Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁπόταν τοίνυν ἀκούσῃς ἐρῶντα μὲν τὸν φιλόσοφον, [*](2 ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς cf. Lucian. am. 23 ψυχῆς γὰρ ἔρωτα πλάττονται (οἱ Σωκρατικοὶ) καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν ἑαυτοὺς ἐραστάς Athen. XIII 563 f Plut. amat. 14 et 5 πρόφασις οὖν φιλία καὶ ἀρετή Lucian vit. auct. 15 | ἐπιλεξάμενος sq. cf. Plat. symp 210a || 11 Ἀναξα- γόρας ὡς λίθον cf. Stob. ecl. l 209 (Aetius II 20. 6) Orig.c. Cels. 239 Plut. de superest. 10 Plat. apol. 26d) [*](9 τὸν ἥλιον — 14 ἡδονῆς p || 17 ἐρῶντα — p. 240. 2 ἐνί v (: προσείποις)) [*](10 πυθαγόρας 11 ἀναξαγόρας περὶ ἡλίου in mge (schol. recent.) R!) [*](3 ἐπιτηδειότατα] ἐπιτήδεια Meiser | ἐπιτήδεια] ἐπιτηδειότατα Markl. Meiser || 8 μὲν (ante Πενελόπην) om. Ϛ(δ Δ) |ἀλλοίως] ἄλλως α(δ) μὲν (ante Ὀδυσσεὺς) om. α(δ) || 9 ἄλλως] ἀλλοίως Η(Δ) δὲ (post ἄλλως) om. α(δ) || 14 δὲ 〈ὡς〉 ἡδονῆς Ν (in mge) („tamuquam voluptatis amator“ σ²))

240
ἐρῶντα δὲ καὶ τὸν μοχθηρὸν ἄνδρα, μὴ προσείπῃς τὸ γιγνόμενον ὀνόματι ἐνί. Ὁ μὲν ἐφ᾿ ἡδονὴν· οἰστρεῖ, ὁ δὲ κάλλους ἐρᾷ· ὁ μὲν ἄκων νοσεῖ, ὁ δὲ ἑκὼν ἐρᾷ· ὁ μὲν ἐπ᾿ ἀγαθῷ ἐρᾷ τοῦ ἐρωμένου, ὁ δὲ ἐπ᾿ ὀλέθρῳ ἀμφοῖν.

Ἐκείνου τοῦ ἔρωτος ἀρετὴ ἔργον, τοῦδε τοῦ ἔρωτος ἔργον ὕβρις· ἐκείνου τοῦ ἔρωτος φιλία τέλος, τούτου τοῦ ἔρωτος ἔχθρα τέλος· ἄμισθος ὁ ἔρως ἐκεῖνος, μισθοφόρος ὁ ἔρως οὗτος· ἐκεῖνος ὁ ἔρως ἐπαινετός, ἐπονείδιστος οὗτος· ἐκεῖνος Ἑλληνικός, βαρβαρικὸς οὗτος· ἐκεῖνος ἄρρην, ἁπαλὸς οὗτος· ἐκεῖνος ἑστώς, πτηνὸς οὗτος, ἀβέβαιος.

Ἑκεῖνον τὸν ἔρωτα ἐρῶν ἀνὴρ φίλος θεῷ, φίλος νόμῳ, μεστὸς αἰδοῦς, μεστὸς παρρησίας· ἐκεῖνος καὶ μεθ᾿ ἡμέραν τὸν ἐρώμενον περιέπει καὶ ἀγάλλεται τῷ ἔρωτι, καὶ ἐν γυμνασίῳ συμπλέκεται, καὶ ἐν δρόμῳ συνθεῖ, καὶ ἐν θήρᾳ συγκυνηγετεῖ, καὶ ἐν πολέμῳ συναριστεύει, καὶ ἐν εὐτυχίαις [*](2 ὀνόματι ἐνί vi.οr.18. 3 b φωνῇ μιᾷ cf. Lucian. am. 37 (438) 3 νοσεῖ vi. or. 18. 3 b οὑτωσὶ sq. or. 20. 4 b δεῖ προστεθῆναι sq. cf. Apul dogm. Plat. lI14 |||5 ἐκείνου τοῦ ἔρωτος ἀρετὴ ἔργον sq. cf. Lucian. am. 37 || 6 φιλία τέλος . . cf. Ζenon. ap. Athen. XIII 561 c Ζήνωνα ὑπολαμβάνειν τὸν Ἔρωτα θεὸν εἶναι φιλίας καὶ ἐλευθερίας || 8 μισθοφόρος vi. or. 20. 1 e ὁ μὲν γὰρ sq. etiam or. 14. 5 d; 35.7 a οὐχ ὑπ᾿ εὐνοίας sq. || 9 Ἑλληνικός, βαρβαρικὸς vi. or. 20. 1 e vers. finem || 10 ἄρρην i. e. qualis virum decet cf Lucian. am. 31 μόνος ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον et 33 | ἁπαλὸς cf. Plat. symp. 195 d alio quidem sensu || 11 ἐκεῖνον sq. vi or. 20. 2 b cf. Lucian. am. 46) [*](13 ἐκεῖνος — 14 τῷ ἔρωτι v (: μεθημέραν)) [*](1 προσείποις v || 1. 2 τὸ γιγνόμενον] τὸ πρᾶγμα v || 2 μὲν 〈γὰρ〉 ἐφ᾿ Reiske || 5 τοῦδε 〈δὲ〉 τοῦ Reiske || 11 ἀβέβαιος cave tamquam glossema seiungas vi. or. 30. 4 f πέλαγος ἀσφαλές 13 μεθημέραν v corr. Nauck || 16 κυνηγετεῖ N || 16. p. 241.1 εὐτυχίαις συνευτυχεῖ] ἀτυχίαις συνατυχεῖ Markl. εὐτυχίαις συνευ- τυχεῖ 〈καὶ ἐν ἀτυχίαις συνατυχεῖ〉 Schenkl)

241
συνεντυχεῖ, καὶ ἀποθανόντος συναποθνήσκει· καὶ οὐδὲν αὐτῷ δεῖ πρὸς τὴν συνουσίαν οὐ νυκτός, οὐκ ἐρημίας.

Ὁ δὲ ἕτερος ἐραστὴς θεοῖς μὲν ἐχθρός, [*](90a)πλημμε|λὴς γάρ· ἐχθρὸς δὲ καὶ νόμῳ, παράνομος γάρ· ἀθαρσής, δύσελπις, αἰδοῦς ἄπορος, ἐρημίας φίλος καὶ νυκτὶ καὶ φωλεοῖς· μηδαμοῦ ἂν ἐθέλων ὀφθῆναι συνδιημερεύων τοῖς παιδικοῖς, φεύγων ἥλιον, διώκων νύκτα καὶ [*]((Γ 9/10))

  • ὁμίχλην
  • ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δὲ
  • ἀγαθήν.

    μὲν ποιμένι ἔοικεν, ὁ δὲ κλέπτῃ ἔοικεν, καὶ λανθάνειν εὔχεται· οἶδεν γὰρ τὸ κακὸν ὃ δρᾷ, ἀλλὰ εἰδὼς ὑφ᾿ ἡδονῆς ἕλκεται.

    Καὶ γὰρ ἐν τοῖς εὐκάρποις φυτοῖς ὁ μὲν γεωργὸς τημελῶς πρόσεισιν, ὁ δὲ κλέπτης ἐμπεσὼν δρέπει καὶ λυμαίνεται καὶ σπαράττει.