Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀναλαβόντες αὖθις αὖ τοὺς περὶ ἔρωτος λόγους, ὥσπερ ἀρχὴν μακρᾶς ὁδοῦ, μετ᾿ ἀνάπαυλαν βαδίζωμεν ἐπὶ τὸ τέλος, ἡγεμόνας παρεκκαλέσαντες τῆς ὁδοῦ Ἑρμῆν τὸν Λόγιον, καὶ Πειθώ, καὶ Χάριτας, καὶ τὸν Ἔρωτα αὐτόν. Οὐ γάρ τι σμικρὸν οὐδ᾿ ὑπὲρ τῶν τυχόντων τὸ κινδύνευμα·

παραθεῖ μὲν γὰρ τῇ λεωφόρῳ τοῦ περὶ ἔρωτος λόγου κρημνὸς βαθύς, καὶ χρὴ δυοῖν θἄτερον, ἢ καλῶς ἐρῶντας ἰέναι ἀσφαλῶς, ἢ ἐκτραπομένους τῆς ὁδοῦ κακῶς ἐρᾶν καὶ ἐνεχθῆναι κατὰ τοῦ κρημνοῦ.

Τοῦτο τοι δείσας καὶ Σωκράτης ἐκεῖνος, εὑρὼν τὸ πάθος ἐνακμάζον τῇ τε ἄλλῃ Ἑλλάοι, καὶ πολὺ μάλιστα ταῖς Ἀθήναις, καὶ μεστὰ πάντα ἀδίκων ἐραστῶν καὶ μειρακίων ἐξηπατημένων, οἰκτείρας τοῦ πάθους ἑκατέραν τὴν ἀγέλην, καὶ μήτε παῦσαι δυνάμενος τὴν ὕβριν νόμῳ (οὐ γὰρ ἦν Λυκοῦργος, [*](13 κρημινὸς sq. vi. or. 39. 3 m cf. Lucian. am. 20) [*](Codices RMN α (= Stephanus) φ (= Paccius): Η (teste Davisiο)) [*](6 in mge ἑρμῆς ὁ λόγιος | πειθὼ | χάρις (schol. recent.) R! 18 in mge λυκοῦργος | σόλων | κλειδοσθένης (sic) (schol. re- cent.) R!) [*](1 ΙΘ΄ R! || 3 ἔτι περὶ ἔρωτος β΄ R add. λόγος θ΄ φα τοῦ αὐτοῦ ἔτι περὶ ἔρωτος MN || 4 αὖ τοὺς] αὐτοὺς τοὺς Νφα(δ) corr Markl. || 5 ἀρχὴν] ἴχνη Meiser || 6 τὸ (ante τέλος) om. α(δ) παρεκκαλέσαντες Hob παρεκαλέσαντες RM παρακαλέσαντες certt (δΔ) | ÷ τῆς R! || 8 γάρ τοι α(δ Δ°) || 15 μάλιστα] κάκιστα Ν πάντων ΜΝ)

235
οὐδὲ Σόλων, οὐδὲ Κλειδοσθένης, οὐδέ τις ἄλλος τῶν διὰ δύναμιν ἀρχικὴν πιστευομένων ἐν τοῖς Ἕλλησι),

μήτε δι᾿ ἐξουσίας βιάσασθαι πρὸς τὰ κρείττω (Ἡρακλέους γὰρ αὐτοῖς πρὸς τοῦτο ἔδει, ἢ Θησέως, ἤ τινος ἄλλου σωφρονιστοῦ ἰσχυροῦ), μήτε πεῖσαι λόγῳ (ἀπειθὲς γὰρ χρῆμα ἐπιθυμία προσλαβοῦσα οἶστρον, καὶ προσελθοῦσα ἐγγύτατα μανίᾳ)·

οὕτω δὴ ὁ Σωκράτης τὸ μὲν ὑπεριδεῖν παντάπασιν τῶν νεανίσκων καὶ τῶν μειρακίων οὐκ ἠνέσχετο οὐδὲ πρὸς τὴν σωτηρίαν αὐτῶν ἐξέκαμεν, ἐξεῦρεν δὲ μηχανὴν ἑκουσίου ἄγωγῆς [*](Ed. Duebn. p. 101) τοιανδε τινα.