Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

285

τὴν τέχνην εἰς διακονίαν ἡδονῆς· τὸ δʼ ὅλον, παραβάλλεις πόνους ἐλευθέρους ἀναγκαίοις πόνοις, καὶ ἐλευθέραν ἀρετήν, ἀναγκαίᾳ γεωργίᾳ· οὐ γὰρ εἰρήνην παραβάλλεις πολέμῳ·

Εἰ γὰρ τοιοῦτόν ἐστιν ἡ γεωργία, ἄφελε τοὺς πολέμους γεωργῶν μὲν πάντας· ῥίψας δόρυ ἐπὶ σμινύην ἴτω, ἀριστευέτω ἐν γῇ, κρατείτω ἐν γεωργοῖς· κηρύττωμεν τὸν ἄνδρα τῆς εὐκαρπίας,

οὗτος ἐν ἀνθρώποις νικηφόρος, οὗτος ὁ ἄριστος.

Νῦν δὲ μεστὰ πάντα πολέμου καὶ ἀδικίας· αἱ γὰρ ἐπιθυμίαι πλανῶνται πανταχοῦ, περὶ πᾶσαν γῆν τὰς πλεονεξίας ἐπεγείρουσαι, καὶ πάντα μεστὰ στρατοπέδων ἐπὶ τὴν ἀλλοτρίαν ἰόντων.

άλλος ᾄδεται γυναικὸς Πελοποννησίας· πλέει βάρβαρος ἀνὴρ ἐπʼ αὐτὴν ἀπὸ τῆς Ἴδης, οὐ γεωργός, ἀλλὰ γεωργοῦ ἡμερώτερος καὶ σχολαίτερος καὶ εἰρηνικώτερος, ποιμὴν καὶ βουκόλος. Ἐπιθυμεῖ Καμβύσης τῆς Αἰγυπτίων γῆς·

πόλεμον ἡ ἐπιθυμία διανέστησεν.

Ἐπιθυμεῖ Δαρεῖος τῆς Σκυθῶν γῆς· πολεμοῦνται Σκύθαι. Μεταβαίνει ἡ ἐπιθυμία ἐπʼ Ἐρετρίαν καὶ Ἀθήνας· καὶ μετὰ τῆς ἐπιθυμίας οἱ [*](10 et 12 μεστὰ πάντα vi. or. infra § VII c || 13 κάλλος sq. vi. or. 20. 7 a || 17 ἐπιθυμεῖ sq. vi. or. 21. 3 d) [*](10 αἰ γὰρ — 12 ἐπεγείρουσαι p) [*]((quod antequam duobus vel tribus litteris (σπι?) erasis ac suprascr. σ correctum erat, in mge repetitum est) R! 2 καὶ (ante 3 ἐλευθέραν) om. α(δ) || 5 ἄφελε] ὥστʼ ἀφελεῖν Reiske || 6 γεωργῶν μὲν (supr. ν mann antiqua) R! γεωργῶμεν cett (δ Δ) | πάντας RMN πάντες cett. (δ Δ) | ῥίψας (scil. ὁ γεωργὸς πολεμήσας) R! ῥίψεις MN πᾶς τις ῥίψας H(Δ) ῥίψας τίς φ α (δ) σμηνύην MN || 9 ὁ (ante ἄριστος) om. H(δ) Duebn. versum negat Dav. 14 ἀπὸ] ἐπὶ MN || 16 σχολαιότερος α(δ Δ°) || 18 διανίστησιν Markl. (Duk.) || 20 (et p. 286. 1) Ἐρέτριαν (et Ἐρέτρια) Duebn sine acc. R)

286
στόλοι· Ἐρετρία σαγηνεύεται, ἐπιπλεῖται Μαραθών.

Ἐπιθυμεῖ ἡ Ξέρξου γυνὴ θεραπαινίδων Λακωνίδων καὶ Ἀτθίδων καὶ Ἀργιάδων· καὶ διʼ ἐπιθυμίαν γυναικὸς ἐξαρτύονται στόλοι διαπόντιοι, ἡ Ἀσία ἐξοικίζεται, ἡ Εὐρώπη ἀνίσταται. Ἐπι|θυμοῦσιν Ἀθηναῖοι [*](104 a) Σικελίας, ἐπιθυμοῦσιν Λακεδαιμόνιοι Ἰωνίας, ἐπιθυμοῦσιν Θηβαῖοι ἡγεμονίας.