Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δὲ τοίνυν ἔσται καὶ πέρας τοῦ κακοῦ; εἰ γὰρ ὁ ἀδικηθεὶς ἀμύνεται, ἀεὶ μεταβαίνει τὸ κακὸν ἀπʼ ἄλλου πρὸς ἄλλον καὶ μεταπηδᾷ, καὶ διαδέξεται ἀδικία ἀδικίαν. ᾯ γὰρ δικαίῳ συγχωρεῖς τῷ παθόντι ἐπεξεῖναι, τῷ αὐτῷ τούτῳ δικαίῳ ἐπαναχωρεῖ αὖθις ἀπʼ ἐκείνου πρὸς τὸν αὐτὸν ἡ τιμωρία· τὸ γὰρ δίκαιον ἐπʼ ἀμφοῖν [*](63b) ἴσον.

Ὦ Ζεῦ, καὶ οἷον πεποίηκας; δικαιοσύνην ἐξ ἀδικημάτων; καὶ ποῖ βαδιεῖται τὸ κακόν; καὶ ποῦ

στήσεται; Οὐκ οἶσθα, ὅτι πηγὴν ταύτην ἀέναον κινεῖς πονηρίας, καὶ γράφεις νόμον ἀρχέκακον τῇ πάσῃ γῇ; Τοῦτο γὰρ ἀμέλει ἐστὶν τὸ τῶν πάλαι κακῶν τοῖς ἀνθρώποις ἡγησάμενον, στόλων βαρβαρικῶν καὶ Ἑλληνικῶν ἐπʼ ἀλλήλους περαιουμένων, ἁρπαζόντων, καὶ πολεμούντων, καὶ ληϊζομένων, προκάλυμμα ποιουμένων τῆς παρούσης ἀδικίας τὴν φθήσασαν.

Φοίνικες ἐξ Ἄργους βασιλικὴν κόρην ἄγουσιν, Ἕλληνες ἐκ Κόλχων βαρβαρικὴν παρθένον ἄγουσιν, καὶ αὖθις Φρύγες ἐκ Πελοποννήσου Λακωνικὴν γυναῖκα.

Ὁῥᾷς τὴν διαδοχὴν [*](9. 10 πηγὴν . . πονηρίας ut πηγαὶ ἀρετῆς or. 34. 4 a || 12 στό- λων βαρβαρικῶν ═ or. 13. 1 a cf. Plat. legg. lII 692 c l 642 e Περσικὸν στόλον || 13 ἁρπαζόντων sq. similiter vitia hominum castigat Lucian lcarom. 15 Hippocr. ep. 14 Themist. 26. 320 d vi. etiam simil. or. 1. 5 f; 15. 1 b sq.) [*](8 ποῖ — 10 πάσῃ γῇ p) [*](3 διαδέχεται Reiske || 4 ᾧ] εἰ φα(δ) | δικαίῳ] τῷ αὐτῷ τούτῳ δικαίῳ α(δ) | τῷ παθόντι συγχωρεῖς α(δ) 〈 ᾧ〉 τῷ παθόντι συγχω- ρεῖς Markl. | ἐπεξιέναι α(δ Δ) sed vi. Crönert l. a. p. 253 adn. 7 || 5 〈εἰ〉 τῷ Reiske | τῷ αὐτῷ τούτῳ om. α(δ) | τούτῳ ÷ δικαίῳ | δικαίῳ] εἰς τὸν ἀδικήσαντα α(δ) || 6 τὸν 〈δρῶντα〉 αὐτὸν Markl. τὸν ἄλλον Dav.2 || 7 〈ὅσον〉 ὦ Ζεῦ Reiske (Duebn.) || 8 καὶ ποῖ] ποῦ γὰρ p || 9 οὐκ οἶσθα, ὅτι om. p | πηγὴν γὰρ ταύ- την p || 10 in mge σημείωσαι M || 11 ἀμέλει] ὀμειλει (ex parte corr.) R (═ ὀλίγου δεῖ(ν)?) || 15 φθίσασαν R φθάσασαν BNOα(δΔ) )

153
τῶν κακῶν, καὶ τὰς προφάσεις τῶν πολέμων, καὶ τὸν πολυπλασιασμὸν τῶν ἀδικημάτων. Τοῦτο καὶ τὴν Ἑλλάδα συνέτριψεν αὐτήν, ἡ περὶ ἑαυτὴν δόξα ἀδικίας διαβαίνουσα ἐπὶ τοὺς πλησίον, καὶ ἄπαυστοι θυμοί, καὶ ὀργαὶ ἀθάνατοι, καὶ τιμωρίας ἔρως, καὶ ἀμαθία δίκης.