Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](Ε΄)

Οἱ ἑσπέριοι Αίβυες οἰκοῦσι γῆν, αὐχένα στενὸν καὶ ἐπιμήκη καὶ ἀμφιθάλασσον· σχιζομένη γὰρ κατὰ κορυφὴν τοῦ αὐχένος ἡ ἔξω θάλασσα περιλαμβάνει τὴν γῆν κύματι πολλῷ καὶ πελαγίῳ.

Τοῖς ἀνθρώποις τούτοις ἱερόν [*](12 δράκων cf. Aelian. nat. anim. XV 21 Strabo 15. 698) [*](17 οἱ ἑσπερίσι — p. 25 13 ἐρειδόμενον p (omissis verbis p. 25. 5 καὶ ὀπτεύσαις — p 25 8 θέμις)) [*](1 (et 17) in mge Δʹ et Eʹ (schol. vet. u) R! || 5 ἐστασίαζον (α in ras.) R! || 6 Ταξί-λης R! Ταξίλῃ Markl. || 8 9 ποταμοῦ μεγίστου (pr. man. corr.) || 9 ὄρνιθας (νι in ras.) R! || 13 κοίλῳ (λῶ in ras.) R! || 14 ὑψηλῷ (ψ in ras. ex π) R! || 16 ὄεις RB || 17 ἑσπέριοι (οι in ras.) R! | οἰκοῦσι (οι in ras .) R! | γῆς Heins. (δΔ) || 18 ἀμφιθάλαττον MNα(θ) || 19 ἡ (ante ἔξω) om. α(δ) add. Markl.)

25
ἐστιν καὶ ἄγαλμα ὁ Ἄτλας·

ἔστιν δὲ ὁ Ἄτλας ὄρος κοῖλον, ἐπιεικῶς ὑψηλόν, ἀνεῳγὸς πρὸς τὸ πέλαγος, ὥσπερ τὰ θέατρα πρὸς τὸν ἀέρα· τὸ δὲ ἐν μέσῳ τοῦ ὄρους χωρίον, αὐλὼν βραχύς, εὔγαιος καὶ εὔδενδρος· καὶ ἴδοις ἂν καὶ καρποὺς ἐπὶ τῶν δένδρων, καὶ ὀπτεύσαις ἐκ τῆς κορυφῆς, ὥσπερ εἰς φρεατείας ἔδαφος· κατελθεῖν δὲ οὔτε δυνατόν, κρημνῶδες γάρ, οὔτε ἄλλως θέμις.

Τὸ δὲ ἐν τῷ χωρίῳ θαῦμα, ὁ ὠκεανὸς πλημμύρων ἐμπίπτει τῇ ἠϊόνι, καὶ τῇ μὲν ἄλλῃ ἀναχεῖται [*](27a)ἐπὶ τὰ πεδία, κατὰ δὲ τὸν Ἄτλαντα | αὐτὸν κορυφοῦται τὸ κῦμα· καὶ ἴδοις ἂν τὸ ὕδωρ ἀνεστηκὸς ἐφ᾿ ἑαυτοῦ, ὥσπερ τειχίον, οὔτε εἰσρέον ἐπὶ τὰ κοῖλα, || οὔτε ὑπὸ γῆς ἐρειδόμενον, ἀλλ᾿ ἐκ μέσου τοῦ ὄρους [*](Ed. Duebn. p. 30) καὶ τοῦ ὕδατος ἀὴρ πολύς, κοῖλον ἄλσος. Τοῦτο Λιβύων καὶ ἱερόν, καὶ θεός, καὶ ὅρκος, καὶ ἄγαλμα.