Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Διηγεῖται Ὅμηρος περὶ Ὀδυσσέως, ὅτι χήτει νεὼς ἐπὶ σχεδίας πλέων, χειμῶνος ἐπιγενομένου, σκεδασθείσης τῆς σχεδίας, νηχόμενος, ὑποβαλλούσης αὐτῷ κρήδεμνον [*](12 διηγεῖται sq. spectat ἀπορίαν de Ulixe voluptatis lauda- tore Homericam cf Ps. Plut.150 Lucian. paras. 10 etiam Crateris ep. 19 Plat. republ. III 390 a 14 ὑποβαλλούσης . . κρήδεμνον sq. vi. or. 38. 7 c) [*](2 ἑώρα] ἐθήρα Orelli || 3 καὶ πάντα ἔβλεπεν om. ΜΝφα(δ) καὶ πάντῃ ἐβλεπεν Orelli || 4 παλαίστραις α(δ) | καταδεδυκώς MN ἀποδεδυκός Markl. || 5 Ἀκαδημείᾳ Duebn ||6 δεινὸς 〈διώκων καλούς〉 διὰ Meiser) [*](Codices RMNα (= Stephanus) φ (= Paccius); H (teste Davisio)) [*](11 in mge ὑπολαβὲ· λυσιτελεστέρα γὰρ (rubr. col) M || 12 in mge προτραπεὶς συνέπηξε τὴν σχεδίαν εἶτα ταύτης σκεδασθείσης ἀφῆκεν ἑαυτὸν εἰς τὸ πέλαγος (rubr. col.) M) [*](8 ΚΒ΄ R! || 10 in mge κβʹ R! | ὅτι — 11 ἀμείνων H (nisi quod 10 ἢ pro ἡ) MN add. λόγος ιβ΄ φα || 13 14 σχεδασθείσης ΜΝα(δ) corr. Schottus κεασθείσης (vel σχισθείσης) frustra Steph. )

267
τῆς Λευκοθέας, ἐκπεσὼν εἰς τὴν Φαιάκων γῆν, ἱκετεύσας βασιλικὴν παρθένον, κομισθεὶς ὑπ᾿ αὐτῆς εἰς τὸ ἄστυ, τυχὼν αἰδοῦς παῤ Ἀλκίνου, κοινωνεῖ τῆς ἑστίας τοῖς Φαιάκων ἀρίστοις, καὶ μετὰ τοῦτο ἐνάρχεται τῶν πρὸς τὸν Ἀλκίνουν λόγων ὡδί πως·

῾ Ἀλκίνοε [*](98a)βασιλεῦ, καλὸν μὲν ἀκούειν ἀοιδοῦ | ἀγαθοῦ, οἷος οὗτος, τὴν τέχνην θεῖος· τί γὰρ ἂν εἴη χαριέστερον τέλος δήμου εὐθυμουμένου, καὶ δαιτυμόνων οἴκοι, ᾠδῆς ἀκροωμένων, καθημένων ἑξῆς, καὶ τραπέζης ἀφθόνου,

καὶ κρατῆρος μεστοῦ;’ Ἐρωτῶ δὴ τὸν Ὀδυσσέα ‘Τί ἡγεῖ εἶναι τὴν εὐφροσύνην, ὦ σοφώτατε ἀνδρῶν; τράπεζαν μεστὴν κρεῶν καὶ σίτου, καὶ κρατῆρας πλήρεις, καὶ οἶνον διαχεόμενον, καὶ ἐπὶ τούτοις ᾄδοντα ἀοιδόν, οἵας ἐκεῖνος ᾠδὰς ᾖδεν, (θ 75) νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλλῆος; ἢ αὖ κοῖλον ἵππον, ἔνθα εἰσδύντες οἱ ἄριστοι τῶν Ἑλλήνων, εἰς τὸ ἄστυ εἰσενεχθέντες, προχυθέντες τοῦ ἵππου, μεθύουσιν ἐπιθέμενοι, εἷλον τὸ ἄστυ; (ι 11) Τοῦτο τί σοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι;