Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὕτω τοίνυν ἐχόντων τούτων, μεταβάντες αὖ περὶ Ὁμήρου σκοποῦμεν ἀδεκάστως μάλα, οὔθʼ ὅστις Πλά‖τωνι [*](15 τὸ αὐτὸ sq. exemplis illustratum vi or. 15.1 b) [*](2 οὐκ (ante ἀτιμαζόμενα) om. φα(θ) del. Meiser δὲ in ras. R! ‖ 3. 4 μὲν γὰρ] μέν γε Markl. 4 παραβάλλοιμεν φα(δ Δ) 6 ἐξέτασις (σις in ras.) R! ‖ 8. 9 σκοποῖ Markl. (Duebn.) σκοποίη Reiske (Duk.) ‖ 9 διαμαρτυρῶν RM δίχα μαρτύρων Reiske οὐ δεῖ μαρτύρων Meiser | ἢ μή] οὐδαμῆ Schenkl sed vi. or. 13. 4 k et 7 f ‖ 10 γὰρ ἄν] γʼ ἂν α(δ Δ) del. Meiser (verbis οὕτω sq. post p 209 15 λαβόντων collocatis) ὅσοις α(θ) οἷς Dav.2 (Duebn.) sed cf. Κuehner Gerth Gr gr. lI 1. 437 adn. 8 ‖ 11 〈οὐ〉 κατ Meiser διατελοῖεν R διατελεῖ ἐν 〈οὐ (ἀλλὰ)〉 διατελεῖ ἐν Reiske (Meiser) 13 διαιτήματα (αι in ras ex η vi. or. 16. 2 c) R! 15 ἔβλαψεν M cum R! 18 ἕτερον ἑτέρῳ Dav. ἕτερα ἑτέρως Markl ‖ 20 σκοπῶμεν φα(δ Δ) μάλα 〈χρώμενοι μάρτυρι〉 οὔθʼ Heins. | et p 211. 1 ὅστις] ὥς τις Dav.2 Reiske)

211
χαίρει ἀτιμάζων Ὅμηρον, οὔθʼ ὅστις Ὅμηρον[*](Ed. Duebn p.93) θαυμάζει μεμφόμενος Πλάτωνι· οὐ γὰρ διακεκλήρωται οὐδὲ ἀπέσχισται ἑκάτερον θἀτέρου· ἀλλʼ ἔξεστίν που καὶ τὰ Πλάτωνος τιμᾶν, καὶ θαυμάζειν Ὅμηρον· ἔξεστιν δὲ ὧδε.

Πόλιν οἰκίζει Πλάτων τῷ λόγῳ, οὐ Κρητικήν, οὐδὲ Δωρικήν, οὐδὲ Πελοποννησίαν, οὐδὲ Σικελικήν, οὐδὲ, μὰ Δί, Ἀττικήν· ἡ γὰρ ἂν τοιαύτην οἰκίζων πόλιν, μὴ ὅτι Ὁμιήρου ἄν ἐδεήθη μόνου, ἀλλὰ [*](81 b)καὶ πρὸ Ὁμήρου | Ἡσιόδου καὶ Ὀρφέως, καὶ εἴ τις ἄλλη παλαιὰ μοῦσα ποιητικὴ κατεπᾴδειν ἱκανὴ τὰς τῶν νέων ψυχὰς καὶ δημαγωγεῖν, καὶ ἡδονῇ συνήθει ἀνακιρνάναι πράως ἀληθεῖς λόγους·

ἀλλʼ ἔστιν αὐτῷ ξυνοίκησις καὶ ἡ πολιτεία γιγνομένη λόγῳ, κατὰ τὸ ἀκριβέστατον μᾶλλον ἤ χρειωδέστατον·

ὅνπερ τρόπον καὶ τοῖς τὰ ἀγάλματα τούτοις διαπλάττουσιν, οἴ παντὸς παρʼ ἑκάστου καλὸν συναγαγόντες, κατὰ τὴν τέχνην ἐκ διαφόρων σωμάτων ἀθροίσαντες εἰς μίμησιν μίαν, κάλλος ἓν ὑγιὲς καὶ ἄρτιον καὶ ἡρμοσμένον αὐτὸ αὐτῷ ἐξειργάσαντο·

