Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀγνοεῖς, ὅτι ἀνθρώπων δόξαι καὶ παθήματα, καὶ αἱ τούτων αἰτίαι καὶ γενέσεις, καὶ ἐπανορθώσεις, καὶ σωτηρίαι, ὑπὲρ ὧν οἱ φιλόσοφοι ὁσημέραι πραγματεύονται καὶ λέγουσιν, χρῆμα οὐ στενόν, οὐδὲ ἁπλοῦν, οὐδὲ ἐοικὸς τοῖς εὐθυπόροις τῶν ποταμῶν, [*](3a (═2al)) οἷς ἔστιν παραδόντα | τὴν ναῦν ἀφεῖναι τῷ ῥεύματι

κατάγειν αὐτὴν ὡμολογημένας ὁδούς; Ἀλλʼ ἔστιν γὰρ κἀνταῦθα πέλαγος πλατὺ καὶ μέγα, παντὸς Σικελικοῦ καὶ Αἰγυπτίου πολυπλανέστερον· ἡ δὲ τέχνη οἶδεν τὴν ὁδόν, καὶ πρὸς τὸν οὐρανὸν ἀφορᾷ, καὶ τοὺς λιμένας γνωρίζει.

Πέπονθεν δὲ αὐτὸ ἐκεῖνο, ὅπερ καὶ τῶν κυβερνητῶν οἱ πολλοί· ἐφίεται μὲν γὰρ ἕκαστος τοῦ εἰδέναι, ἀπολείπονται δὲ οἱ πολλοὶ τοῦ ὀρθῶς εἰδέναι·

καὶ τῶν μὲν λιμένων ἀστοχοῦσιν, ἐκφέρονται δʼ οἱ μὲν ἐπὶ ῥαχίας δυσχερεῖς, οἱ δὲ ἐπʼ ἠϊόνας μαλθακάς, οἱ [*](1.2 φιλοσοφίας . . πολυφωνίαις sq. vi. or. 29. 7f || 6 παθήματα . . χρῆμα . . οὐχ ἁπλοῦν vi. simil. de (bono et) malo or. 39. 1h sq. et de corpore πολυπαθεῖ or. 7. 2d vi. etiam or. 1. 2b || 8 ὑπὲρ ὧν sq. vi. or. 1. 5i || 13 πέλαγος πλατὺ sq. ut or. 37. 8a ὁρᾶς sq. etiam or. 21. 8a vers. finem | Σικελικοῦ sq. vi. or. 36. 6g || 19.20 ἐκφέρονται . . ἐπὶ ῥαχίας δυσχερεῖς . . ἐπʼ ἠϊόνας μαλθακάς ═ or. 25. 5f ὥσπερ sq. vi. etiam or. 8. 7e; 29. 3a) [*](9 λέονον — 12 ὁδσύς p) [*](1 δοκοῦσιν M cum R! || 4 ὡς οὐ στησομένου Reiske || 6 ἦ Δ⁰ || 7 αἱ (post καὶ) om. a α(δ) | αἰτίαι] ἀτιμίαι MNα(δ) || 8 ὁση- μεραι (sine acc.) R || 9 λέγουσι τοῦτο p || 9. 10 οὐδὲ ἁπλοῦν om. p || 12 καὶ κατάγειν α(δ) || 14 οἶδε μὲν τὴν Reiske || 16 πέπον- θεν αὐτὸ (suprascr. δὲ) R! || 16. 17 τῶν (ante κυβερνητῶν) om. θ || 19 λιμνων (suprascr. ε΄) R! || 20 ἐπὶ ῥαχίας R! | δʼ ἐπʼ α(δΔ⁰))

353
δὲ ἐπὶ τὰς Σειρῆνας, οἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους καὶ ἄλλους ἄνδρας ἢ διὰ μοχθηρίαν ἀξένους, ἢ διʼ ἀμαθίαν ἀθέους, ἢ ὑφʼ ἡδονῆς διεφθαρμένους·

εἰ δέ που τίς ἐστιν ἀγαθὸς καὶ εὔστοχος κυβερνήτης, εὐθύ τῶν λιμένων χωρεῖ τῶν ἀσφαλεστάτων, [*]((ι 136/7))

  • ἐνθʼ οὐ χρεὼ πείσματός ἐστιν,
  • οὔτʼ εὐνὰς βαλέειν, οὔτε πρυμνήσιʼ ἀνάψαι.
  • Τίς οὖν ἐστιν ὁ κυβερνήτης οὗτος; καὶ τίνι φέροντες || ἑαυτοὺς ἐπιτρέψομεν; Μήπω με τοῦτο, ὦ τάν, ἔρῃ, [*](Ed. Duebn. p.2 g) πρὶν ἂν τοὺς ἄλλους ἴδῃς καὶ ἐξετάσῃς· καὶ πρῶτόν γε αὐτῶν τὸν ἁβρὸν τοῦτον καὶ ἥδιστον κυβερνήτην ἡδίστης νεὼς τῆσδʼ ἐκ γῆς ἰδεῖν, ἐν δὲ τῷ πλῷ ἀχρειοτάτης καὶ πονηρᾶς ἀεὶ καὶ δυσέργου ταῖς ὑπηρεσίαις, καὶ ἐκτετμημένης τὰ ὄργανα, καὶ πρὸς τὰς τοῦ χειμῶνος ἐμβολὰς ἀσθενεστάτης καὶ ἐνδοσίμου.