Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δὲ Λυδός, ὁ τοῦ Φρυγὸς ἀνοητότερος; οὐκ εὔξατο μὲν τῷ Ἀπόλλωνι ἑλεῖν τὴν Περσῶν ἀρχήν, καὶ ἐθεράπευεν χρυσῷ πολλῷ τὸν θεόν, ὥσπερ δωροδόκον [*](14 τῶν μὴ καλῶν sq. vi. or. 13 8d; 41. 3a οὐ γὰρ sq. cf. Plat. republ lI 397c Theaet. 176a Hermes ap. Stob. ecl. l 275 lulian lI 90b || 15 τύχης ἀλόγου vi. or. 8. 7i et infra p. 60. 11 cf. Stob. ecl. l 92 et lI 156 (Anaxagorae) | μεθυόντων sq vi. or. 27. 5h etiam or. 10 9b || 19 ἐθεράπευεν scil. lateribus aureis cf. Lucian. Char. 11 (503)) [*](1 εὔχεται — 2 θεαῖς v (: εὔχομαι)) [*](1 οὐκ ἔτι B(θ) || 2 ἐλθεῖν — 4 ἀπελθεῖν om. B || 3 εὔπορον Markl. | πάμφορον suspect Markl. || 4 ὁ μὲν] ὁμοῦ φα(δ) || 7 δὴ om. B Apost. || 9 μεταγιγνώσκοντος — τύχῃ om. B || 11 ἀπαι- τήσαντες α(δ) Apost || 12 ἐπεθύμουν ὧν φα(δ) ἐπεθύμουν καὶ ὧν Pantinus || 14 〈ὁ〉 θεός Apost. || 15 οἴαι αἱ Apost οἷαι καὶ αἱ Markl. Reiske οἵαι χἀι Schenkl || 17 Λυδός (Λ in ras.) R! ὁ τοῦ] οὐ τοῦ α(δ) | ὃς (pro οὐκ) εὔξατο Markl.)

54
δυνάστην; ἀκούων δὲ αὐτοῦ θαμὰ ἐκ Δελφῶν ἐπιστέλλοντος ||

[*](Ed. Duebn. p.40)

Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, ἐκδεχόμενος πρὸς ἡδονὴν τὸν χρησμόν, διέβη Ἅλυν, καὶ κατέλυσεν τὴν Λυδῶν μεγάλην ἀρχήν.

Ἀκούω δὲ καὶ παῤ Ὁμήρῳ εὐχομένου Ἕλληνος ἀνδρός, [*]((Η 179/80))

  • Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
  • ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης·
  • καὶ δηλαδὴ ὁ Ζεὺς ἐπιτελεῖ τὴν εὐχήν, [*]((Η 182/3))
  • ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄῤ ἤθελον αὐτοὶ
  • Αἴαντος.
  • Καὶ τῷ μὲν Πριάμῳ εὐχομένῳ ὑπὲρ τῆς οἰκείας γῆς, βοῦς καὶ ὄϊς ὁσημέραι τῷ Διὶ καταθύοντι, ἀτελῆ τὴν εὐχὴν τίθησιν·

    τῷ δὲ Ἀγαμέμνονι [*]((Β 112))

  • --- ὑπέσχετο καὶ κατένευσεν
  • ἐπὶ τὴν ἀλλοτρίαν ἐλθόντι [*]((Β 113))
  • Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
  • Καὶ ὁ Ἀπόλλων πρότερον μὲν οὐκ ἐπαμύνει τῷ Χρύσῃ ἀδικουμένῳ, ἐπεὶ δὲ πρὸς αὐτὸν ἐπαρρησιάσατο καὶ ἀνέμνησεν τῆς κνίσης τῶν μηρίων, τότε τοὺς ἰούς ἀφίησιν εἰς τὸ Ἑλληνικόν, ‘ἐννῆμαρ ἐποιχόμενοςʼ αὐτούς, καὶ ‘ὀρεῖς καὶ κύναςʼ.

    [*](3 Κροῖσος sq. vi. or. 13. 5e cf. Lucian. lup. conf. 14 (636) etiam Herodot. l 53)[*](4 ἐκδεχόμενος — 5 ἀρχήν v (: ἐκδέχομαι))[*](1 δικαστήν Heins. || 4 πρὸς ἡδονὴν τὸν χρησμὸν ἐκδεξά- μενος v || 5 καὶ om. v | τὴν Λυδῶν om. v || 6 Ὁμήρου B || 13 ὄεις (ο in ras.) R! || 16 ἀλλοτρίν (pr man corr.) R! || 18 ἐπαμύνη MN || 19 ἐπαρρησιάτο (suprascr σα) R! || 20 κνίσσης ϛ(θ) || 22 ὀρεῖς Dav (Duebn.) ὄεις RB ὄις MN οὐρῆας καὶ ὄις φα(θ))