. p. 70. 10 ad rem vi. or. 33. 7a; cf. Epict. diss. l 3. 3 Plat. republ. IX 571 Ps. Plut. vit. Hom. 133 Themist. π. ἀρετῆς 28 Stob. ecl. 3 p. 246 vi. etiam or. 41. 5a sq. || 12 βραχύτητα sq. cf. Senec. ep. 73. 12 Iupiter, quo antecedit virum bonum, diutius bonus est lulian. VI 185b ὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί vi. etiam. or. 13 2c || 14 ὥσπερ sq. vi. or. 34. 1c simil. etiam or. 13. 3f) [*](8 ἐπιστημονέστερον in mge repetit. (vet. schol. b) R!) [*](Codices RBMNα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 Ϛ΄ R! || 3 in muge ι΄ R! | τί ἐπιστήμη (adiect. ιβος teste Schenkl) H τί ἐστιν ἐπιστήμη BNK (teste Bandini) add. λόγος μ΄ φα τοῦ αὐτοῦ τί ἐστιν ἐπιστήμη M || 4 ἐστὶν (ν eras.) R! || 6 θη- ρίων (ιω in ras.) R! || 7 θεῶν (ω in ras.) R! | μοχθηρίᾳ] μωρίᾳ Dav.2 σοφίᾳ Markl. prob Duka et Rohdichio l. l. p. 27 adn. 6 || 11 ἄνατον (suprascr. θα) R! || 13 θεῶν B)

66
τὴν προσβολὴν τοῦ φωτός, καὶ μηδὲν αὐτῇ δεῖν καλυπτόντων βλεφάρων, μηδὲ ὕπνου πρὸς ἀνάπαυλαν, μηδὲ νυκτὸς πρὸς ἠρεμίαν· κοινὸν μὲν ἦν τὸ ὁρᾶν ἐκείνοις τοῖς ὀφθαλμοῖς πρὸς ταυτηνὶ τὴν τῶν πολλῶν ὄψιν, διέφερεν δὲ τῷ διηνεκεῖ·

οὕτως ἀμέλει [*](Ed. Duebn. p.44)καὶ ἡ | ἐπιστήμη, κοινόν τι || οὖσα, διαφορὰν ὅμως [*](39a) ἔχει ἡ θεία πρὸς τὴν ἀνθρωπίνην.

Καὶ τὴν μὲν θείαν τάχα καὶ αὖθις εἰσόμεθα· νῦν δὲ δὴ ἐπὶ τὰ γνωριμώτατα ἴωμεν·

τί ποτʼ ἐστὶν τῷ ἀνθρώπῳ τὸ ἐπίστασθαι, καὶ εἰδέναι, καὶ μανθάνειν, καὶ ὅσα τοιαυτὶ λέγοντες ἕξιν τινὰ θεωρίας τῇ ψυχῇ προστίθεμεν.