Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καθάπερ τῶν ποταμῶν οἱ γενναιότατοι ἐξιόντες ἐπὶ τὴν θάλατταν κατὰ μὲν τὴν πρώτην ἐκβολὴν σώζουσιν τὸ ῥεῦμα ἀμιγὲς ἄλλῃ φύσει πικροτέρᾳ, καὶ τοῖς ναύταις θαλαττίοις προσπλεύσασιν ἀκραιφνὲς ποτόν· προελθόντες δὲ οἱ ποταμοὶ πόρρω καὶ εἰσπεσόντες εἰς πέλαγος πλατύ, καὶ παραδόντες τὸ ῥεῦμα ἀνέμοις καὶ κύμασιν καὶ ζάλῃ καὶ κλύδωνι, ἠφάνισαν δι᾿ ἐπιμιξίαν τὴν ἀρχαίαν φύσιν·

οὕτω καὶ τὸ κάλλος τὸ ἄρρητον καὶ ἀθάνατον ἔρχεται μὲν πρῶτον δι᾿ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ σωμάτων, καὶ εἰσπεσὸν ἐκεῖ, ἀκραιφνὲς μένει καὶ ἀμιγὲς καὶ ὁλόκληρον· ἐπειδὰν δὲ ὑπερκύψῃ τοῦ οὐρανοῦ εἰς τὸν δεῦρο τόπον, ἀμβλύνεται καὶ ἀμαυροῦται· καὶ μόλις ἂν αὐτοῦ γνωρίσαι τὴν ἐπιρροὴν πλὴν ναύτης θαλάττιος, συνήθης τῷ ποταμῷ, διὰ μνήμης ἔχων τὴν ἐκείνου φύσιν, ὁρῶν αὐτὴν ἀμυδρὰν ἐν γῇ πλανωμένην καὶ ἀνακεκραμένην ἀλλοτρίᾳ φύσει·

ὁ δέ, ἐπειδὰν ἐντύχῃ, καὶ γνωρίσῃ καὶ ἴχνος αὐγῶν [*](1 ἡ . . τοῦ καλοῦ φύσις sq. vi. or 11.11 b καλὸν μὲν γὰρ sq. 9 πέλαγος πλατύ vi. or. 30 2 b 37. 8 a || 11 οὕτω καὶ τὸ κάλλος sq. simil. cf. Themist. 13 169 a || 12 13 δι᾿ οὐρανοῦ καὶ τῶν ἐν αὐτῶ σμάλων scil ἄστρων vel deorum visibilium vi. or. 11. 12 a et d) [*](4 καθάπερ 11 φύσιν p) [*](1 φύσις] ῥύσις Reiske || 2 ἠρέμαι R! || 4 τῶν (ante ποταμῶν) in ras R! 〈γὰρ〉 τῶν Markl (Duk.) || 5 ἐμβολὴν M (pr.man) φ? 7 (et 13. 14) ἀκραιφνὲς (αι in ras.) R! || 8 δὲ οἱ ποταμοὶ — 9 πλατύ om. p || 10 κύμασιν p cum R! καὶ ζάλῃ καὶ κλύδωνι om. p 14.15 ὑποκύψῃ Markl ὑπεκκύψῃ Reiske (Duebn.) || 16. 17 ἐπιρροὴν 〈πλὴν〉 ναύτης Hob 17 συνήθης — 18 φύσιν iuter 20 ὁ δέ et ἐπειδὰν ponunt φα(δ Δ) || 20 καὶ (ante ἴχνος) del Meiser sed est ‘vel’ non ‘et’ | αὐγῶν Hob. αὐτῶν RMN αὐτῷ Schenkl αὐτοῦ α(δ Δ) et ita Meiser)

265
φανέν ὥσπερ ὁ Ὀδυσσεὺς ἀποθρώσκοντα καπνόν, σκιρτᾶ καὶ φλογοῦται καὶ φαιδρύνεται καὶ ἐρᾷ.

Τοῦ δὲ κάλλους τούτου ἔλθοι μὲν ἄν τις μοῖρα καὶ ἐπὶ ποταμὸν εὐροώτατον, καὶ ἐπὶ φυτὸν εὐβλαστότατον, καὶ ἐπὶ ἵππον γενναιότατον, ἀλλ᾿ ὅ, τι περ κάλλους ἀργότατον [*](Ed. Duebn p. 111) καὶ ἀμβλύτατον·

εἰ δέ τις ἐστὶν αὐτοῦ ἐπιφοιτῶσα τὴν γῆν, ἴδοις ἂν ταύτην οὐκ ἄλλοθι, ἢ ἐν ἀνθρώπῳ, [*](97 b) τῷ καλλίστῳ καὶ | νοερωτάτῳ γηΐνων σωμάκαὶ τῷ ψυχῆς μεμοιραμένῳ συγγενοῦς αὐτῷ τῷ καλῷ.

