Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὅτε οἱ Μῆδοι ἐπὶ τὴν Ἑλλάδα ἐστρατεύοντο, ἐχρῶντο οἱ Ἀθηναῖοι τῷ θεῷ, τί χρῆ δρᾶν ἐπιόντος αὐτοῖς βαρβαρικοῦ στόλου, ἵππου Μηδικῆς, ἀρμάτων Περσικῶν, ἀσπίδων Αἰγυπτίων· εἵποντο δὲ καὶ σφενδονῆται Κᾶρες, καὶ ἀκοντισταὶ Παφλαγόνες, καὶ πελτασταὶ Θρᾷκες, καὶ ὁπλῖται Μακεδόνες, καὶ Θετταλικὸν ἱππικόν·

ἐχρῶντο οὖν τῷ θεῷ οἱ Ἀθηναῖοι, τί χρὴ δρᾶν, ἐπιόντος ταῖς Ἀθήναις τοσούτου | κακοῦ.

Ὁ δὲ αὐτοῖς χρᾷ φράττεσθαι [*](65 b) τὸ ἄστυ ξυλίνῳ τείχει.

Θεμιστοκλῆς λέγει ὅτι οἱ δοκεῖ τὸ ξύλινον τεῖχος αἱ τριήρεις εἶναι. Συνεδόκει ταῦτα τοῖς Ἀθηναίοις, καὶ ἀναστάντες ἐκ τοῦ ἄστεος ἐς τὸ τεῖχος τοῦ θεοῦ μετῳκίσθησαν.

Κἰ οὖν οἱ Ἀθηναῖοι τότε τῷ μὲν θεῷ συμβουλεύεσθαι περὶ τούτωνλογίζεσθαι καὶ τὴν παροῦσαν δύναμιν, καὶ τὴν ἐπιοῦσαν [*](4 ἐχρῶντο sq. vi. or. 11. 6 d || 5. 6 βαρβαρικοῦ στόλου vi. or. 12. 6 c et or. 23. 3 c cf. Plat. republ. III 692 c || 12 ξυλίνῳ τείχει vi. or. 29. 7 a || 15 οἱ Ἀθηναῖοι . . οὐκ ἤθελον sq. eadem sententia qua or. 11. 6 d) [*](Codices RBMN φ (═ Paccius) α (═ Stephanus); H (teste Davisio)) [*](4 ἐχρῶντο] in mge χρᾶ ὁ θεὸς καὶ τῷ θεῷ χρῶνται οἱ ἄν- θρωποι (rubr. col.) M) [*](1 ΙΓ΄ R! || 3 in mge ιϛ΄ R! | εἰ μαντικῆς — ἐφʼ ἡμῖν (φ in ras.) H add. λόγος γ΄ φα praemisso πίνακος numero ιθ΄ Ζ (teste Schenkl) περὶ τοῦ εἰ — ἡμῖν N τοῦ αὐτοῦ περὶ τοῦ εἰ — ἡμῖν M om. (spat. rubric. relicto) B || 7 σφενδονηταὶ R! || 14 ἀναστάντες (να in ras.) R! || 15 οἱ om. BM || 17 νοῦν| νῦν MN)

159
παρασκευήν, καὶ τὸν μέλλοντα κίνδυνον, καὶ τὴν ὑποφαινομένην ἀσφάλειαν· τί εἰκὸς συμβουλεῦσαι ἂν τὸν ἄνδρα τοῦτον καταδεέστερον τῆς χρησμῳδίας τοῦ

θεοῦ; Ἐγὼ μὲν οἶμαι, οὐδὲ αἰνίγματος ἂν ἐδεήθη πρὸς αὐτούς, οὐδὲ τείχους ἀμφισβητησίμου·

ἀλλʼ εἶπεν || ἄν, ὧδέ πως ‘Ὦ Ἀθηναῖοι, τῶν μὲν λίθων καὶ [*](Ed. Duebn. p.75) τῶν οἰκοδομημάτων ἐξίστασθαι τῷ βαρβάρῳ· αὐτοὶ δὲ πανοικησίᾳ, αὐτοῖς παισίν, καὶ ἐλευθερίᾳ, καὶ νόμοις, ἴτε ἐπὶ τὴν θάλατταν· ὑποδέξονται δὲ ὑμᾶς τριήρεις ἱκαναί, καὶ σώζειν φέρουσαι, καὶ νικᾶν μαχόμεναι.’