Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἶεν. Κἰς τί τούτων τὸ τοῦ φιλοσόφου ἔργον καταστησόμεθα; ὅτι μὲν γὰρ οὐκ ἀχρεῖος ἡμῖν οὐδὲ κηφὴν παρέρχεται, ἄνθρωπος δὲ ὢν ξύν | νομος καὶ [*](78 b) συνεργάτης κοινοῦ νόμου, παντὶ δῆλον.

Τί δέ ἐστίν ποτʼ αὐτὸ τὸ τῆς κοινωνίας συμβόλαιον, καὶ ποῦ τάττωμεν [*](Ed. Duebn. p. 84) τὸν ‖ ἄνδρα; εἰς τούς δημιουργούς, ὡς τὸν Τυχεῖον; εἰς τοὺς ὀψοποιούς, ὡς Μίθαικον; εἰς τοὺς εὐφραίνοντας, ὡς Φρυνίωνα; εἰς τοὺς γελωτοποιούς,

ὡς Φίλιππον; εἰς τοὺς δημαγωγούς, ὡς Κλέωνα; ἢ ἄφιλος καὶ ἀνέστιος ἡμῖν ἀνὴρ πλανήσεται; ἀλλʼ ἔστιν μέν τι αὐτοῦ ἔργον· ὅ,τι δέ ἐστιν τοῦτο, οὐκ ἴσμεν.

‘Ἡσυχίαν ἄγω, φησίν, καὶ ἀνασκοπῶ πρὸς ἐμαυτὸν τὰ ὄντα, καὶ ἀληθείας ἐμπίμπλαμαι.’

Μαχάριος τῆς πολλῆς σχολῆς· σύ μοι δοκεῖς καὶ νεὼς ἐπιβὰς μὴ ὅτι κυβερνήτης γενέσθαι, ἀλλʼ οὐδὲ ἐρέτης, οὐδέ τις τῶν διαθεόντων καὶ ξυνεπιλαμβανόντων τῇ σωτηρίᾳ τῆς [*](3 ἄνθρωπος δὲ ὢν ut or. 1. 7 c | ξύννομος vi. or. 29. 7 i 7 Μίθαικον vi. or. 17. 1 a sq. or. 33. 5 c cf. Plat. Gorg. 518 b Themist. 21. 251 Aristid. or. 45. 144; 46. 317 Athenaeus 3 112b sq. 9 Φίλιππον cf. Xenoph. conv. l 11 Plut. qu. conv. 2 praef. al.) [*](4 τί δέ ἐστίν — 13 ἐμπίμπλαμαι p 7 in mge Τυχεῖος | Μύθαικος (sic!) | Φρυνίων | Φίλιππος Κλέων (schol. rec.) R!) [*](1 τούτων (ω in ras.) R! ‖ 3 παρεισέρχεται Scaliger ‖ 4 ξυν- εργάτης N α(δ) | νομοῦ Reiske πόνου Markl. | δέ] δή Markl. 5 αὐτῷ p et ita Markl. (Duebn.) | σύμβολον Markl. | τάττομεν Mp ‖ 7 Τυχίον B et ita Leopardus (Emendat. XVII 2) (Δ) 8 Φρύνιδο Dav cum Leopardo Σώφρονα (vel Σαννυρίωνα) Dav. ‖ 9 ὡς Φίλιππον — δημαγωγούς om. p ‖ 10 ἄφυλος B φ α (δ Δ) |〈ὁ〉 ἀνὴρ B Markl. ἁνὴρ Dürr Knebel ‖ 11 μὲν τὸ B μέντοι MN ‖ 13 ἐμπίπλαμαι Ϛ(δ Δ°) ‖ 15 ἐρέτης] ἀρετῆς MN (in muge corr.))

187
νεώς, ἀλλʼ οὐδὲ ἐπιβάτης εὐκίνητος, οἷος ἢ καλωδίου ἐπιλαβέσθαι, ἢ προσάψασθαι κώπης ἐν γαλήνῃ· ἀλλά τις τῶν εἰκῇ κειμένων καὶ φερομένων, αὐτὸ τοῦτο, ἄχθος νεώς.

Ἤ οἴει ἧττόν τι δεῖσθαι πόλιν τῶν ξυλληψομένων αὐτῇ πρὸς τὴν σωτηρίαν ἢ ναῦν ἐν θαλάττῃ; καὶ πολύ γε οἶμαι μᾶλλον ἐν γῇ·

εἰ μὲν γὰρ πλέομεν, ὀλίγον τὸ ἐνεργόν, ὁ δὲ φόρτος πολύς· πόλις δέ ἐστιν πρᾶγμα ἀνακεκραμένον πάντων ξυνεργατῶν. Καθάπερ καὶ ἡ τοῦ σώματος χρεία, πολυμερής τε οὖσα καὶ πολυδεής, σώζεται τῇ συντελεία τῶν μερῶν πρὸς τὴν ὑπηρεσίαν τοῦ ὅλου· φέρουσιν πόδες, ἐργάζονται χεῖρές, ὁρῶσιν ὀφθαλμοί, ἀκούουσιν ἀκοαί, καὶ τἄλλα, ἵνα μὴ διατρίβω λέγων.