Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀρωγοὶ ἀνθρώποις θεοί, πάντες μὲν πᾶσιν, ἄλλοι δὲ ἄλλοις ἐνομίσθησαν κατὰ τὴν φήμην τῶν ὀνομάτων, καὶ διένειμαν αὐτοῖς οἷ ἄνθρωποι τιμὰς καὶ ἀγάλματα, οἱ ἐς τὰ ἴδια ἕκαστοι ὠφεληθέντες.

Οὕτω μὲν ναῦται ἐπὶ ἀκλύστου πέτρας ἀνέθηκαν οἴακας θαλαττίοις·

οὕτω δέ τις ποιμένων τὸν Πᾶνα τιμᾶ ἐλάτην αὐτῷ ὑψηλὴν ἐξελόμενος, ἢ ἄντρον βαθύ·

καὶ γεωργοὶ Διόνυσον τιμῶσιν, πήξαντες ἐν ὀρχάτῳ αὐτοφυὲς πρέμνον, ἀγροικικὸν ἄγαλμα·

ἱερὰ δὲ Ἀρτέμιδος, πηγαὶ ναμάτων, καὶ κοῖλαι νάπαι, καὶ εὔθηροι λειμιῶνες·

ἐπεφήμισαν δὲ καὶ Διὶ ἀγάλματα οἱ πρῶτοι ἄνθρωποι, κορυφὰς ὀρῶν, Ὄλυμπον, καὶ Ἴδην, καὶ εἴ τι ἄλλο [*](9 διένειμαν sq. vi. or. 39. 5 a cf. Seneca ep. 41 || 10 ὠφε- ληθέντες sq. cf Cicer nat deor I 15. 38; 42. 18 II 23. 62 || 18 κο- ρυφὰς ὀρῶν cf. Lucian sacr. 10 (533); alludit Δία ἐπάκριον de uo cf Etym. magn) [*](1 ζητῶν μὲν R (pr. man.) MN) [*](Codices RBMNα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](4 B R! || 6 in mge Ϛʹ R! | εἰ —ἱδρυτέον FBM additis λόγος ληʹ αφ τοῦ αὐτοῦ εἰ sq. N || 10 οἱ δὲ τὰ ἴδια MN οἱ μὲν τὰ κοινὰ, οἱ δὲ τὰ ἴδία φα(δ) οἷον ἐς τὰ ἴδια Reiske || 11 ἀκλύ- στου (λυ in ras .) R! |〈τοῖς (vel θεοῖς)〉 θαλαττίοις Reiske (Wi- lamowitz Griech Leseb 12 339) || 12 ποιμαίνων BN || 14 τιμῶσιν B cum R! || 16 εὔθηροι R φ ἄθηροι MNα(δ) corr Heins. ἀν- θηροὶ Dav 1Merkl.(Wilam .) 18 Ὀλύμπου καὶ Ἴδης Steph.(Markl.))

19
ὄρος πλησιάζει τῷ οὐρανῷ·

ἔστίν που καὶ ποταμῶν τιμή, ἢ κατʼ ὠφέλειαν, ὥσπερ Αἰγυπτίοις πρὸς τὸν Νεῖλον· ἢ κατὰ κάλλος, ὡς Θετταλοῖς πρὸς τὸν Πηνειόν· ἢ κατὰ μέγεθος, ὡς Σκύθαις πρὸς τὸν Ἴστρον· ἢ κατὰ μῦθον, ὡς Αἰτωλοῖς πρὸς Ἀχελῶον· ἢ κατὰ [*](25a)νόμον, ὡς Σπαρτιάταις |πρὸς τὸν Εὐρώταν· ἢ κατὰ τελετήν, ὡς Ἀθηναίοις πρὸς λισσόν.

Εἶτα ποταμοὶ μὲν διέλαχον τὰς τιμὰς κατὰ τὴν χρείαν τῶν ὠφελουμένων, καὶ αἱ τέχναι τιμῆς θεῶν ἑκάστη εὔπορος, ἄλλο ἄλλη προστησαμένη ἄγαλμα· εἰ δέ που τὶ γένος ἀνθρώπων ἐστὶν οὐ θαλάττιον οὐδὲ γεωργικὸν, ἀλλʼ ἀστυπολοῦν καὶ ἀνακεκραμένον κοινωνίᾳ πολιτικ νόμου καὶ λόγου, ἆρα τούτοις ἀγέραστον ἔσται τὸ θεῖον καὶ ἀτίμητον; ἢ τιμήσουσιν μέν, τῇ δὲ φήμῃ μόνῃ· ἀγαλμάτων δὲ καὶ ἱδρυμάτων οὐκ οἰήσονται δεῖν τοῖς θεοῖς; οὐδὲ γὰρ δεῖ τοῖς θεοῖς ἀγαλμάτων οὐδὲ ἱδρυμάτων μᾶλλον, ἢ εἰκόνων ἀγαθοῖς ἀνδράσιν.