Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

‘Ποῖον οὖν ἐστιν τὸ ἐν λόγοις καλόν’; φαίη ἄν τις. Μήπω μέν, ὦ τάν, ἔρῃ· ὄψει γὰρ αὐτὸ ὄν, ἐπειδὰν ἰδεῖν δυνηθῇς. Οὐδὲ γὰρ τῷ Κιμμερίῳ διηγήσασθαι δύναταί τις τὸ τοῦ ἡλίου κάλλος, οὐδὲ τῷ ἠπειρώτῃ τὴν θάλατταν, οὐδʼ Ἐπικούρῳ τὸν θεόν· οὐ γὰρ διʼ ἀγγέλων ἡ ἱστορία ἔρχεται, ἀλλʼ ἐπιστήμης πρὸς ταῦτα δεῖ· μέχρι δὲ ἀπιστεῖ τὸ εἰδέναι, ἀνάγκη πλανᾶσθαι καὶ τὰς κρίσεις. Καὶ γὰρ τῶν ἐκ γῆς φυομένων παντοδαπὸς

μὲν θεατὴς ὁδοιπόρος, ὁ δὲ γεωργός, ὑγιής· ὁ μὲν ἄνθος ἐπαινεῖ φυτῷ, ὁ δὲ μέγεθος, ἢ σκιάν, ὁ δὲ χρόαν· τῷ δὲ γεωργῷ ὁ καρπὸς τὸν ἔπαινον μετὰ τῆς χρείας ἔχει.

Εἰ μὲν δή τις καθʼ ὁδοιπόρον πλησιάζει τῷ λόγῳ, οὐ νεμεσῶ τῆς ἡδονῆς παρατρέχοντι ἐπαινεῖν· εἰ δὲ κατὰ || τοὺς γεωργοὺς τάττεται, οὐκ [*](Ed. Duebn. p.124) ἀνέχομαι τῶν ἐπαίνων, πρὶν ἄν μοι καὶ τὴν χρείαν τῶν ἐπαινουμένων φράσῃ.