Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐὰν δὲ εἰς τὰς τῶν κακῶν ἐννοίας παρέλθω, πό θεν ταῦτα παρέδυ δεῦρο; τίνες αἱ τῶν κακῶν πηγαὶ ἢ γενέσεις; πόθεν ἀρξάμενα ἔρχεται; ἐξ Αἰθιόπων, ὡς ὁ λοιμός; ἐκ Βαβυλῶνος, ὡς ὁ Ξέρξης; ἐκ Μακεδονίας, ὡς ίλιππος; οὐ γὰρ ἐξ οὐρανοῦ, μὰ Δία, οὐκ ἐξ οὐρανοῦ· [*](1.2 ἀμηχάνῳ τάχει or. 1. 2 e etiam or. 7. 7 k ||3 αἱ παρʼ ἡλίου ἀκτῖνες cf. Hermes ap. Stob. ecl. l 303 ||8 ὁμοῦ τῷ Διὸς νεύματι sq. or. 4.8 b ||14 καὶ οἰκτείρω τὸν Ἐπίκουρον vi. simil. or. 25. 4 a etiam or. 15. 8 g ||17.18 ἐξ Αἰθιόπων . ὁ λοιμός vi. or 13. 9 c etiam or 7 4 b ||18. 19 ἐκ Μακεδονίας . . Φίλιππος vi. or. 29.2 d) [*](8 ὁμοῦ — 11 κινήματα n) [*](6 in mge Ὅμηρος (man. recent.) R!) [*](2 προσβολὴ R προσβολῇ cett. (περιβολῆ N) δ Δ corr Reiske 3 ἐπαφήσεται nescio unde Δ corr Markl ||4 τῇ in ras. 17 ἢ γενέσεις] τίνες αἰ γενέσεις Reiske || 19 ὡς ὁ Φίλιππος nescio unde δ Δ)

476
(Plat. Phaedr. 247 a) φθόνος γὰρ ἔξωθεν τοῦ χοροῦ ἵσταται.

[*]( Ed. Duebn. p.162)

Ἐμταῦθα τοίνυν, ἐνταῦθά μοι δεῖ χρησμῳδίας, ἐρώμεθα τοὺς θεούς·

Ζεῦ καὶ Ἄπολλον, καὶ ὅστις ἄλλος θεὸς μαντικὸς καὶ κηδεμὼν τῆς τῶν ἀνθρώπων ἀγέλης, δεομένοις εἴπατε, τίς κακῶν ἀρχή; τίς αἰτία; πῶς φυλαξώμεθα; πῶς λάθωμεν; (Ξ80) Οὐ γάρ τις νέμεσις φυγέειν νκακόν, οὐδʼὑπαλύξαι. οὐχ ὁρᾶτε, ὅσα τὰ δεινὰ εἰς τὰς ἀνθρωπίνας κῆρας ἐμπεπτωκότα περὶ γῆν στρέφεται, παντοίων στόνων

καὶ ὀδυρμῶν ἐμπιμπλάντα τὴν γῆν; Στένει μὲν τὸ ἀνθρώπου σῶμα τὰς ἐπιτετειχισμένας αὐτῷ νόσους ὀδυρόμενον, καὶ τὸ ἀκροσφαλὲς τῆς σωτηρίας, καὶ τὸ ἄδηλον τοῦ βίου.

Τίς γὰρ ἡλικίας καιρὸς ἀνυπεύθυνος

ἀνθρωπίνῳ σώματι; οὐ γενόμενον μὲν εὐθύς καὶ [*](1 φθόνος sq. cf. Plut. n. posse suav. viv. 2 || 4 Ζεῦ καὶ Ἄπολλον ut or. 5.8e; 22. 7 e etiam infra § lV a ||5.6 τῆς τῶν ἀν- θρώπων ἀγέλης ut or. 29. 7 i ; 37. 1 a ; 35. 2f: et ingra § V d 9 οὐχ ὁρᾶτε, ὅσα τὰ δεινὰ sq. cf. Hippocr. ep. 17. 47 οὐχ ὁρῇς ὅτι καὶ ὁ κόσμος μισανθρωπίης πεπλήρωται sq. cf. etiam Teles (Hense 38) Diog. ep. 28 μικρὰ εὐφραίνεσθε, πολλὰ λυπεῖσθε 13.14 τὸ ἄδηλον τοῦ βίου scil. propter τὴν τύχην vi. or. 13. 7 b 15 οὐ γενόμενον εὐθὺς sq. cf. Hippocr. ep. 17. 47 ὅλος ὁ ἄν- θρωπος ἐκ γενετῆς νοῦσός ἐστι Teles (Hense 38) εἴ τις θέλει ἐκ- λογίσασθαι ἐν ὅλῳ τῷ βίῳ πάσας τὰς ἡλικίας, αἱρήσει πολλῷ πλείους τὰς ἀλγηδόνας . . ὁ πρῶτος (χρόνος) . . ἐπίπονος sq) [*](11 στένει — 14 βίου p) [*](1 φθόνος ἔξωθεν — 2 ἵσταται in mge repetit.(schol.recent )R!) [*](1 ἔξωθεν θείου χοροῦ Heina. (cum σ2) ἔξω θείου χοροῦ Δ cum Platone ||7 φυλαξόμεθα Boissonade (anecdot. IV 478) (Duebn.) λάθωμεν 〈ὑπεκδράντες〉 Reiske ||8 ὑπαλύξαι] ἀνὰ νύκτα Homerus ||11. 12 τὸ τοῦ ἀνθρώπου MN α(δ) ||15 σώματι] πτώματι M φ |οὐ γενόμενον] ὃ γενόμενον nescio unde θ )

