Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δὴ οὖν ὁ Χείρων ἦλθεν ἡμῖν δεῦρο ἐπὶ τὸν

λόγον; Φέρε, ἴδω μετὰ σοῦ, εἰ μὴ ἐν δέοντι, εἴπερ γάρ μοι καλεῖς τι ὀδύνην σώματος· καλεῖς μέντοι. Ταύτης τοίνυν, εἰ μὲν ἐξ ἴσου τὸ σῶμρ ὑποδύσαιτʼ [*](58. 573 Lucian. dial. mort. 15. 1 Aelian. v. hist. 12. 25 nat. anim. 2.18 Plat. republ. 3. 391 c. Hipp. min. 371 d Xenoph. conv. 8.23) [*](3 δικαιότατος ex Homero (Λ 832 δικαιότατος Κενταύρωνʼ cf. Orpb. Argon. 380 || 6 διέστησεν καὶ διεστασίασται ut or 26. 2 h || 7 μήπω . . φανῇ, πρὶν ἄν μοι δείξῃς sq. ut or. 30. 4 b: 40 3 g || 8 μίαν.. οὖσαν sq. vi. or 39. 2 c etiam or. 14.8 g; 18.8 a; 20. 3 b ||16 τί δὴ οὖν sq. ut or. 10. 3 d al. || 19 εἰ μὲν ἐξ ἴσου, sq cf. Ioh. Chrys. l 32 Simplic. in Epict. man. 86) [*](4 μιᾷ om. W || 6 διέστη〈κεν καὶ διεστα〉σίασται (ut or. 26.2 h) Hob. διεστησιαντε RWI (pr. man. ) διεστασίασται CH (Duebn.) διεστησέ τε MNID (man. alt. ) διέστησέ γε α(θ) διέστηκε Reiske (Duk.) διέστησεν αὐτὴ Markl. || 9 διαμαχοῦσαν W || 10 νῶτα ] ὦτα D( pr man.)φ Markl. (Duebn). || 11 καὶ ἐπικινδυνεύουσαν 14 πολ- λούς, 〈καὶ〉 οὐκ C | ἠξιωμένους Markl. || 17 λόγον 〈φέρων〉 φέρε Reiske εἰδῶ RN || 19 ταύτης] αὕτη l (man. alt.) φα(δ Δ) τούτων Schenkl | εἰ μὲν] ἡ μὲν Schenkl ὑποδύσαιτʼ ἂν] ὑπεδύσατο Meiser )

334
ἄν, καὶ ἀνακραθεῖσα ἐπιεικῶς ὅλῳ διετάραξεν αὐτοῦ τὴν κατὰ φύσιν οὐσίαν, καθάπερ σίδηρον πῦρ, αὐτὸ τοῦτο, ὅ καλοῦμεν πῦρ· ὑποκοριζόμενοι δʼ οἱ ἰατρικοὶ μετέβαλλον τοὔνομα, ὡς ἔλαττον ἡμῖν τὸ δεινὸν φανούμενον, εἰ πυρετὸς καλοῖτο, ἀλλὰ μὴ πῦρ.

Ἕτερον δʼ αὗ ἐστιν ὀδύνης γένος, ἐπειδὰν μόριον μὲν ᾖ τὸ τὴν αἰτίαν ἔχον καὶ τὴν πηγὴν τοῦ νοσήματος, ὁρμηθὲν δὲ ἐντεῦθεν τὸ δεινὸν συνελκύσῃ τὲ καὶ συνεπισπάσηται τῇ ὀδύνη καὶ τὸ ἄλλο σῶμα πᾶν·

καὶ ἔστιν οὕτω δή τις ὀξύτατος ὁ τοῦ ἀλγεῖν δρόμος ἐπὶ τὸ ὑγιαῖνον ἀπὸ τοῦ κάμινοντος, ὡς μάθοις ἂν τῷ προσπταίσματι ἄκρῳ τῷ ποδί· ἐκ γὰρ ὀνύχων, φασίν, ἐπὶ τὴν κεφαλὴν τὸ ἀλγεινὸν ἀκαρεὶ θεῖ. Τοῦτο δὲ οἴει γίγνεσθαι ἄν, εἰ μὴ ἐτύγχανεν ἡ ψυχὴ διειληφυῖα τὸ σῶμα πᾶν πάντοθεν, καὶ ἀνακεκραμένη αὐτῷ, καθάπερ τὸ φῶς τῷ ἀέρι; ἢ μᾶλλον οὑτωσὶ λέγωμεν·

καθάπερ αἱ τῶν θυμιαμάτων ὀδμαὶ καὶ τοῖς πόρρω οὖσιν προσέβαλλον, ἀνακεράσασαι | τὸν διὰ μέσου ἀέρα [*](119 a) [*](3 ὑποκοριζόμενοι sq. cf. Varro sat. p. 102. 4 (Riese) ‘apella- mus . . a fervore febrimʼ || 5 ἕτερον sq cf. Plat. republ V 462 c ὅταν που ἡμῶν δάκτυλός του πληγῇ, πᾶσα ἡ κοινωνία ἡ κατὰ τὸ σῶμα πρὸς τὴν ψυχὴν τεταμένη. . πᾶσα ἅμα ξυνήλγησε μιέρους πονήσαντος ὅλη || 15 ἀνακεκραμένη sq. vi. or. 7. 1 e εἰ δʼ ἀμ- φοῖν sq.) [*](12 ἐκ γὰρ ὀνύχων — 13 θεῖ n || 14 ἡ ψυχὴ — p 335. 3 φύσει p) [*](1 διαταράξειεν Reiske || 3 ὃ καλοῦμεν] ἐκαλοῦμεν Dav. (Duebn.) καλοῖμεν Markl ἐκαλοῦμεν ἂν Reske ὃ del. Meiser 4 μετέβαλλον R! IMN μετέβαλον cett (δ Δ) || 6 μὲν] ἓν Markl. 8 συνελκύσηται C et ita Wakefield (silv crit. III 53) || 8.9 συν- επισπάσητε CN || 9 σῶμα] μέρος (in mge corr.) D || 12 γὰρ 〈τῶν〉 ὀνύ- χων C || 13 ἀκαρεὶ RMn ἀκαρεῖ IDΝ ἀκαρῆ CW ἐν ἀκαρεῖ α(δΔ) 14 διείληφε p || 15 ἀνακέκραται p || 16 μᾶλλον οὑτωσὶ λέγωμεν om p || 17 ὀσμαὶ W | 18 προσέβαλον CWα(δ Δ))

