Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς οὖν ὁρᾷ νοῦς; καὶ πῶς ἀκούει; Ὀρθῇ τῇ ψυχῇ καὶ ἐρρωμένῃ, πρὸς τὸ ἀκήρατον ἐκεῖνο φῶς ἀντιβλέπων, καὶ μὴ σκοτοδινιῶν, μηδὲ εἰς γῆν καταφερόμενος·

ἀλλὰ ἀποφράττων μὲν καὶ τὰ ὦτα, ἀποστρέφων δὲ τὰς ὄψεις καὶ τὰς ἄλλας αἰσθήσεις ἔμπαλιν πρὸς ἑαυτόν·

καὶ ἐκλαθόμενος μὲν τῶν κάτω οἰμωγῶν καὶ στόνων καὶ ἡδονῶν καὶ δοξῶν καὶ τιμῆς καὶ ἀτιμίας, [*](2 ἀόρατον ὀφθαλμοῖς, ἄρρητον φωνῇ ═ or. 2. 10 a || 13 νοῦς ὁρῇ sq. Epicharmi cf. Plut. sollert. an. 3 (═ Porph. de abst. III 21) de fort. 3 de fort. Alex. II 3 Philostr. ep. 41 Cicer. Tusc. I 20 κῶφος καὶ τυφλὸς inde mutuatus est Plat. Pol. III 411d Phaedr.) [*](7 ὥσπερ — 11 ἀκούει p || 12 τοῦτ᾿ ἔστιν — 13 ἀκούει vide ad p. 128.11) [*](3 ἀπευθὲς RBH φ ἀπαθὲς cett. (δ) || 4 κουφο ÷τάτῳ (ου in ras.) R! || 5 ὁρατὸν (α in ras.) R! || 9 ἁρμονίας (ιας in ras.) R! || 12 τουτέστιν MNOPS | τοῦτ᾿ — 13 νοῦς ἀκούει om. Bφ | Συρα- κουσίου ϛ (δ Δ⁰) || 17 ἀλλὰ 〈καὶ〉 B | καὶ (ante τὰ ὦτα) om. B del. Markl.)

141
ἐπιτρέψας δὲ τὴν ἡγεμονίαν αὐτοῦ λόγῳ ἀληθεῖ καὶ ἔρωτι ἐρρωμένῳ· τῷ μὲν λόγῳ || φράζοντι ᾗ χρὴ [*](Ed. Duebn. p.69) ἰέναι· τῷ δὲ ἔρωτι ἐπισταμένῳ, καὶ τοὺς πόνους τῆς [*](60b)πορείας πειθοῖ καὶ | χάρισιν ἐπελαφρύνοντι· ἰόντι δὲ ἐκεῖσε, καὶ ἀφισταμένῳ τῶν κάτω, ἀεὶ τὰ πρόσθεν σαφῆ καὶ εὐλαμπέστατα καὶ τὴν τοῦ θεοῦ φύσιν προοιμιαζόμενα· καὶ πορευόμενος μὲν ἀκούει τὴν φύσιν τοῦ θεοῦ, ἀνελθὼν δὲ ὁρᾷ.

έλος δὲ τῆς ὁδοῦ οὐχ ὁ οὐρανός, οὐδὲ τὰ ἐν τῷ οὐρανῷ σώματα· καλὰ μὲν γὰρ ταῦτα καὶ θεσπέσια, ἅτε ἐκείνου ἔγγονα ἀκριβῆ καὶ γνήσια, καὶ πρὸς τὸ κάλλιστον ἡρμοσμένα·

ἀλλὰ καὶ τούτων ἐπέκεινα ἐλθεῖν δεῖ, καὶ ὑπερκύψαι τοῦ οὐρανοῦ ἐπὶ τὸν ἀληθῆ τόπον καὶ τὴν ἐκεῖ γαλήνην, [*]((δ 566))

  • ἔνθʼ οὐκ ἔστʼ --- οὔτʼ ἂρ χειμὼν πολύς,
  • [*]((ζ 43/5))
  • οὐδέ ποτʼ ὄμβρῳ,
  • δεύεται, --- ἀλλὰ μάλʼ αἴθρη
  • πέπταται ἀννέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
  • μηδενὸς ἐνοχλοῦντος τὴν θέαν πάθους σαρκίνου, οἷα [*](1 λόγῳ ἀληθεῖ vi. or. 16 3 c || 2 λόγῳ . . καὶ ἔρωτι vi. or. 20. 6 g etiam or. 1. 5 e || 8 τέλος . . . οὐχ ὁ οὐρανὸς vi. or. 10. 3 b ἀλλʼ ὑπὲρ sq. || 9 τὰ ἐν τῷ οὐρανῷ σώματα scil. deorum visi- bilium vi. or. 9. 6 d θείων χορῶν etiam infra § XlI a τοῦτο μὲν sq. et d πολλοὺς sq. || 13 ἀληθῆ τόπον cf. Albin. 27 καὶ τὸ τῆς ἀληθείας πεδίον θεωμένας ex Plat. Phaedr. 248 c vi. etiam or. 10. 3 a et b; or. 41. 5 f vers. finem | γαλήνην vi. or. 10. 3 b || 14 ἔνθʼ οὐκ — 17 αἴγλη ═ or. 30. 4 f) [*](1 αὑτοῦ Markl. || 3 ἐφισταμένῳ Schott. ἐπισπωμένῳ Reiske (Duebn.) de ἐνισταμένῳ cogitare vetat Schenkl || 4 πορίας R || 9 ὁ οὐρανός] ὁρᾶς (sic!) B || 10 ἀκριβῆ (η in ras ) R! || 13 ἀληθῆ ἀπαθῆ Heins. τοῦ ἀληθοῦς Markl. || 14 ἔνθʼ οὐκ ἔστʼ apud Ho- merum non leguntur, sed redeunt or. 30. 4 f || 17 πέπταται (αι in ras.) πέπτεται Dav.2 (err. typ. unde „πέπτεται vulg.“ adnotavit Duebn.) | ἀνέφελος NPO Homerus | ἐπιδέδρομεν (ρο in ras.) R! || 18 σαρκικοῦ B)

    142
    δεῦρο ἐνοχλεῖ τὴν δειλαίαν ψυχήν, ὅσον αὐτῇ τοῦ φρονεῖν ἔνεστιν, ὑπὸ τοῦ κυκηθμοῦ καὶ τοῦ θορύβου καταβάλλοντα.

    Πῶς γὰρ ἄν τις συνίῃ θεὸν ὑπὸ πλήθους ἐπιθυμιῶν καὶ λογισμῶν ἀλλοκότων ταραττομένων; οὐ μᾶλλον ἐν δημοκρατίᾳ πολυφώνῳ καὶ συντεταραγμένῃ συνίῃ ἄν τις νόμου καὶ ἄρχοντος· (T 81) ἀνδρῶν δὲ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσῃ;

    Καταπεσοῦσα γὰρ ἡ ψυχὴ εἰς τουτονὶ τὸν θόρυβον, καὶ δοῦσα ἑαυτὴν ἐπʼ ἀμηχάνου φορεῖσθαι κύματος, νήχεται δυσέκνευστον πέλαγος· ἐστʼ ἂν αὐτὴ φιλοσοφία ὑποδέξηται ὑπολαβοῦσα τοὺς ἑαυτῆς λογισμούς, ὥσπερ τὸ κρήδεμνον τῷ Ὀδυσσεῖ ἡ Λευκοθέα.