Καὶ διὰ τοῦτο νοῦν ἔχων, ἄγαλμα μὲν ἰδών, ἐπαινεῖ τὴν τέχνην, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ἀγάλματος· καὶ φυτὸν ἰδών, ἐπαινεῖ τοῦ καρποῦ, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ φυτοῦ· καὶ ποταμὸν ἐπαινεῖ τῆς πραότητος, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ποταμοῦ·

ἐν δὲ ἀνθρώπῳ ἐπειδὰν ἴδῃ κάλλος ἔμπνουν καὶ νοερὸν καὶ ἀρετὴν προοιμιαζόμενον, καὶ τὴν μνήμην ἐγείρει, καὶ ἐρᾷ νέου, φασὶ μὲν τοῦ ὁρωμένου, [*](2. 3 τοῦ δὲ κάλλους τούτου sq. vi. or. 20. 9 a ἄγαλμα sq. 3 ἐπὶ ποταμὸν sq. vi. or. 11.11 b || 8 τῷ καλλίστῳ sq. cf. Dio Chrys. XII 52 ὕλῃ τε ἐπιτερπεῖ χρησάμενος ἀνδρός τε ἐποίεις μορφὴν ὑπερφυῆ τὸ κάλλος sq et ὅτι τὸ οἰκεῖον καὶ τὸ πρέπον ἐξεῦρες σχήματός τε καὶ μορφῆς sq. || 9. 10 αὐτῷ τῷ καλῷ scil. θεῷ nam ξυνάπτει τῷ θείῳ ἡ ἀθάνατος ψυχῆς φύσις or. 6. 4g 10 ἄγαλμα sq. vi. or. 20. 9 a ἄγαλμα sq. ||12 φυτὸν sq. vi. or. 20.9 b || 16 τὴν μνήμην ἐγείρει sq. cf. Plut. am.21 ὁρατοῦ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης Sq.) [*](1 φανέν Hob. φανῇ codd. (δ Δ) φανερόν Meiser νοήσῃ Dav. 〈νοήσας〉 ἀποθρώσκοντα Heins. 〈πρὸς〉 ἀποθρώσκοντα Reiske (Duebn.) || 4 φυτὸν εὐβλαστότατον R! || 5 ἀλλ᾿ — 6 ἀμβλύτα- τον om. α(δ) || 6 ἐστὶν 〈αὐγὴ καθαρὰ〉 αὐτοῦ Meiser || 6 7 ἐπι- φοιτῶσα φύσις (μοῖρα) τὴν αθ (Heins.) μόνῳ φοιτᾷ γὰρ τὴν H unde εἰκὼν ἐπιφοιτῶσα τῇ (γῇ) Dav. ἀμιγὴς (vel ὁλόκληρος) ἐπιφοιτῶσα τὴν Markl. (Duebn) || 7 γῆν 〈ἰδέα〉, ἴδοις Schenkl 9 συγγενῶς Reiske | αὐτοῦ δ || 9.10 τοῦ καλοῦ α(δ) || 10 τοῦτο 〈ὁ〉 νοῦν Markl. (Duebn.) 11 τῆς τέχνης Markl. || 15 προοιμιζόμενον (suprascr. α) R! || 16 ἐρᾷ νέου, φασὶ Hob. ἐρᾶν οὔ φασι codd. ἐρᾶν οὔ φησι α(θ) ἐρᾶν φησι Reiske ἐρᾷ πρόφασιν Markl. (Duebn.) 16 p. 266 1 ἐρωμένου MN)

266
τὸ δὲ ἀληθὲς ἐρᾷ κάλλους ἀληθεστέρου.

Διὰ ταῦτα καὶ Σωκράτης ἐώρα τὰ καλὰ τῶν σωμάτων, καὶ ταχέως ἔβλεπεν, καὶ πάντα ἔβλεπεν· οὐκ ἐλάνθανεν δὲ αὐτὸν κάλλος, οὐκ ἐν παλαίστρᾳ καταδεδυκός, οὐκ ἐν Ἀκαδημίᾳ πλανώμενον, οὐκ ἐν συμποσίοις εὐωχούμενον· ἀλλ᾿ οἷα θηρευτὴς δεινός, διὰ σωμάτων ἀνθρωπίνων διετέλει μεμνημένος κάλλους ἀληθινοῦ.