335
τῇ εὐωδίᾳ· ἢ καθάπερ τὰ χρώματα ἐν ὀφθαλμοῖς πόρρωθεν ἔρχεται ὡς ἐπιγράψαντα καὶ ταῦτα τὸν ἀέρα τῇ αὑτῶν φύσει· ταύτῃ νόμιζε καὶ τὴν ψυχὴν πανταχοῦ διεληλυθέναι, καὶ μηδὲν εἶναι ἄψυχον σώματος μέρος· τρίχας δὲ καὶ ὄνυχας ἐξαιρετέον λόγου·

καὶ γὰρ τῶν δένδρων τὰ φύλλα· καὶ γὰρ ταῦτά ἐστιν, ὅσα ἐν φυτοῖς τὰ ἀναισθητότατα.

Οὕτω δὴ πρὸς τὸ σῶμα ἡ ψυχὴ ἔχουσα, ἀνακέκραται αὐτοῦ ταῖς λύπαις καὶ ταῖς ἡδοναῖς. Καὶ τὸ ἀλγεῖν ἔστιν αἰτία μὲν σώματος, ψυχῇ δὲ πάθος.

Μία μὲν δὴ αὕτη χορηγία ὀδύνης τῷ ἀνθρώπῳ. Δευτέρα δὲ ἥδε, ἔμπαλιν αὖθις αὖ πρὸς τὴν προτέραν ἔχουσα·

ἀπὸ γὰρ τῆς ψυχῆς αὕτη ἔρχεται, καὶ τελευτᾶ ἐπὶ τὸ σῶμα. Ψυχῆς γοῦν καμούσης λύπῃ, συγκάμνει τοι σῶμα τὶ καὶ ὑποτήκεται τοῦτο μὲν ἐκ τῶν ὀφθαλμῶν ἀπολεῖβον δάκρυα, τοῦτο δὲ πᾶν ὠχραινόμενον καὶ ἰσχναινόμενον· ὁποῖα αἱ ἐξ [*](5 ἐξαιρετέον λόγου ut Plat. symp. 176 Σωκράτη δʼ ἐξαιρῶ λόγου || 7 ἀναισθητότατα sq. cf. Plut. de gen. Socr. 589a ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα sq. || 8 ἀνακέκραται sq. vi. or. 10. 3e et 9b cf. Plat. Tim. 64d || 10 ψυχῇ δὲ πάθος nam συναλγεῖ τῶ σώματι ψυχὴ cf. Plat. Axioch. 366b vi. etiam or. 41. 3ο || 13 ψυχῆς . . καμούσης sq. cf. Nemes. de nat. Hom. 2 p. 33 συμπάσχει ἡ ψυχὴ τῷ σώματι νοσοῦντι καὶ τεμνομένῳ καὶ τὸ σῶμα τῇ ψυχῇ (Clean- this) || 15 ἀπολεῖβον δάκρυα scil. propter amorem vi. or. 20. 5c μεστὸς δακρύων || 16 ὠχραινόμενον vi. or. 20. 5b ὁ χλωρός) [*](13 ψυχῆς γοῦν — p. 336. 1 ἀπεργάζονται n) [*](16 in mage ὠχραινόμενον (schol. vet. a) R!) [*](1 εὐωδία καθάπερ (suprascr. ἢ) R! | ἐν] τὰ ἐν Reiske || 3 αὐτῶν IMNp | ταύτῃ (e ταύτην corr.) R! ταῦτα C || 5 ἐξαι- ρετέον λόγου Hob. ἐξ ἑτέρου λόγου codd. (recte?) ἐξαίρω λόγου H (alt. man.) Δ⁰ ἐξαιρῶ λόγου Duebn. || 5. 6 καὶ γὰρ τῶν] ὡς καὶ τῶν l (man. alt.) φα(δΔ) καθάπερ τῶν Markl. || 6 φῦλλα R! || 7. 8 ἡ ψυχὴ ἔχουσα πρὸς τὸ σῶμα C || 10 ψυχῆς φα(δΔ) || 11 ἧδε R! || 13 γοῦν] οὖν DN νῦν n || 13. 14 καμνούσης C || 14 τοι σῶμα τὶ (i. e. profecto συγκάμνει σῶμα aliquatenus) Hob. τῷ σώματι RMND τὸ σῶμα cett. (δΔ) τὸ σῶμά τι Schenkl)

336
ἐρώτων λῦπαι ἀπεργάζονται, καὶ διὰ πενίαν τρυχώσεις, καὶ διὰ πένθη ἀκοιμιστίαι. Ἀποπέμπουσιν δὲ τῷ σώματι ὀδύνας καὶ θυμοὶ καὶ ὀργαὶ καὶ φθόνοι, καὶ τῶν τῆς ψυχῆς παρὰ μέλος κινημάτων οὐδὲν ὁτιοῦν.