Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](83 b)

Βούλει σοι λέγω καὶ τοῦ ἑτέρου |τρόπου τῶν ἐρώτῶν τοῦ δικαίου μίαν γέ τινα ἢ δευτέραν εἰκόνα; Μειρακίῳ Ἀττικῷ δύο ἦσαν ἐρασταί, ἰδιώτης καὶ τύραννος·

ὁ μὲν δίκαιος ἦν διὰ ἰσοτιμίαν, ὁ δὲ ἄδικος διʼ ἐξουσίαν·

ἀλλὰ τό γε μειράκιον ὄντως ἦν καλὸν καὶ ἐρᾶσθαι ἄξιον, ὥστε ὑπεριδὸν τοῦ τυράννου τὸν ἰδιώτην ἠσπάζετο·

ὁ δὲ ὑπʼ ὀργῆς ἄλλά τε ἀμφοτέρους προὐπηλάκισεν, καὶ ἀδελφὴν Ἀρμοδίου Παναθηναίοις ἤκουσαν ἐπὶ τὴν πομπὴν κανηφοροῦσαν ἐξήλασεν ἐπʼ ἀτιμίᾳ.

Διδόασιν δίκην ἐκ τούτου Πεισιστρατίδαι, καὶ ἦρξεν ἐλευθερίας Ἀθηναίοις ὕβρις τυράννου, καὶ μειρακίου θάρσος, καὶ ἔρως δίκαιος, καὶ ἐραστοῦ ἀρετή.

[*](2 Περιάνδρῳ sq. cf. Plut. amat 23 || 4 ὕβρις ἦν τὸ χρῆμα, οὐκ ἔρως cf. Plut. amat. 23 ὕβρις τάδʼ, οὐχ ἡ Κύπρις, ἐξεργά- ζεται spectat autem uterque ἐρώτημα illud εἰ ἤδη κύει cf. Ari- stot. pol. 5 (1311a 40) || 11 μειρακίῳ sq vi. or. 35. 4 d cf. Plut amat 16 Lucian. paras 48 Philostr. epist. 57 Aeschines Timarch. 144 Plat. symp. 182c Athen. XIII 602a)[*](2 in mge Περίανδρος 16 Ἀρμόδιος | Παναθήναια 18 Πει- σιστρατίδαι (schol. recent .) R!)[*](2 Ἀμπρακιώτῃ MN α(δ) || 4 συστησαμένῳ (υστ in ras .) R! || 6 δὲ (ante παροινία) om. ∠° | Περίανδρον (ον in ras.) R! || 7 ἐρο- μένου R || 14 ὑπεριδὼν Nα(δ) quod def Steph Dav. || 15 ἀλλά τε Perironius (ad Aelian var. hist XII 44) ἄμα τε Canterus Heins.)
218

Ἐλευθεροῖ τὰς Θήβας Ἐπαμεινώνδας ἀπὸ Λακεδαιμονιῶν στρατηγήματι ἐρωτικῷ· μειρακίων πολλῶν καλῶν ἐρασταὶ ἦσαν Θήβησιν πολλοὶ νεανίαι· ὅπλα δοὺς Ἐπαμεινώνδας τοῖς ἐρασταῖς καὶ τοῖς ἐρωμένοις συνἑταξεν λόχον ἱερὸν τοῦ ἔρωτος, δεινὸν καὶ ἄμαχον, καὶ συνασπίζοντα ἀκριβῶς, καὶ ἄρρηκτον·

οἷον οὔτε ὁ Νέστωρ περὶ τὸ Ἴλιον συνεστήσατο, ὁ δεινότατος τῶν στρατηγῶν, οὔτε Ἡρακλεῖδαι περὶ Πελοπόννησον, οὔτε Πελοποννήσιοι περὶ τὴν Ἀττικήν

Ἔδει γὰρ ἕκαστον τῶν ἐραστῶν ἀριστεύειν, καὶ διὰ φιλοτιμίαν ἐν ὄψει τῶν παιδικῶν μαχόμενον, καὶ διʼ ἀνάγκην ὑπερμαχοῦντα τῶν φιλτάτων·

ἦν δὲ καὶ τὰ μειράκια ἐφάμιλλα ταῖς ἀρεταῖς τοῖς ἐρασταῖς, ὥσπερ ἐν θήρᾳ σκύλακες συμπαραθέοντες τοῖς πρεσβυτέροις τῶν κυνῶν.