477
ἀποσπασθὲν ἐκ μητέρων, ὑγρὸν καὶ ἰλυῶδες καὶ διαρρέον,

ὀδυρμῶν καὶ κνυζημάτων ἀνάπλεων; προῖὸν δὲ καὶ εἰς ὥραν ἀναφυόμενον, ἔμπληκτον καὶ ἀκρατές; κἂν εἰς ἥβην προέλθῃ, ὑπὸ φλεγμονῆς ἀκατάσχετον· κἂν εἰς γῆρας ἔλθῃ, κατὰ βραχὺ νεκρούμενον καὶ ἀποσβεννύμενον·

ἐνδιαίτημα τῇ ψυχῇ ἀχρειότερον, δυσάρεστον, δύστηνον, δύσεργον, οὐκ ὄμβρων ἀνεχόμενον, [*](144 a)οὐ πνευμάτων, οὐχ ἡλίου, μεμ φόμενον| ταῖς ὥραις τοῦ οὐρανοῦ, καὶ ἀντιστρατηγοῦν τῷ Διί.

Χειμὼν οὗτος· ἀντέχεται· θέρος τοῦτο· ἀναψύχει· πληρωθὲν μὲν κενώσεως, κενωθὲν δὲ πλησμονῆς ὀρεγόμενον· Εὐρίπου καὶ ἀμπώτεως δίκην, μηδέποτε ἑστός, μηδέποτε ἀτρεμοῦν, ἀκόρεστον, ἀκατάσχετον, ἀδηφάγον, ἐνδεὲς ἀμπεχόνης, δεόμενον ὑποδημάτων, ἀλειμμάτων, φαρμάκκων, λουτρῶν.

Ἓν σῶμα θεραπεύουσιν χεῖρες πολλαὶ, καὶ τέχναι πολλαί· χιλίας δὲ ἵππους ἱπποφορβὸς εἶς, καὶ τοσαῦτα μῆλα ποιμὴν εἰς, καὶ τοσούτους βοῦς βουφορβὸς εἶς. Καὶ οὐδὲ τὰ τοσαῦτα ἱκανά·

τίς γὰρ [*](2 προιὸν δὲ sq. cf Hippocr. ep 17. 47 ἀκμάζων θρασύς sq. || 7 οὐκ ὄμβρων sq. vi. or 36. 5 e καὶ οὐκ ἀπεδίδρασκεν sq. 10 πληρωθὲν sq. vi simil. or. 36. 2 e πλούτου sq or. 33. 3 e ἀκο- ρεστος sq. ||11 12 Εὐρίπου sq vi. or. 5. 6 b et quae ibi adnotavi || 13.14 ἐνδεὲς ἀμπεχόνης scil quia ἀσκεπὴς est vi. or. 31. 4 f vi. etiam or. 36. 2 a περιβάλλοντες sq. ||15 ἓν σῶμα sq. ut regis Per- sarum vi. or 33. 4 a || 18 οὐδὲ τὰ τοσαῦτα ἱκανά excipiunt enim) [*](11 in mge εὔριπος ἄμπωτις (schol. recent.) R!) [*](18 τίς γὰρ — p. 478. 3 ἀνιστάμενον p) [*](1 μητέρων R μητρῴων cett. (θ) |ὑγρῶν MNα(δ ) λύθρων Markl. |ἰλυῶδες] ὑλῶδες MNα(δ) corr. Heins ||2 ἀνάπλεον MN(Δ0) ||6 ἀχρειότατον Reiske (Duk.) ||9 οὗτος| τοῦτο Heins. 10 ἀμπέχεται φα(δΔ) θέρος οὗτος Steph ἀναψύχεται Markl. 12 ἀμπώσεως nescio unde Δ |ἑστὼς MNα(θ) ||15 λουτρῶν om Δ°)

478
ἀνθρωπίνη μηχανὴ λοιμοῦ προσβολὰς ἀλέξασθαι, ἢ ἀνασχεῖν ὄμβρους ἐξ οὐρανοῦ καταφερομένους, ἢ στῆσαι γῆν σειομένην, ἢ σβέσαι πῦρ ἐκ γῆς ἀνιστάμενον;

Ὁρᾷς τὸν δρόμον, καὶ τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὴν συνέχειαν τῶν κινδύνων· (σ 130) οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.

Κἂν ἐπὶ τὴν ψυχὴν ἔλθῃς, κἀκεῖ ὄψει ὄχλον νοσημάτων τῇ ψυχῇ ἐπιχεόμενον· ἐὰν λύπην ἀπώσῃ, φόβος ὑπορρεῖ· ἂν ἀπέλθῃ φόβος, ὀργὴ ἀνίσταται· ἂν παύσεται ὀργή, φθόνος ἔπεισιν· παρὰ πόδας τὰ δυσχερῆ, ἐν γειτόνων τὰ κακά· ἀνοχὴ δὲ ἀκριβὴς οὐδεμία.