Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἔστω δὴ ὁ ἔρως ὄρεξίς τις ψυχῆς, ἀλλὰ τῇ ὀρέξει ταύτῃ χαλινοῦ δεῖ, καθάπερ ἵππου θυμῷ· ἐὰν δὲ ἐπιτρέψῃς τῇ ψυχῇ φέρεσθαι, αὐτὸ ἐκεῖνο, κατὰ τὴν [*](Ed. Duebn. p. 105) Ὁμηρικὴν εἰκόνα (Ζ 506), ἵππον ἀνῆκας ἀδηφάγον διὰ πεδίου κροαίνειν καὶ ὑβρίζειν, οὐκ ἐπὶ λουτρὰ νόμιμα, οὐδὲ ἐπὶ δρόμους τεχνικούς θέοντα, ἀχάλινον, ἀδέσποτον. [*](92 a) Ἀλλὰ |αἰσχρὸν μὲν θέαμα ἵππος ἄφετος, αἰσχρὸν δὲ ἄκουσμα ὑβριστὴς ἔρως.

Οὗτός ἐστιν ὁ ἔρως ὁ τοὺς κρημνοὺς πηδῶν, οὗτος ὁ ποταμοὺς περῶν, ὁ ξίφος λαμβάνων, ὁ ἅπτων βρόχον, ὁ μητρυιᾷ ἐπιτιθέμενος, ὁ προγόνοις ἐπιβουλεύων, ὁ παράνομος, ὁ ἔμπληκτος, ὁ χλωρός·

οὗτος ὁ ἐν σκηναῖς τραγῳδούμενος, ὁ ἐν μύθοις μισούμενος, μεστὸς ἐρινυῶν, μεστὸς δακρύων, οἴμοι βοῶν καὶ στένων, ὀλίγα μὲν εὐτυχῶν, ἐπαιρόμενος δὲ παρὰ τὴν ἀξίαν, καὶ τρεπόμενος [*](16 ἅπτων βρόχον spectat Phaedram cf. Lucian. Syr. 23 ca- lumn. 26 vi etiam or 20. 9 a et „laqueum“ in declamationibus Quintiliani || 18 ὁ χλωρὸς cf. Plut. am 18 η καλὴ Σαπφὼ λέγει τὴν φωνὴν ἴσχεσθαι καὶ φλέγεσθαι τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν sq.) [*](1 ἀφείης 〈τι〉 τῆς Meiser || 3 τὸ (ante πάθος) del. Markl (Duebn.) | ὁμοίως def Knebel ὅμως φ quod placet Heinsio Da- visio || 4. 5 ἐτάραξας MNα(δ) | 15 οὗτος ποταμοὺς (suprascr ὁ) R! || 16 ξίφς (suprascr. ο) R! | ὁ ἀνάπτων α(δ) 18 χλωρός Hob ἄδωρος codd. (δΔ) quod idem valere ac κακόδωρος ratus fustra def. Dav. ἄωρος Heins. μωρὸς Pierson (ad Moer. 39) ἄλογος Meiser || 19 ἐριννυῶν Ν ἐρινύων α(δ Δ))

248
παντοδαπὰς τροπὰς καὶ αἰφνιδίους· ἐπὶ σαρκῶν ἡδονὰς συντεταγμένος, καὶ φλεγμαίνων σῶμα σώματι ἀναμιγνύει, καὶ προσφυόμενος οὔτέ τινα εὐσχήμονα οὔτε νόμιμον οὔτε ἐρωτικὴν τῷ ὄντι ξυνυφήν. Ἐπισπᾶται δὲ αὐτὸν κάλλους φήμη οἰστρούμενον, ὑπὸ δὲ τῆς ἀγνοίας πλανώμενον.