Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Φασὶ τὸν Μακεδόνα Ἀλέξανδρον, ἀφικόμενον εἰς Ἄμμωνος, προσειπόντος αὐτὸν τοῦ Ἄμμωνος παῖδα, πιστεῦσαι τῷ θεῷ κατὰ τὴν Ὁμήρου φήμην, πατέρα αὐτὸν θεῶν καὶ ἀνθρώπων ὀνομάζοντος·

ἀποδεξάμενος δὲ τοῦ μαντείου, ἄλλο μὲν ήξίωσεν οὐθὲν τὸν πατέρα μετὰ τοῦτο ἐρέσθαι, οὐ περὶ τῆς Δαρείου φυγῆς, οὐ περὶ τῆς μελλούσης μάχης, οὐ περὶ τῆς Ἑλλάθος κακουμένης, οὐ περὶ τῆς Ἀσίας κυκωμένης· ἀλλʼ, ὥσπερ αὐτῷ τῶν ἄλλων καλῶς ἐχόντων, ἠρώτα τὸν θεὸν περὶ τοῦ Νείλου, ὁπόθεν ὁρμηθεὶς ἐπὶ Αἰγύπτου κάτεισιν.

Πάνυ γοῦν αὐτῷ τοῦτο ἕν ἤδει πρὸς εὐδαιμονίαν, καὶ μαθόντι εἶχεν ἂν καλῶς· οὐδʼ εἰ, μὰ [*](Ed.Duebn p. 161)Δία, πρὸς τῷ || Νείλῳ τὸν Ἴστρον ἔγνω, ἢ τὸν ὠκεανὸν αὐτόν, εἴ τέ τις ἐστὶν ποταμοῦ φύσις περὶ πᾶσαν γῆν εἱλουμένου, εἴτε ἀρχαὶ τῆς δεῦρο καὶ πηγαὶ [*](7.8 πατέρα . . θεῶν καὶ ἀνθρώπων sq. vi. or. 35. 1 e cf. Cornut epidr Cicer. nat. deor. lI 24. 64 Epict. diss. l 3. 1 || 17 πρὸς τῷ Νείλῳ τὸν Ἴστρον vi. or. 25.7 f) [*](Codices RMNα ( Stephanus) φ (= Paccius): H (teste Davisio)) [*](5 in mge ἀλέξανδρος 6 ἅμμων (schol. recent.) R!) [*](1 ΜA' R! || 3 in mge λε· R! | τοῦ — 4 κακά R additis λόγος κεʹ φα τοῦ αὐτοῦ τοῦ — κακά MN ||6 Ἅμμωνος (bis) R || 9 οὐδὲν N(Δ0) || 14 ὁπόθεν] πόθεν α(δ) || 15 αὐτῷ ( αὐτῷ ut p. 325. 9 al.) | τούτου Reiske (Duebn.) | ἕν ἔδει φα(θ)ἐνέδει Reiske (Duebn.) ||16 ἂν in ras R || 18 φύσεις M || 19 πᾶσαν 〈τὴν〉 γῆν MNα(δ))

473
θαλάττης, εἴτε λίμνη ὑποδεχομένη τὰς ἡλίου καταδύσεις καὶ σελήνης, εἴτε ἄλλο τι, οἷον οἱ ποιηταὶ καταμαντεύονται·

ἐξὸν τοὺς μὲν ποταμοὺς ἐᾶν ῥεῖν, ὁπόθεν 〈ὁ θεὸς〉 αὐτοὺς ἀφῆκεν· αὐτὸν δὲ ἐπὶ Ἄμμωνα ἀφικόμενον, ἢ ἐπὶ τὴν Θεσπρωτῶν γῆν καὶ τὴν ἐκεῖ δρῦν, ἢ ἐπὶ τὸν Παρνασσὸν καὶ τὴν Πυθοῖ χρησμῳδίαν, ἢ ἐπὶ τὸν Ἰσμηνὸν καὶ τὴν ἐκεῖ φωνήν, ἢ ἐπὶ Δῆλον καὶ τοὺς ἐκεῖ χορούς, ἢ εἴ που ἄλλό τι μαντεῖον ἦν φθεγματικὸν τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, δεῖσθαι τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος ἐπιδοῦναι χρησμὸν ἕνα κοινὸν καὶ δημόσιον τῷ πάντων ἀνθρώπων γένει.

Ἦ γὰρ ἂν κοινωφελεστέραν θεωρίαν ἐστείλαντο οἱ ἄνθρωποι τήνδε μᾶλλον, ἢ Δωριεῖς περὶ Πελοποννήσου μαντευόμενοι, [*](143a)ἢ Ἀθηναῖοι περὶ Ἰωνίας πυνθανό μενοι, ἢ Κορίνθιοι περὶ Σικελίας ἀνερωτῶντες.