Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Φέρε δή, νομοθέτου δίκην παρίτω φιλοσοφία, ψυχὴν ἄτακτον καὶ πλανωμένην κοσμήσουσα, καθάπερ δῆμον· παρακαλείτω δὲ ξυλλήπτορας ἐσομένας αὐτῇ καὶ ἄλλας τέχνας, οὐ βαναύσους, μὰ Δία, οὐδὲ χειρουργικάς, οὐδὲ οἵας συντελεῖν τὰ φαῦλα ἡμῖν·

ἀλλὰ τὴν μὲν τὸ σῶμα τῇ ψυχῇ παρασκευάζουσαν ὄχημα εὐπειθὲς καὶ ἐρρωμένον τοῖς προστάγμασιν ὑπηρετεῖν, γυμναστικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ ἄγγελον τῶν τῆς ψυχῆς διανοημάτων, ῥητορικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ Nauck fr. adespota 247 ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας, [*](5. 6 ὁ ἔν τῇ ψυχῇ δῆμος sq. vi.ad or.7.2c 12 ξυλλήπτορας ut or. 8 7 k etiam or. 38. 6 k || 15 τὸ σῶμα . . ὄχημα sq ut Plat. Tim. 69 c ὄχημα . . πᾶν τὸ σῶμα ἔδοσαν 17 γυμναστικὴν sq. cf. Plat. Gorg. 450 a οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶ τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν etiam legg. 7. 795 d 18. ῥητορικὴν cf. Plat. Phaedr 261 a ἆῤ οὖν οὐ ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων || 20 τιθήνην καὶ τροφὸν cf. plat. Tim. 88 d ἣν τροφὸν καὶ τιθήνην τοῦ παντὸς προσείπομεν) [*](1 τὸ εἶξαι Dav. τῷ del. Markl. (Δ) || 2 ἀντιβλέψαι RH ἀντι- λέξαι cett. (δ) | 〈καὶ〉 ἀποκρίνεται α (δ) || 4 ἄλλως] ὅλως Dav. 1 || 5 ὁ δὲ] ὅ, τε Markl. || 7 ὁμολογήσῃ φ α(δ Δ) 14 ἡμῖν] ‘quae vobis vilia conferant’ σ2 unde ὑμῖν fuisse in φ suspicatur Combes || 15 τῇ ÷ ÷ ψυχῇ 20 τιθήνην del Schottus | καὶ τροφὸν] τρόφων α(δ) |νέας] ἐκ νέας Combes)

429
ποιητικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ ἡγεμόνα τῆς [*](128 b)ἀριθμῶν φύσεως, ἀριθμητικὴν |ταύτην ὀνομάζουσα·

τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην ὀνομάζουσα·

γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθω τὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου.