Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

125

Σῶμα μὲν βαδιστικὸν τῇ φύσει, ψυχὴ δὲ λογιστικὴ [*](Ed. Duebn. p.64) τῇ φύσει· εἰ δʼ ἐστὶν ἀθάνατος, ὥσπέρ ἐστιν, ἀνάγκη που αὐτῇ τοῦτο ἐξ ἀϊδίου ἐνεῖναι, τὰς νοήσεις τὲ καὶ ἐπιστήμας τῶν πραγμάτων.

Ἅτε δέ, οἶμαι, διττῷ βίῳ ἡ ψυχὴ συνεχομένη, τῷ μὲν καθαρῷ καὶ διαυγεῖ καὶ ὑπὸ μηδεμιᾶς συμφορᾶς ἐνοχλουμένῳ, τῷ δὲ θολερῷ καὶ τεταραγμένῳ καὶ ἐν παντοίαις τύχαις φυρο μένῳ· ἐνταῦθα μὲν ἀσαφείας ἐμπέπλησται, καὶ καρηβαρεῖ, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος· τούτοις γάρ που φλεγμαίνουσα ἡ ψυχὴ ὑπὸ τοῦ ἀνέδην πότου, ἐγγύτατα μὲν τείνει μανίας· ἤδη δέ που ἀνακαλεῖται αὑτήν, καὶ οὔτε ἀκριβῶς σφάλλεται, οὔτε σαφῶς λογίζεται, ἀλλʼ ἐν μεθορίῳ μένει ἀγνοίας καὶ λογισμοῦ.

Ἐπειδὰν δὲ ἀπαλλαγῇ ἡ ψυχὴ ἐνθένδε ἐκεῖσε, ὥσπερ [*](1 σῶμα βαδιστικὸν τῇ φύσει ═ or. 2. 3 d nisi quod de ho- mine in universum || 2 ἀθάνατος vi. supra § ll a ἡ δὲ ψυχὴ sq. cf. Apul. dogm. Plat. l 9 Albin. 14 (de anima mundi) τὴν ψυχὴν ἀεὶ οὖσαν || 4. 5 διττῷ βίῳ sq. cf. Albin. 25 ἡ ψυχὴ . . πρὸς τῷ νοητῷ αὐτὴ καθʼ ἑαυτὴν γινομένη καθίσταται καὶ ἠρεμεῖ Diog Laert. VIII 31 ὅταν ἰσχύῃ καὶ καθʼ αὐτὴν γενομένη ἠρεμῇ δεσμὰ γίγνεσθαι αὐτῆς τοὺς λόγους Plat. Phaed 79 d ὅταν αὐτὴ καθʼ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται sq vi. etiam supra § lII b; spectat ad δύο ψυχῆς μέρη de quibus vi. or. 6. 4 f et 1 b || 6.7 τῷ θολερῷ vi. or. 9. 6 e ὑπὸ ἀέρος θολεροῦ || 7 τεταραγμένῳ sq cf Plat Phaed. 79c ἡ ψυχὴ ὅταν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν . . ἢ διʼ ἄλλης τινὸς αἰσθήσεως τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος . . καὶ πλανᾶται καὶ ταράττεται Albi 25 || 8. 9 καρη- βαρεῖ vi. supra § IIl f etiam § l g || 9 αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος ═ or. 27. 5 h suppeditavit Plat Phaed. 79 c ἡ ψυχὴ ἰλιγγιᾷ ὥσπερ μεθύουσα cf. Albin. 25 ἰλιγγιᾷ καὶ ταράττεται καὶ οἶον μεθύει || 13 ἐν μεθορίῳ ἀγνοίας καὶ λογισμοῦ vel ἐν μεθορίᾳ ἀρετῆς πρὸς μοχθηρίαν or. 38. 6 k vi. etiam or 8. 8 b (de dae- monibus) or. 33. 7 a ὡς ζώῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ || 14 ἐπει- δὰν δὲ — ἐκεῖσε ═ or. 9. 6 e) [*](1 φύσει] ψυχῇ Steph. || 2 φύσει] βαδίσει Steph. || 3 ταῦτα Markl. || 10 ὑποτου R | ανεδη R ἀναίδην B | ποτοῦ BN || 12 αὐ- τήν BMN || 13 ἀγνίας B)

126
ἐκ τῆς Κιμμερίων γῆς ἐπὶ λαμπρὸν αἰθέρα ἐξελθοῦσα, ἐλευθέρα μὲν γενομένη σαρκῶν, ἐλευθέρα δὲ ἐπιθυμιῶν, ἐλευθέρα νόσων, ἐλευθέρα συμφορῶν· τότε διορᾷ καὶ λογίζεται τἀληθῆ αὐτά, θεοῖς καὶ θεῶν παισὶν συγγιγνομένη ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἀψῖδα, συμπεριπολοῦσα καὶ συντεταγμένη στρατιᾷ θεῶν ὑφʼ ἡγεμόνι καὶ στρατηγῷ τῷ Διί·

καὶ μέμνηται μὲν ἀληθείας τότε, ἀναμιμνήσκεται δὲ ἐνθάδε ἐκείνων· καὶ θαρσεῖ μὲν τότε, σφάλλεται δὲ νῦν.

δὲ ἐρρωμένη ψυχὴ καὶ χρηστῷ δαίμονι συγκεκληρωμένη, κἀνταῦθα ἀντέχει τῷ κυκηθμῷ, καὶ κατὰ δύναμιν ἀπαλλάττουσα αὐτὴν τῆς πρὸς τὸ σῶμα ὁμιλίας, τὴν μνήμην ἐγείρει ἐκείνων τῶν θεαμάτων, [*](56b) καὶ ἐκείνων τῶν ἀκουσμάτων.

Τοῦτο ἄρα κα οἱ ποιηταὶ τὴν Μνημοσύνην αἰνίττονται Μουσῶν μητέρα, Μούσας μὲν τὰς ἐπιστήμας ὀνομάζοντες, ἠγάθεον χορὸν καὶ ἔργον Διός, ὑπὸ Μνημοσύνης δὲ γεννω [*](1 Κιμμερίων quo exemplo utitur etiam or 16. 6 c; 25. 4 a ; 39. 3 n || 4 θεῶν παισὶν scil. daemonibus vi. or. 11. 5 a et 12 a cf. Plat. apol. 27c lulian. lI 90 b || 5 ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἁψῖδα cf. Orig. c Cels. 3. 159 ex Plat. Phaedr. 247a || 5.6 συμπερι- πολοῦσα cf. Albin. 27 συνεστίους θεοῖς γινομένας καὶ συμπερι- πολούσας sq. Sallust. Plat. 14 || 6 συντεταγμένη στρατιᾷ θεῶν vi. or. 4.4 c ex Plat. Phaedr. 246 e || 9 χρηστῷ δαίμονι nam et φαῦλοι sunt cf. lulian. lI 90 b Plut. def. orac. 415 c 417 c etiam lulian. fragm. 288a || 10 συγκεκληρωμένη vi. or. 8. 8 f εἴληχεν sq. et quae ibi adnotavi κυκηθμῷ vi or. 11. 10 f || 11 κατὰ δύναμιν ἀπαλ- λάττουσα αὑτὴν vi. or 7. 5 d || 14 Μνημοσύνην cf. Plut. lib. educ. 13 Ei ap. Delph. 21 Cicer nat. deor. III 21 || 15 Μούσας τὰς ἐπιστήμας ὀνομάζοντες vel λόγους cf. Themist. 24. 301) [*](2 γινομένη MN || 3 ἐλευθέρα νόσων om. Duk. || 5 τοῦ οὐ- ρανοῦ α(δ) | ἀψῖδα MNα(δ) || 7 ἀληθῶς α(δ ∠) ἀληθείᾳ Schenkl ἀναμιμνήσκεται (κε in ras. ex κει) R! || 8 δὲ 〈ἐνθάδε 〉 ἐκείνων Hob. δὲ νῦν ἐκείνων φα(δ ∠) δʼ ἐκείνων νῦν Schenkl || 10 μυ- κηθμιῷ MNα(δ ∠°) || 11 αὐτὴν BMN || 13 〈διὰ〉 τοῦτο φα(δ) || 14 αἰνίττονται (αι prius in ras.) R! || 15 μὲν 〈οὖν〉 Duk. || 16 ἔργον] ἔγγονον Heins. | καὶ γεννωμένας nescio unde Dav. )

127
μένας καὶ συνταττομένας. Θεραπεύωμεν τὰς Μούσας, θεραπεύωμεν τὴν Μνημοσύνην.