Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Βούλει δὴ συνελὼν τὸν μὲν κόλακα κατὰ τὴν μοχθηρίαν τάξαι, τὸν δὲ φίλον κατὰ τὴν ἀρετήν, λύπην δὲ καὶ ἡδονὴν χαίρειν ἐᾶν; οὔτε γὰρ τὸ φιλεῖν ἡδονῆς ἀτυχές, οὔτε τὸ κολακεύειν λύπης ἄμοιρον, ἀλλʼ ἑκάτερον ἐν ἑκατέρῳ φύρεται, καὶ ἡδονὴ ἐν φιλίᾳ, καὶ λύπη ἐν κολακείαις· ἐπεὶ καὶ αἱ μητέρες καὶ αἱ [*](5 τὴν ἡδονὴν spectat stoicam Homeri interpretationem in qua multus est or. 26. 6 sq. cf etiam Iulian. VI 185 a καθάπερ ὑπὸ τῆς Κίρκης ἢ τῶν Λωτοφάγων ἡδονῆς . . δελεασθέντες Heracl. all. Hom. 10 Norden ann Fleck. 19. 394. 2 vi. etiam or. 28. 2 a) [*](1 ἀρνύμενος (νυμε in ras.) R! ‖ 6 αὐτοῦ α(δ) αὐτοῦ Δ ἰδὼν Duebn αὐτίκα Schenkl ‖ 7 λωτοῦ 〈λαβών〉 Reiske | ἄκοντας τε καὶ α (δ) ‖ 8 λαβὼν del. Reiske ‖ 9 ἑταίρου Schier | ἑτέρου ?? γένους R! ‖ 10 οἷον B ἢ οὐ N εἴα φα(δ) ‖ 11 αὐτοὺς φα(δ) ἄδην Ϛ (δ Δ) „impudenter“ (═ ἀναίδην pro ἀνέδην φ?) σ ═ 12 συγκυλινδεῖσθαι (συγκ- in ras) R! ἐᾶν] εἴα φα(δ) ἐπὶ B ═ 13 διεπιβουλεύειν] δὴ ἐπιβουλεύειν α(δ Δ) νὴ Δίʼ ἐπιβουλεύειν Reiske ═ 16 τάξε RP (suprascr. ω) 17 ἐῶν φα(δ) 20 κολακείαις (αις in ras.) R! κο- λακείᾳ α(δ))

176
τιτθαὶ φιλοῦσιν τὰ βρέφη, καὶ πρὸς ἡδονὴν αὐτὰ θεραπεύουσιν, καὶ οὐκ ἀφαιρήσεις αὐτῶν τὸ φιλεῖν διὰ τὴν ἡδονήν.

  • Ὁ Ἀγαμέμνων τῷ Μενελάῳ παραινεῖ,
  • [*]((Κ 69))
  • πάντας κυδαίνειν,
  • μηδὲ μεγαλίζεο θυμιῷ·
  • ἤ, οἴει, κολακείαν αὐτῷ ὑποτίθεται; Ὁ Ὀδυσσεὺς, ἐκνηξάμενος τῆς θαλάττης εἰς τὴν Φαιάχων γῆν, γυμνὸς [*](70 b) διαναστὰς ἐκ τῆς εὐνῆς, ἐντυχὼν παιζούσαις κόραις, τὴν βασιλίδα γνωρίσας, Ἀρτέμιδι εἰκάζει αὐτήν, καὶ αὗθις φυτῷ καλῷ· καὶ οὐδεὶς ἂν διὰ ταῦτα κόλακα εἴποι τὸν Ὀδυσσέα·

    προθέσει γὰρ καὶ χρείᾳ καὶ διαθέσει ψυχῆς ὁ κόλαξ διακρίνεται τοῦ φίλου. Καὶ γὰρ ὁ ἀριστεὺς ὅπλοις χρῆται, καὶ ὁ μισθοφόρος, καὶ οὐδεὶς αὐτῶν εἰκάζει τὰ ἔργα κατὰ τὴν χειρουργίαν, ἀλλὰ χωρίζει τὴν ἑκατέρου χρείαν κατὰ τὴν πρόθεσιν·

    ὁ μὲν γὰρ διασωστικὸς διὰ τὴν φιλίαν· ὁ δὲ μισθαρνικὸς τῶν βουλομένων· καὶ ὁ μὲν αὐθαίρετος, ὁ δὲ ὤνιος· καὶ ὁ μὲν τοῖς ἐνσπόνδοις πιστός, ὁ δὲ καὶ τοῖς φίλοις ἄπιστος.