Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς ἄν τις ἀλυπίαν τῇ ψυχῇ περιποιήσαιτο; ἢ δεῖ κἀνταῦθα ἰατροῦ, καθάπερ ἐν ταῖς τοῦ σώματος ὀδύναις, καὶ πρὸς τῷ ἰατρῷ φαρμάκων τινῶν, καὶ διαίτης

κεκραμένης πρὸς ὑγίειαν καλῶς; Τίς οὖν ὑμῖν γένοιτο ψυχῆς ἰατρός; καὶ ποῖα τὰ φάρμακα; καὶ πρὸ τῆς διαίτης αὐτὸς τρόπος; Ἐγὼ μὲν ὑπὸ φιλίας πρὸς τὰ ἀρχαῖα πάντα οὐ διαιρῶ τὰς τέχνας, πείθομαι δὲ τοῖς ποιηταῖς, ὅτι ἦν ἐν Πηλίῳ ἀνὴρ ἰατρικός· Χείρωνα αὐτὸν καλοῦσιν, ἡ δὲ τέχνη τῷ Χείρωνι ἦν τείνουσα ἐφʼ ἑκάτερα·

καὶ γὰρ τὸ σῶμα ἐξεπόνει τῶν προσιόντων αὐτῷ εἰς τὸ ἀκρότατον τοῦ ὑγιεινοῦ θήραις καὶ ὀρειβασίαις καὶ δρόμοις καὶ εὐναῖς ἐπὶ στιβάδων καὶ σιτίοις ἐξ ἄγρας καὶ πώμασιν ἐκ ναμάτων·

καὶ τὴν [*](11 Χείρωνα scil. ἰατρικῆς εὑρέτην cf. Plut. quaest. conv. 3.1.3 Aristid. or. 7. 7 b || 14. 15 θήραις . . ὀρειβασίαις . . δρόμοις vi. or. 23.2 d καὶ ἐν θήραις sq. etiam or. 17. 2 b || 16. p. 333.1 τὴν ψυχὴν sq. scil. παιδαγωγὸς ὢν ἡρώων inprimis Achillis cf. Dio Chrys.) [*](Codices RMN α (= Stephanus) φ (= Paccius): IDCW (teste Schenkl): (teste Davisio)) [*](11 in mg χείρων (schol. recent. ) R!) [*](1 ΚΗ'· R! || 3 in mge κη' · R! ΙΗ'· | πῶς — εἴη RN add. λόγος ιηʹ φα add. numero λδ΄ C τοῦ αὐτοῦ πῶς sq. M 4. 5 κἀνταῦθα δεῖ C || 5 ἰατροῦ (ου in ras ) R! || 7 τίς 〈ἂν〉 οὖν Markl. (Duebn.) | ὑμῖν RMID (man alt. ) ὁ μὲν N ἡμῖν cett (δΔ) || 8 πρὸ τῆς ] ποῖος τῆς φα(δ Δ) πρὸς τῆς Dav προ〈σέτι〉 τῆς Schenkl || 9 αὐτὸς] αὐτῆς φα(δ Δ) αὖ τις (τίς) Dav. 2 (Schenkl) 〈ὁ〉 τρόπος C Dav |〈τῆς〉 φιλίας DC || 11 πελίῳ DC || 12 τῷ (ante Χείρωνι) nescio unde om. θ || 15 ὀριβαοίαις lD || 16 πώ- μασιν RlDMN (suprascr. ο) πόμασιν cett. (δ Δο))

333
ψυχὴν ἐπεμελεῖτο μηδὲν ἀπολείπεσθαι τῶν σωμάτων εὐκινησίᾳ λογισμῶν καὶ τῷ ἀνδρώδει τῶν παθημάτων· καὶ διὰ τοῦτο ἄρα ἰατρικώτατός τε καὶ δικαιότατος ὁμοῦ ἔδοξεν εἶναι ὁ αὐτός, δύο ὀνόματα τέχνῃ μιᾷ ἐπιφημισάντων τῶν ποιητῶν.

Εἰ δὲ ἐν τῷ παρόντι [*](118 b)διέστη〈κεν καὶ διεστα〉σίασται πρὸς ἑαυτὴν ἡ τέχνη, μήπω σοι τοῦτο θαυμαστὸν φανῇ, πρὶν ἄν μοι δείξῃς καὶ τὴν τέχνην || μίαν τὲ οὖσαν καὶ ἠθροισμένην, [*](Ed. Duebn, p. 135) ἀλλʼ οὐ διαλαχοῦσαν τοῦ σώματος τὰ χωρία, ἄλλην ἄλλό τι, τὴν μὲν ὀφθαλμούς, τὴν δὲ νῶτα, τὴν δὲ ἄλλο τι μόριον, καὶ κινδυνεύουσαν, κατασμικρυνομένην ἑκάστοτε εἰς λεπτὰ καὶ ἀγεννῆ μόρια, ἀφανισθῆναι παντάπασι·

καθάπερ τὴν Μακεδόνων φασὶν ἀρχὴν ἐμπεσοῦσαν εἰς ἄνδρας πολλούς, οὐκ ἀξιουμένους βασιλείας ὅλης, μετὰ τὸν Ἀλέξανδρον.