Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τὰς μὲν τῶν πολλῶν ὀρέξεις τὲ καὶ δυσαρεστήσεις τί χρὴ σκοπεῖν; οὐ μᾶλλον ἢ τὰς τῶν θρεμμάτων·

τοὺς δὲ ἐν φιλοσοφίᾳ καὶ πάνυ ἄν τις ἢ μέμψαιτο, ἢ οἰκτείραι· οἳ κομῶντες ἐπὶ φρονήσει, καὶ τέχνῃ βίου, καὶ ἐπι‖στήμῃ λόγου, οὔπω γε νῦν [*](Ed. duebn. p. 83) παύονται στασιάζοντες πρὸς αὐτοὺς καὶ πρὸς ἄλλους, καὶ ἀμφισβητοῦντες ποίῳ σχήματι βίου φέροντες αὐτοὺς ἐγχειροῦσιν·

ἀλλὰ ἀτεχνῶς ἐοίκασιν κυβερνήταις παρεσκευασμένοις μὲν πρὸς πλοῦν, καλῷ μεγέθει ὁλκάδος, καὶ κατασκευῇ ὑγιεῖ, καὶ πλήθει ὀργάνων, καὶ ὑπηρεσίας ἀκριβείᾳ, καὶ τέχνης ἀσφαλείᾳ, καὶ ἕρματος

συμμετρίᾳ, ἐν δὲ τῇ τοῦ πλοῦ χρείᾳ πλανωμένοις, καὶ [*](11 τέχνῃ βίου est enim philosophia ἐπιστήμη περὶ τὸν βίον cf. Muson. (Henne) p. 10. 6 Wendland quaest. Muson. 12. 2 12 παύονται στασιάζοντες vi or. 11. 5 a etiam or 33. 1 c cf. Sext. Emp math. lX 173 Lucian. Herm. 14 et 48 vi. etiam sophistarum διαγωνιᾶν or 30. 1 d ‖ 15 παρεσκευασμένοις sq. spectat simili- tudinem quam copiosius exposuit or. 30 3 b sq.) [*](14 ἐοίκασιν — 18 συμμετρίᾳ p) [*](4 οὕτω (τα in ras ex τοι) R! 6 οὐδὲν] οὐδεὶς Dav.2 | τὰ] τῶν α(θ) | αὐτοῦ BHMN ‖ 9. 10 μέμψαιτο (αιτα in ras.) R! ‖ 10 οἰκ- τεῖραι MN cum R! ‖ 12 αὐτοὺς BMN ‖ 13.14 ἑαυτοὺς B αὐτοὺς φα(δ Δ) 14 ἐγχειροῦσιν (ἐγχ- in ras. ex ἐνχ) R! ἐγ,ειριοῦσιν cett. (δ Δ) | ἀτέχνως α |〈ἐκεῖνοι δὲ〉 ἐοίκασι p ‖ l5 παρασκευα- σαμένοις B παρεσκευασμένοι p καλῶς Reiske (Duebn ) om. p 17 ὑπηρεσιῶν nescio unde Δ)

184
ἀποροῦσιν πῇ τράπωνται, πολλῶν μὲν ὑποφαινομένων λιμένων, πάντων δὲ ἀπιστουμένων.

Τοὺς μὲν ἄλλους ἐῶμεν χαίρειν αὐτοῖς βίοις, τὸν μὲν ἐν ἡδονῇ τηκόμενον, τὸν δʼ ἐν γῇ πονούμενον, τὸν δὲ ἐν θαλάττῃ πλανώμενον, τὸν δὲ ἐν ὅπλοις μισθοφοροῦντα, τὸν δὲ ἐν ἐκκλησίαις βοῶντα, τὸν δὲ ἐν δικαστηρίοις φυρόμενον·

ὥσπερ δὲ ἐν ἀγῶνι σωμάτων οἱ μὲν ἀσθενεῖς καὶ παρὰ τὸ εἰκὸς ἐπιτολμήσαντες τῇ τοῦ νικᾶν ἐλπίδι τάχυ ἀπεῖπον, οἱ δὲ ἐφάμιλλοι ἀρετῇ μένουσιν καὶ καρτεροῦσιν καὶ διαγωνίζονται περὶ τῆς νίκης· οὕτω κἀν τῇ τῶν βίων ἀγωνίᾳ οἱ μὲν ἄλλοι ἡμῖν ἐκκηρυχθέντες τὲ καὶ ἀπαγορεύσαντες οἰχέσθωσαν· οἴ δὲ θεωρητικοῖς [*](ΛΖ') ἐφαμίλλω ὄντε καὶ ἀμφισβητησίμω δεῦρο ἰόν|των [*](73a) ἀγωνιουμένω τὰ νῦν τῷ λόγῳ.

Πότερος τοίνυν πρότερος ἡμῖν τοῖς δικασταῖς τὰ αὐτοῦ δίεισιν; ἐγὼ μὲν οἶμαι, ὅτι ὁ πρακτικός· θαρσαλέος γάρ, καὶ ἰτητικώτερος, καὶ ἐθὰς ὁμιλεῖν τοῖς πολλοῖς· λέγοι δὲ ὧδε.