καὶ οὐκ ἂν εὗρες σῶμα ἀκριβὲς κατὰ ἀλήθειαν ἀγάλματι ὅμοιον· ὀρέγονται μὲν γὰρ αἱ τέχναι τοῦ καλλίστου· αἱ δὲ ἐν ποσὶν ὁμιλίαι καὶ χρεῖαι [*](8 Ὁμήρου . . Ἡσιόδου . . Ὀρφέως . . vi. or 37. 4 g etiam or. 4.3 b ‖ 10 παλαιὰ μοῦσα sq. vi. or 4. 3c ‖ 11 δημαγωγεῖν ═ or.4. 3c 14 ὅνπερ sq. cf. Xenoph. mem. III 9. 2 καὶ μὴν τά γε καλὰ εἴδη ἀφομοιοῦντες, ἐπειδὴ οὐ ῥᾴδιον ἐνὶ ἀνθρώπῳ περιτυχεῖν ἄμεμπτα πάντα ἔχοντι, ἐκ πολλῶν συνάγοντες τὰ ἐξ ἑκάστου κάλλιστα οὕτως ὅλα τὰ σώματα καλὰ ποιοῦσιν ‖ 20 ὀρέγονται sq. vi. or 41. 4 e) [*](1 Ὅμηρον, 〈οὐ πείθομαι〉 οὔθʼ Meiser ‖ 3 ἀπέσχισται (στ in ras.) R! 4 τὰ τοῦ Πλάτωνος θ 9 πρὸς Ὁμήρῳ α(δ Δ) ‖ 11 σὺν ἤθει Reiske ‖ 12 πράῳ Reiske | ἀλλʼ] καὶ Heins. καλὴ Scaliger (teste Heinsio) 13 ἡ ξυνοίκισις Reiske ἡ (ante πολιτεία) del Heins. 14 ὅσπερ τρόπος Meiser ‖ 15 τοῖς del Reiske τούτοις τοῖς Markl. | τούτοις del. Markl. τοῖς Reiske | 15. 16 πᾶν τὸ παρʼ α(δ Δ) 16 〈καὶ〉 κατὰ Dav. ‖ 17 ἀθροίσαι N καὶ ἀθροίσαντες Reiske v 18 αὐτῷ MN ‖ 19 εὕροις φα(θ) ἀκριβῶς Reiske )

212
ἀπολείπονται τῶν τεχνῶν.

Οἶμαι δέ, εἰ καί τις ἦν ἐν ἀνθρώποις δύναμις πλαστικὴ σωμάτων σαρκίνων, ξυμφορήσαντες ἂν οἱ δημιουργοὶ τὰς δυνάμεις ξυμμέτρως γῆς καὶ πυρός, καὶ τῶν ὅσα τούτοις ἁρμοσθέντα τὲ καὶ ὁμολογήσαντα συνίστησιν τὴν σωμάτων φύσιν, ἀπέφηναν, ὥστε εἰκός, ἂν σῶμα ἀδεὲς φαρμάκου καὶ μαγγανευμάτων καὶ διαιτημάτων ἰατρικῶν.

Εἰ οὖν τις ἐκείνων τινὸς τῶν δημιουργῶν ἀκούσας, νομοθετοῦντος τοῖς ὑπʼ αὐτοῦ πλασθεῖσιν τῷ λόγῳ, ὅτι ἄρα δεήσονται οὐδὲ Ἱπποκράτους ἰωμένου σφᾶς, [*](παροι μίαι)ἀλλὰ χρὴ στέψαντας ἐρίῳ τὸν ἄνδρα καὶ χρίσαντας μύρῳ ἀποπέμπειν, παῤ ἄλλου εὐδοκιμήσοντα, ἐκεῖ ὅπου τὴν τέχνην παρακαλεῖ ἡ νόσος, κᾆτα ἀγανακτοίη πρὸς αὐτόν, ὡς ἀτιμάζοντα τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιάδων τέχνην, ἆρα οὐ καταγέλαστος ἂν γίγνοιτο, αἰτίαν προσφέρων τῷ μὴ κατὰ ἀτιμίαν παραιτουμένῳ ἰατρικήν, ἀλλὰ μήτε κατὰ | χρείαν δεομένῳ [*](82 a) αὐτῆς, μήτε καθʼ ἡδονὴν ἀσπαζομένῳ;