Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἔα μοι τὰ Ἑλληνικά, ἴθι ἐπὶ τοὺς βαρβάρους. Γεωργοῦσιν Αἰγύπτιοι, πολεμοῦσιν Σκύθαι· ἀνδρεῖον [*](103a)τὸ Σκυ|θικόν, δειλὸν τὸ Αἰγύπτιον· ἐλεύθερον τὸ Σκυθικόν, δοῦλον τὸ Αἰγύπτιον. Γεωργοῦσιν Ἀσσύριοι, πολεμοῦσιν Πέρσαι· δουλεύουσιν Ἀσσύριοι, βασιλεύουσιν Πέρσαι. Ἐπολέμουν Λυδοὶ πρότερον, ἐγεώργουν αὖθις Λυδοί· ἐλεύθεροι μὲν ὄντες ἐπολέμουν, δουλεύσαντες δὲ ἐπὶ γεωργίαν ἐτράποντο.

Μέτιθι ἐπὶ τὰ ζῷα· καὶ γὰρ ἐνταῦθα ὄψει ἐλευθερίαν καὶ δουλείαν, καὶ βίον ἐξ ἀρετῆς, καὶ ἐκ γῆς βίον. Βοῦς ἀροῖ, ἵππος ἀθλεύει· ἐὰν δὲ μεταθῇς τὰ ἔργα, παρανομεῖς περὶ τὴν φύσιν.

Τὰ δειλὰ ποιηφάγα, τὰ ἰσχυρὰ ἀγρευτικά. Ἔλαφος ποιηφαγεῖ, λέων ἀγρεύει· σπερμολογεῖ κολοιός, ἀγρεύουσιν ἀετοί· δοῦλα μέν, τὰ σπερμολόγα καὶ ποιηφάγα, ἐλεύθερα δὲ τὰ ἀγρευτικά.