Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐπεὶ τοίνυν τὸ μὲν ἀγαθὸν οὐχ ἡδὺ πάντως, βέβαιον δὲ πάντως, τὸ δὲ ἡδὺ οὐ πάντως ἀγαθόν, ἀβέβαιον δὲ πάντως, λείπεται δυοῖν θάτερον, ἢ τὴν ἡδονὴν [*](1.2 τοῦ ἡλίου . . τὸν δρόμον sq. vi. or. 34. 1c || 8 εἰ . . ἀνάγκη ἀγαθὸν ὂν βέβαιον εἶναι sq. cf. Epict. diss. lI 11. 19 τὸ ἀγαθὸν δεῖ εἶναι τοιοῦτον ἐφʼ ᾧ θαρρεῖν ἄξιον . . . ἀβεβαίῳ τινὶ θαρρεῖν ἄξιον; μή τι οὖν βέβαιον ἡ ἡδονή; οὔ sq.) [*](3 τοῦ ἀγαθοῦ — 6 σώματος x || 8 εἰ γὰρ — 9. 10 συνα- πέρχεται p || 13 κρεῖττον — 15 ἀσφαλές n || 16 ἐπεὶ τοίνυν — p. 362. 7 ἐπικρυπτόμενα n | τὸ μὲν — p. 362. 4 ἀγαθοῦ x) [*](8 〈καὶ〉 εἰ p | γὰρ om. p | ἀγαθὸν 〈ἢ τι〉 ὂν p | τοῦ post τῇ om. p || 10 τῷ πιθανῷ τούτων Ϛ(δ) | πλησιέστερος MN | 11 λέγων την τὴν (prior. την lineolis delet.) R! | βέβαιος (scil. η ἡδονὴ ut sit praeter βέβαιος nil nisi βέβαιον formatum adiec- tivi nequiore usu) R βέβαιον cett. (δ (δΔ) || 11 12 ἢ ὁ (in ras. ex ἢ καὶ) R! ᾖ· ὁ Markl. (Δ) || 12 ὡς] καὶ Reiske (Duebn.) sed ὡς idem hic valet atque ‘planeʼ cf. Plat. legg. lII 676b τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἄν εἴη al. (quae collegit Ast lex. Platon. IIl 582) || 13 θάτερον 〈τὸν δεύτερον〉 Markl. (Duk.) || 14 τὸ ἀβέβαιον Dav.2 || 15 ἀφελόντας — 16 ἀγαθὸν om. N)

362
διώκοντας ἀμελεῖν τἀγαθοῦ, ἢ τὸ ἀγαθὸν αἱρουμένους μὴ διώκειν ἡδονήν. Οὐθὲν δὲ οἶμαι διωκτὸν ὅ, τι μὴ ἀγαθόν· ἀλλʼ ἀγαθοῦ φαντασίᾳ, τὸ μὴ ἀγαθὸν διώκεται ἐν χώρᾳ ἀγαθοῦ·

καθάπερ ὑπὸ τῶν χρηματιστῶν τὰ κίβδηλα τῶν νομισμάτων, οὐ διότι κίβδηλα, αἱρετὰ ὄντα, ἀλλὰ τῇ πρὸς τὸ ἀληθὲς ὁμοιότητι τὴν τοῦ κιβδήλου φύσιν ἐπικρυπτόμενα.

Ἀλλʼ ἐνταῦθα μὲν οἱ ἀργυρογνώμονες τῇ τέχνῃ διεκρίναντο τἀληθοῦς τὸ μὴ δόκιμον· ἐν δὲ τῇ τῶν ἀγαθῶν νομῇ διακρίνει ὁ λόγος ἀπὸ τῶν ὄντων ἀγαθῶν τὰ φαινόμενα

μέν, οὐκ ὄντα δέ ἀλλὰ λησόμεθα, ὥσπερ οἱ μοχθηροὶ χρηματισταί, θησαυροὺς ταμιευόμενοι κιβδήλων ἀγαθῶν.