Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλὰ τά γε τούτων μιμήματα, πρὸς τῷ κίβδηλα εἶναι καὶ σκυθρωπὰ κομιδῇ, καὶ εὐωχουμέναις ψυχαῖς οὐ πάνυ τι ἀκούειν ἐπιτήδεια· ὡς ἐγὼ οὐδὲ τὰ Αἰνιάνων θεάματα ἐπαινῶ, ὅσα ἐν πότῳ εὐφραίνονται Αἰνιᾶνες, οἱ μὲν δρῶντες, οἱ δὲ ὁρῶντες.

Ἄνδρες δύο μιμοῦνται μάχην, ὑπαυλοῦντος ἄλλου· ὁ μὲν αὐτοῖν γεωργὸς τέ ἐστιν καὶ ἀροῖ, ὁ δὲ λῃστὴς καὶ ὅπλα ἔχει, κεῖται δὲ καὶ τῷ γεωργῷ τὰ ὅπλα ἀγχοῦ· ἐπειδὰν δὲ ὁ λῃστὴς ἔλθῃ, ἀφέμενος ὁ γεωργὸς τοῦ ζεύγους, δραμὼν [*](5 οἳ σώματα παραλαβόντες sq cf. Plat. Gorg. 465 b || 13. 14 τὰ Αἰνιάνων θεάματα scil. τὴν καρπαίαν cf. Xenoph. anab. VI 1.7 μετὰ τοῦτο Αἰνιᾶνες καὶ Μάγνητες ἀνέστησαν οἳ ὠρχοῦντο τὴν καρπαίαν καλουμένην ἐν τοῖς ὅπλοις sq.) [*](9 τοιοῦτον — 10 δρῶσιν ν (: εἱλούμενοι)) [*](15 in mge αἰνιᾶνες 16 σημείωσαι (schol. recent.)) [*](2 κιβδηλεύοντες 〈δὲ〉 τἀληθῆ Ϛ(δ Δ°) || 3 ἔτι χωρίῳ Reiske 8 περιέβαλε α(δ Δ) || 9 κρείττον τέχνης (suprascr. α) R! | γάρ τοι v περὶ] πρὸς nescio unde δ Δ corr. Reiske 12 κομιδῇ 〈ἐστὶ〉 καὶ Reiske || 13 ἐπιτήδεια (ια in ras.) R! || 13. 14 (et 15) Αἰνιάνων (αιν in ras.) R! Αἰνειάνων α(δ) Enianum σ || 15 ἄνδρες] αἰ- νιᾶνες φ („ Enianes duo sq “ σ²) || 19 ἀφέμενος ὁ (ος ὁ in ras.) R! )

271
|| ἐπὶ τὰ ὅπλα, συμπεσόντες μάχονται, παίοντες [*](Ed. Duebn. p. 113) τὰς ὄψεις, καὶ μιμούμενοι τραύματα καὶ πτώματα· θεάματα οὐ συμποτικά.

Ἐπαινῶ πρὸ τούτων τὸν Περσικὸν νόμον τὸν ἀρχαῖον, διʼ ὃν Πέρσαι τῆς ἐλευθερίας ἐπελάβοντο.

Ἀνέκειντο τοῖς Πέρσαις αἱ βουλαὶ εἰς τὰς εὐωχίας, ὥσπερ τοῖς Ἀθηναίοις εἰς τὰς ἐκκλησίας, καὶ σπουδαστικώτερον ἦν συμπόσιον Περσικὸν ἐκκλησίας Ἀττικῆς·

ἐκεῖ μὲν γὰρ νόμος κολάζων τὴν μέθην ἐπήγειρεν αὐτῶν τὰς ἀρετὰς τῇ εὐωχίᾳ, καθάπερ ἔλαιον πῦρ, ἐπιχέων τῇ ψυχῇ συμμέτρως, μὴ τελείως σβεννὺς αὐτῆς τὸ φιλότιμον, μήτε ἐξάπτων τῆς χρείας περαιτέρω·

ἐνταῦθα δὲ οἱ νήφοντες οὗτοι δημαγωγοί, μηδενὸς αὐτοῖς ἐφεστῶτος νόμου κολάζοντος τὴν ἐξουσίαν τῶν λόγων, ἐξωρχοῦντο ἐν ταῖς ἐκκλησίαις πάσης μέθης ἀκολαστότερον.